ταῦτά τε ὀμωμοκότι τῷ ἀνδρὶ ὠνείδιζεν εἰ βασιλεῖ ξυγγενὴς πλησιαίτατος ὢν ἀγοραίους μὲν καὶ ἀγελαίους ἀνθρώπους τινὰς ἔχοντας οὐδὲν αὐτοῖς προσῆκον ὁρῶν τὰς τῆς πολιτείας ἀρχάς, αὐτὸς δὲ τηλίκος ὢν ἤδη ὡς αὐτοῦ εἶναι διοικεῖσθαι τὰ πράγματα, οὐχ αὑτὸν μόνον περιορῴη, ἀλλὰ καὶ τὸν πατέρα, καίπερ ἐπ’ ἄκρον ἀρετῆς ἥκοντα, καὶ τὸν ἀδελφὸν Ἰουστινιανὸν ἐν ἰδιώτου μοίρᾳ καθημένους τὸν πάντα αἰῶνα.καὶ οὐδὲ τοῦ θείου τὴν οὐσίαν αὐτὸν εἰσιέναι ξυνέβη, ἧς δὴ κληρονόμος τά γε ὅσα βεβουλῆσθαι Βοραΐδην αὐτὸς γεγονώς, εἶτα οὐ δέον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀφῄρηται.καίτοι πολλῷ ἔτι μᾶλλον αὐτοὺς περιοφθήσεσθαι εἰκὸς αὐτίκα δὴ μάλα, ἐπειδὰν τάχιστα Βελισάριος ἐξ Ἰταλίας ἀφίκηται. ἠγγέλλετο γὰρ ὢν ἐν Ἰλλυριοῖς ἤδη που μέσοις.τοσαῦτα ὑπειπὼν Ἀρσάκης ἐς τὴν ἐς βασιλέα ἐπιβουλὴν τὸν νεανίαν ὥρμα, τά τέ οἱ αὐτῷ καὶ Ἀρταβάνῃ ξυγκείμενα καὶ τῷ Χαναράγγῃ ἀμφὶ τὸ ἔργον τοῦτο ἀποκαλύψας.ταῦτα Ἰουστῖνος ἀκούσας ξυνεταράχθη τε καὶ ἰλιγγιάσας ἄντικρυς τῷ Ἀρσάκῃ ἀπεῖπε μήτ’ ἄν οἱ αὐτῷ μήτε Γερμανῷ τῷ πατρὶ ταῦτά ποτε ποιητέα εἶναι.Καὶ ὁ μὲν Ἀρσάκης τὰ ξυμπεσόντα τῷ Ἀρταβάνῃ ἀπήγγειλεν, ὁ δὲ Ἰουστῖνος ἐς τὸν πατέρα τὸν πάντα λόγον ἀνήνεγκε. καὶ ὃς Μαρκέλλῳ κοινολογησάμενος, ὃς τῶν ἐν Παλατίῳ φυλάκων ἦρχεν, ἀμφὶ τὸ πρᾶγμα ξυμβουλὴν ἐποιεῖτο, εἴπερ σφίσι ταῦτα ἐς βασιλέα ἐξενεγκεῖν ξύμφορον εἴη.ἦν δὲ οὗτος ὁ Μάρκελλος ἐμβριθέστατός τε τὸ ἦθος καὶ τῇ σιωπῇ τὰ πολλὰ νέμων, οὔτε χρημάτων τι ἕνεκα πράσσων οὔτε λόγων ἢ πράξεων γελωτοποιῶν ἀνεχόμενος οὔτε ἄλλως ἀνειμένῃ διαίτῃ χαίρων, ἀλλὰ βίον σκληρόν τέ τινα καὶ ἡδονῆς ἀλλότριον ἐς ἀεὶ ἔχων, τοῦ μέντοι δικαίου ἐπιμελητὴς ἀκριβὴς καὶ τοῦ ἀληθοῦς διαπυρώτατος ἐραστής.ὃς δὴ τότε οὐκ εἴα τὸν λόγον ἐς βασιλέα φέρεσθαι. “Σὲ μὲν γὰρ τούτου” ἔφη “μηνυτὴν γενέσθαι ἀξύμφορον. ἢν γάρ τι λάθρα ἐρεῖν βασιλεῖ βούλοιο, ὑποτοπήσουσί τε εὐθὺς οἱ ἀμφὶ Ἀρταβάνην αὐτὸ μεμηνύσθαι, καὶ ἤν που Ἀρσάκης διαφυγὼν λαθεῖν δύνηται, ἀνεξέλεγκτον τὸ ἔγκλημα μενεῖ.ἐγὼ δέ τι μὴ λίαν ἀκριβολογησάμενος ἢ πιστεύειν αὐτὸς ἢ βασιλεῖ ἐσαγγέλλειν οὐδαμῆ εἴωθα.βούλομαι τοίνυν ἢ τῶν λόγων αὐτήκοος γενέσθαι ἢ τῶν μοι ἐπιτηδείων τινὰ ἐκ παρασκευῆς ὑμετέρας ἀκοῦσαι τοῦ ἀνθρώπου λέγοντός τι ὑπὲρ τούτων διαφανές.”Ταῦτα ὁ Γερμανὸς ἀκούσας Ἰουστῖνον τὸν παῖδα ἐκέλευε πράσσειν ὅπως ἡ Μαρκέλλου ἐπίταξις ἐπιτελὴς εἴη.ὁ δὲ Ἀρσάκῃ μέν τι ὑπὲρ τούτου εἰπεῖν οὐκέτι εἶχεν, ἐπεὶ ἄντικρυς αὐτῷ, ὥσπερ μοι ἐρρήθη, ἀπειπὼν ἔτυχε.