οὗτος μὲν οὖν ὁ Ῥωμαίων στρατὸς εἰς δισχιλίους τε καὶ μυρίους ξυνείλεκτο, ἄρχοντες δὲ αὐτῶν ἕνδεκα ἦσαν, ὧν οἱ πρῶτοι ἐτύγχανον Κωνσταντινανός τε καὶ Ἀλέξανδρος, οἳ καὶ εὐθὺ πόλεως Βερώνης ἐχώρουν.γενόμενοι δὲ αὐτῆς ἄγχιστα, ὅσον ἀπὸ σταδίων ἑξήκοντα, ἐστρατοπεδεύσαντο ἐν τῷ ταύτῃ πεδίῳ. τούτου γὰρ πανταχόσε τοῦ χωρίου πεδία ἱππήλατά ἐστι, διήκοντα ἐς Μάντουαν πόλιν, ἥπερ διέχει πόλεως Βερώνης ἡμέρας ὁδῷ.Ἦν δέ τις ἐν Βενέτοις ἀνὴρ λόγιμος, Μαρκιανὸς ὄνομα, ὅσπερ ἐν φρουρίῳ μὲν κατῴκητο πόλεως Βερώνης οὐ πολλῷ ἄποθεν, εὐνοϊκῶς δὲ βασιλεῖ ἐς τὰ μάλιστα ἔχων τὴν πόλιν παραδοῦναι τῷ Ῥωμαίων στρατῷ ἐν σπουδῇ ἐποιεῖτο.καί, ἦν γάρ οἱ τῶν τις φυλάκων ἐκ παιδὸς γνώριμος, πέμψας παρ’ αὐτὸν τῶν οἱ ἐπιτηδείων τινὰς χρήμασιν ἀναπείθει τὸν ἄνθρωπον τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι.καὶ ἐπεὶ ταῦτα ὡμολόγει ὁ τῶν πυλῶν φύλαξ, πέμπει τοὺς πρὸς αὐτὸν πράξαντας ὁ Μαρκιανὸς παρὰ τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, ἐφ’ ᾧ τά τε ξυγκείμενα ἐσαγγείλωσι καὶ ξὺν αὐτοῖς ἐς τὴν πόλιν εἰσβάλλωσι νύκτωρ.ἔδοξε δὲ τοῖς ἄρχουσι ξύμφορον εἶναι προτερῆσαι μὲν αὐτῶν ἕνα ξὺν ὀλίγοις τισίν· ἢν δέ γε ὁ φύλαξ αὐτοῖς ἀνακλίνῃ τὰς πύλας, ἔχεσθαί τε αὐτῶν καὶ τῇ πόλει ξὺν τῷ ἀσφαλεῖ τὸν στρατὸν δέξασθαι.τῶν μὲν οὖν ἄλλων ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, Ἀρταβάζης δὲ μόνος Ἀρμένιος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, ἐς τὴν πρᾶξιν οὔτι ἀκουσίως καθῆκεν αὑτόν.οὗτος ὁ ἀνὴρ Περσῶν μὲν ἡγεῖτο, οὓς Βελισάριος ἐς Βυζάντιον ἐκ τῆς Περσῶν γῆς σὺν τῷ Βλησχάμῃ ὀλίγῳ ἔμπροσθεν ἐτύγχανε πέμψας, τὸ Σισαυράνων ἐξελὼν φρούριον.τότε δὲ ἄνδρας ἑκατὸν ἐκ τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἀωρὶ τῶν νυκτῶν ἄγχιστα τοῦ περιβόλου ἐγένετο.καὶ ἐπεὶ ὁ φύλαξ ᾗπερ ξυνέκειτο ἀνεπέτασε σφίσι τὰς πύλας, οἱ μέν τινες ἐνταῦθα ἑστῶτες τὸ στράτευμα μετεπέμποντο, οἱ δὲ ἀναβάντες ἐπὶ τὸ τεῖχος τοὺς ταύτῃ φυλάσσοντας ἔκτειναν ἀπροσδόκητοι ἐπιπεσόντες.ἐπεὶ δὲ Γότθοι ἅπαντες ᾔσθοντο τοῦ κακοῦ, διὰ πυλῶν ἑτέρων φεύγοντες ᾤχοντο. Πέτρα δέ τις ἐς ἄγαν ὑψηλὴ πρὸ τοῦ περιβόλου ἀνέχει, ὅθεν ἅπαντα κατανοεῖν πάρεστι τὰ ἐν Βερώνῃ πρασσόμενα καὶ ἀπαριθμεῖσθαι τοὺς ταύτῃ ἀνθρώπους, καὶ μὴν καὶ τοῦ πεδίου ἐπὶ πλεῖστον ὁρᾶν.ἐνταῦθα οἱ Γότθοι καταφυγόντες τὴν νύκτα ὅλην ἡσύχαζον. ὁ δὲ Ῥωμαίων στρατὸς ἀπὸ σταδίων τεσσαράκοντα τῆς πόλεως ἥκων οὐκέτι ἐπίπροσθεν ᾔει, τῶν ἐν τῇ πόλει χρημάτων ἀλλήλοις ἀμφισβητούντων τῶν στρατηγῶν.