οἱ γὰρ ἄλλοι ξύμπαντες Ἔρουλοι ἐς τρισχιλίους ὄντες ξὺν τοῖς Γήπαισιν ἐτετάχατο, ἐπεὶ Ῥωμαίων ἀποστάντες οὐ πολλῷ ἔμπροσθεν ἔτυχον ἐξ αἰτίας ἥ μοι ἐν τοῖς ἔμπροσθεν ἐρρήθη.Μοῖρα δὲ Ῥωμαίων τῶν παρὰ Λαγγοβάρδας ἐπὶ ξυμμαχίᾳ ἰόντων Ἐρούλων τισὶ ξὺν Ἀόρδῳ τῷ τοῦ ἄρχοντος ἀδελφῷ ἐξαπιναίως ἐπιτυγχάνουσι.μάχης τε καρτερᾶς γενομένης νικῶσι Ῥωμαῖοι, καὶ τόν τε Ἄορδον τῶν τε Ἐρούλων πολλοὺς ἔκτειναν. γνόντες δὲ Γήπαιδες ἄγχιστά πη εἶναι τὸν Ῥωμαίων στρατόν, τὰ διάφορα εὐθὺς Λαγγοβάρδαις διέλυσαν, ἔς τε σπονδὰς οἱ βάρβαροι οὗτοι ξυνέβησαν ἀλλήλοις, ἀκόντων Ῥωμαίων.ταῦτα ἐπεὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. οὔτε γὰρ ἔτι ἐδύναντο πρόσω ἰέναι οὔτε ἀναστρέφειν ὀπίσω εἶχον δειμαίνοντες οἱ στρατηγοὶ μὴ Γήπαιδές τε καὶ Ἔρουλοι καταθέοντες τὴν Ἰλλυριῶν ληΐσωνται χώραν.αὐτοῦ γοῦν μείναντες ἐς βασιλέα τὰ παρόντα σφίσιν ἀνήνεγκαν. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.Βελισάριος μὲν τὴν ἐπὶ τὸ Βυζάντιον οὐδενὶ κόσμῳ ᾔει, γῆς μὲν τῆς Ἰταλῶν πενταετὲς οὐδαμῆ ἀποβάς, οὐδέ πη ὁδῷ ἰέναι ἐνταῦθα ἰσχύσας, ἀλλὰ φυγῇ κεκρυμμένῃ ἐχόμενος πάντα τοῦτον τὸν χρόνον. ἔκ τε ὀχυρώματος ἀεὶ ἐπιθαλασσίου τινὸς ἐς ἄλλο ἐπὶ τῆς παραλίας ὀχύρωμα διηνεκὲςναυτιλλόμενος καὶ ἀπ’ αὐτοῦ ἀδεέστερον τοὺς πολεμίους τετύχηκε Ῥώμην τε ἀνδραποδίσαι καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. τότε δὲ καὶ Περυσίαν πόλιν. ἣ πρώτη ἐν Τούσκοις οὖσα ἐτύγχανε. πικρότατα πολιορκουμένην ἀπέλιπεν, ἥπερ αὐτοῦ ἔτι ὁδῷ ἰόντος κατ’ ἄκρας ἑάλω.ἐς Βυζάντιον δὲ ἀφικόμενος διατριβὴν τὸ λοιπὸν ἐνταῦθα εἶχε, πλούτου μὲν ἐξουσίαν περιβεβλημένος πολλήν. εὐτυχήμασι δὲ τοῖς ἔμπροσθεν αὐτῷ ξυμβεβηκόσιν ἀπόβλεπτος ὤν, ἅπερ οἱ πρότερον ἢ ἐς Λιβύην ἐστράτευσε ξυμβόλῳ προὔλεγέ τινι οὐκ ἀφανεῖ τὸ δαιμόνιον.Ὁδὲ ξύμβολος ἐγένετο ὧδε. ἦν τις Βελισαρίῳ κλῆρος ἐν Βυζαντίων τῷ προαστείῳ ὃ δὴ Παντείχιον μὲν ὀνομάζεται, κεῖται δὲ ἐν τῇ ἀντιπέρας ἠπείρῳ. ἐνταῦθα ὀλίγῳ ἔμπροσθεν ἢ ἔμελλε Βελισάριος ἐπί τε Γελίμερα καὶ Λιβύην ἐξηγήσασθαι τῷ Ῥωμαίων στρατῷ, ἐνδελεχέστατα πλήθειν οἱ τὰς ἀμπέλους ξυνέβη.οἴνου τε ὃς ἐνθένδε γεγονὼς ἔτυχε πίθων οἱ θεράποντες ἐμπλησάμενοι μέγα τι χρῆμα, καὶ αὐτῶν τὰ μὲν ἔνερθεν κατορύξαντες, τὰ δὲ ὕπερθεν πηλῷ ἐς τὸ ἀκριβὲς ἐπιβύσαντες, ἐν τῷ οἰνῶνι κατέθεντο.μησὶ δὲ ὀκτὼ ὕστερον ἐν πίθοις τισὶν ἀναβράσσων ὁ οἶνος διεσπάσατο μὲν τὸν πηλὸν ᾧπερ ἐπέφρακτο αὐτῶν ἕκαστος, ὑπερβλύσας δὲ καὶ ῥεύσας πολὺς ἐς τοσόνδε γῆν τὴν ἐχομένην ἐπέκλυσεν ὥστε καὶ τέλμα ἐν τούτῳ τῷ ἐδάφει ἐργάσασθαι μέγα.