τοῦ δὲ Χαναράγγου ἀνεπυνθάνετο εἰ Ἀρταβάνου γνώμῃ ἔναγχος Ἀρσάκης παρ’ αὐτὸν ἥκοι. “Ἐγὼ μὲν γὰρ οὐκ ἄν ποτε” ἔφη “τῶν τι ἀπορρήτων ἐθάρσησα ἐπ’ ἐκείνῳ τοιῷδε ὄντι καταλιπεῖν.ἀλλ’ εἴ μοι βούλοιό τι αὐτὸς τῶν προὔργου εἰπεῖν, ἐπὶ κοινῆς βουλευσάμενοι τάχαἄν τι καὶ ἀγαθὸν πράξαιμεν.” ὑπὲρ τούτων ὁ Χαναράγγης τῷ Ἀρταβάνῃ κοινολογησάμενος ἅπαντα ἐς τὸν Ἰουστῖνον ἐξήνεγκεν, ὅσα δὴ πρότερον Ἀρσάκης αὐτῷ εἰπὼν ἔτυχεν.Ἐπεὶ δὲ Ἰουστῖνος αὐτός τε ἅπαντα ἐπιτελέσειν καὶ τὸν πατέρα ὡμολόγει ὁμογνωμονοῦντα παρέξεσθαι, ἐδόκει τῷ Γερμανῷ τὸν Χαναράγγην ἐς λόγους ξυμμῖξαι, τακτή τε ἡμέρα τῷ διαλόγῳ ξυνέκειτο.ταῦτα ὁ Γερμανὸς Μαρκέλλῳ σημήνας ἠξίου τῶν τινά οἱ ἐπιτηδείων παρέχεσθαι σφίσιν,αὐτήκοον τῶν Χαναράγγου λόγων ἐσόμενον. ὁ δὲ Λεόντιον παρείχετο, τὸν Ἀθανασίου γαμβρόν, ἄνδρα λόγου τε τοῦ δικαίου μεταποιούμενον καὶ ἀληθίζεσθαι ἐξεπιστάμενον μάλιστα.ὃν δὴ ὁ Γερμανὸς ἐς τὴν οἰκίαν ἐσαγαγὼν ἐν δωματίῳ ἐκάθισεν, ἵνα δὴ ἀπεκρέματό τις παχεῖα σινδὼν παραπέτασμα τῆς στιβάδος οὖσα, ἐφ’ ἧς ἑστιᾶσθαι εἰώθει.ταύτης τε τῆς σινδόνος τὸν μὲν Λεόντιον ἐντὸς ἔκρυψεν, αὐτὸς δὲ ξὺν Ἰουστίνῳ τῷ παιδὶ ἐκτὸς ἔμενεν.ἐνταῦθα τοῦ Χαναράγγου ἀφικομένου ἤκουσε σαφῶς ὁ Λέοντιος ἅπαντα λέγοντος, ἅπερ αὐτῷ τε καὶ Ἀρταβάνῃ καὶ τῷ Ἀρσάκῃ ἐν βουλῇ ἐγεγόνει.ἐν τοῖς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς, ἢν βασιλέα κτείνωσι Βελισαρίου ἔτι ἐς Βυζάντιον ὁδῷ ἰόντος, οὐδὲν ἂν τῶν βεβουλευμένων προχωρήσειε σφίσιν· εἴπερ αὐτοῖς μὲν βασιλέα Γερμανὸν καταστήσεσθαι βουλομένοις εἴη, Βελισάριον δὲ πλῆθος στρατιᾶς ἀθροίσειν εἰκὸς ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, οὕτω τε σφίσιν ἐπιόντα τὸν ἄνθρωπον οὐδεμιᾷ μηχανῇ ἀπωθεῖσθαι ἱκανοὶ ἔσονται.δεήσει γοῦν ἐς μὲν τὴν Βελισαρίου παρουσίαν ἀποθέσθαι τὴν πρᾶξιν, ἐπειδὰν δὲ ὁ ἀνὴρ τάχιστα ἐς Βυζάντιόν τε ἀφίκηται καὶ παρὰ βασιλέα ἐν Παλατίῳ εἴη, τότε δή, ἑσπέρας βαθείας που οὔσης, ἐγχειρίδια φέροντας ἀπροσδοκήτους ἐνταῦθα γενέσθαι, καὶ Μάρκελλόν τε καὶ Βελισάριον ξὺν βασιλεῖ κτεῖναι.οὕτω γὰρ τὸ ἐνθένδε ἀδεέστερον ᾗ βούλονται διοικήσονται. Ταῦτα Μάρκελλος πρὸς Λεοντίου μαθὼν οὐδ’ ὣς ἐς βασιλέα τὸν λόγον ἀνενεγκεῖν ἔγνω, ἀλλ’ ἔτι ὀκνήσει πολλῇ εἴχετο, τοῦ μὴ τὸν Ἀρταβάνην σπουδῇ πολλῇ κατεργάσασθαι ἀπερισκέπτως.ὁ μέντοι Γερμανος ἅπαντα ἔς τε Βούζην καὶ Κωνσταντιανὸν ἐξήνεγκε, δείσας, ὅπερ ἐγένετο, μή τινα ἐκ τῆς μελλήσεως ὑποψίαν λάβῃ.