ἔτι τε αὐτῶν ἀμφὶ ταύτῃ διαμαχομένων τῇ λείᾳ ἡμέρα τε ἤδη διαφανῶς γέγονε καὶ οἱ Γότθοι ἀπὸ τῆς ἄκρας ἐς τὸ ἀκριβὲς κατανενοηκότες τῶν τε ἀνὰ τὴν πόλιν πολεμίων καὶ ὅσον Βερώνης τὸ ἄλλο στράτευμα διέχον εἱστήκει, δρόμῳ ἐπὶ τὴν πόλιν ἐχώρουν δι’ αὐτῶν τῶν πυλῶν ὅθεν ἀπαλλαγέντες πρότερον ἔτυχον· οὐδὲ γὰρ αὐτῶν οἱ ἐσεληλυθότες ἔχεσθαι ἴσχυσαν.Ῥωμαῖοι μὲν οὖν ξυμφρονήσαντες τοῦ περιβόλου ἀμφὶ τὰς ἐπάλξεις κατέφυγον, τῶν δὲ βαρβάρων αὐτοῖς πλήθει πολλῷ ἐς χεῖρας ἰόντων οἵ τε ἄλλοι καὶ Ἀρταβάζης πάντων μάλιστα ἔργα θαυμαστὰ ἐνδεικνύμενοι καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο.Καὶ τότε δὴ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ ὑπὲρ τῶν ἐν Βερώνῃ χρημάτων πρὸς ἀλλήλους διοικησάμενοι παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ τὴν πόλιν χωρεῖν ἔγνωσαν.ἀποκεκλεισμένας δὲ σφίσι τὰς πύλας εὑρόντες ἰσχυρότατά τε τοὺς πολεμίους ἀμυνομένους ὀπίσω κατὰ τάχος ἀπήλαυνον, καίπερ μαχομένους ἐντὸς τοῦ περιβόλου τοὺς ἑτέρους θεώμενοι καὶ δεομένους μὴ σφᾶς ἀπολιπεῖν, ἀλλ’ αὐτοῦ μένειν, ἕως ἂν καταφυγόντες ἐς αὐτοὺς σώζοιντο.διὸ δὴ οἱ ἀμφὶ τὸν Ἀρταβάζην τῷ τε πλήθει βιαζόμενοι τῶν πολεμίων καὶ ἀπογνόντες τὴν ἀπὸ τῶν οἰκείων ἐπικουρίαν, ἀπὸ τοῦ τείχους ἔξω ἥλαντο ἅπαντες.οἷς μὲν οὖν καταπεσεῖν ἐφ’ ὁμαλοῦ χωρίου ξυνέβη, οὗτοι δὴ ἀθῷοι ἐς τὸ Ῥωμαίων στρατόπεδον ἐκομίσθησαν, ἐν οἷς καὶ Ἀρταβάζης ἦν· ὅσοι μέντοι ἐς δυσχωρίας κατέπεσον, αὐτοῦ ἅπαντες διεφθάρησαν.ἐπεί τε Ἀρταβάζης ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθε, πολλά τε ὀνειδίσας καὶ λοιδορησάμενος ἅπασι ξὺν αὐτοῖς ᾔει, τόν τε Ἠριδανὸν διαβάντες ἐν Φαβεντίᾳ πόλει ἐγένοντο, ἣ χώρας μὲν τῆς Αἰμιλίας ἐστί, σταδίους δὲ εἴκοσι καὶ ἑκατὸν Ῥαβέννης διέχει.Τουτίλας δὲ τὰ ἐν Βερώνῃ ξυμπεσόντα μαθὼν Γότθων τε τῶν ἐκ Βερώνης πολλοὺς μετεπέμπετο, καὶ ἐπεὶ παρῆσαν, παντὶ τῷ στρατῷ, ἐς πεντακισχιλίους ὄντι, ἐπὶ τοὺς ἐναντίους ᾔει. ὃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο.καὶ παρελθὼν Ἀρταβάζης ἔλεξε τοιάδε· “Μηδεὶς ὑμῶν, ἄνδρες ἄρχοντες, ὑπερφρονεῖν τῶν πολεμίων ἅτε ἡμῶν τῷ πλήθει ἐλασσουμένων τανῦν ἀξιούτω, μηδέ, ὅτι πρὸς τοὺς Βελισαρίῳ δεδουλωμένους ἀγωνίζεται, λογισμῷ ἀναπεπτωκότι ἐπ’ αὐτοὺς ἴτω.πολλοὶ γὰρ δόξῃ οὐκ ἀληθεῖ ἐξηπατημένοι σφᾶς αὐτοὺς ἔσφηλαν, καὶ καταφρόνημά τισιν οὐκ ἐν δέοντι γινόμενον τὴν ὑπάρχουσαν αὐτοῖς καταλῦσαι δύναμιν ἴσχυσεν, ἐπεὶ καὶ ἄλλως ἡ προλαβοῦσα κακοπραγία τούσδε τοὺς ἄνδρας ἐς εὐτυχίαν παρακαλεῖ.