ὅπερ ἐπεὶ οἱ θεράποντες εἶδον, ἐν θάμβει μεγάλῳ γενόμενοι πολλοὺς μὲν ἐνθένδε ἀμφορέας ἐμπλήσασθαι ἔσχον, αὖθις δὲ τούτους δὴ τοὺς πίθους τῷ πηλῷ ἀποφράξαντες τὰ παρόντα ἐν σιωπῇ εἶχον.ἐπεὶ δὲ τοῦτο πολλάκις ὑπὸ τὸν αὐτὸν χρόνον γεγονὸς εἶδον, αὐτοὶ μὲν ἐπὶ τὸν κεκτημένον τὸ πρᾶγμα ἦγον, ὁ δὲ τῶν ἐπιτηδείων πολλοὺς ἐνταῦθα ἀγείρας ἐπέδειξε τὰ ποιούμενα· οἵπερ τῷ ξυμβόλῳ τεκμηριούμενοι ἐς ταύτην δὴ τὴν οἰκίαν μεγάλα προὔλεγον ἀγαθὰ ἔσεσθαι.Ταῦτα μὲν οὖν τῇδε Βελισαρίῳ ἐχώρησε. Βιγίλιος δέ, ὁ τῆς Ῥώμης ἀρχιερεύς, ξὺν Ἰταλοῖς τοῖς ἐνταῦθα τηνικάδε παροῦσι, πολλοῖς τε καὶ λογιμωτάτοις ἐσάγαν οὖσιν, οὐκέτι ἀνίει, ἀλλ’ ἔχρῃζε βασιλέως Ἰταλίας μεταποιεῖσθαι δυνάμει τῇ πάσῃ.μάλιστα δὲ πάντων αὐτὸν Γόθιγος ἐνῆγε, πατρίκιος ἀνήρ, ἐς τῶν ὑπάτων τὸν δίφρον ἀναβεβηκὼς πολλῷ πρότερον· ἐπεὶ καὶ αὐτὸς τούτων δὴ ἕνεκεν ἐς Βυζάντιον ἀφικόμενος ἔτυχεν ἔναγχος.βασιλεὺς δὲ Ἰταλίας μὲν ἐπηγγέλλετο προνοήσειν αὐτὸς, ἀμφι δὲ τὰ Χριστιανῶν δόγματα ἐκ τοῦ ἐπὶ πλεῖστον διατριβὴν εἶχεν, εὖ διαθέσθαι τὰ ἐν σφίσιν ἀντιλεγόμενα σπουδάζων τε καὶ διατεινόμενος μάλιστα.Ταῦτα μὲν ἐν Βυζαντίῳ ἐπράσσετο. ἐτύγχανε δὲ Λαγγοβάρδης ἀνὴρ ἐς Γήπαιδας φεύγων ἐξ αἰτίας τοιᾶσδε.ἡνίκα Λαγγοβαρδῶν Οὐάκης ἦρχεν, ἦν τίς οἱ ἀνεψιὸς Ῥισιοῦλφος ὄνομα. ὃν δὴ ὁ νόμος, ἐπειδὰν Οὐάκης τελευτήσειεν, ἐπὶ τὴν ἡγεμονίαν ἐκάλει.προνοήσας οὖν Οὐάκης ὅπως εἰς τὸν παῖδα τὸν αὑτοῦ ἡ ἀρχὴ ἄγοιτο, ἔγκλημα Ῥισιούλφῳ ἐπενεγκὼν αἰτίαν οὐκ ἔχον φυγῇ τὸν ἄνθρωπον ἐζημίωσεν.ὃς δὴ ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ξὺν ὀλίγοις τισὶν ἐς τοὺς Οὐάρνους αὐτίκα φεύγει, παίδων οἱ ἀπολελειμμένων ἐνταῦθα δυοῖν.χρήμασι δὲ Οὐάκης τοὺς βαρβάρους τούτους ἀνέπεισε τὸν Ῥισιοῦλφον κτεῖναι. τῶν δὲ Ῥισιούλφου παίδων ὁ μὲν εἷς ἐτελεύτησε νόσῳ, ὁ δὲ δὴ ἕτερος, Ἰλδίγης ὄνομα, ἐς Σκλαβηνοὺς φεύγει.Οὐ πολλῷ μὲν οὖν ὕστερον ὁ μὲν Οὐάκης νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐς δὲ Οὐάλδαρον, τὸν Οὐάκου υἱόν, ἡ Λαγγοβαρδῶν ἦλθεν ἀρχή. ᾧ δὴ παιδὶ κομιδῆ ὄντι ἐπίτροπος καταστὰς Αὐδουὶν τὴν ἀρχὴν διῳκεῖτο.δυνάμει τε πολλῇ ἀπ’ αὐτοῦ χρώμενος αὐτὸς τὴν ἀρχὴν οὐκ ἐς μακρὰν ἔσχε, τοῦ παιδὸς τούτου νόσῳ αὐτίκα ἐξ ἀνθρώπων ἀφανισθέντος.ἡνίκα τοίνυν Γήπαισί τε καὶ Λαγγοβάρδαις ὁ πόλεμος κατέστη, ὥσπερ μοι εἴρηται, Ἰλδίγης εὐθὺς Λαγγοβαρδῶν τε τούς οἱ ἐπισπομένους καὶ Σκλαβηνῶν πολλοὺς ἐπαγαγόμενος ἐς Γήπαιδας ἦλθε, καὶ αὐτὸν Γήπαιδες κατάξειν ἐπὶ τὴν ἀρχὴν ἐλπίδα εἶχον.