οὕτω γὰρ αὐτοὺς ῥᾷστα ᾤετο σφίσι μὲν καὶ ἵπποις τοῖς σφετέροις τὰ ἐπιτήδεια πάντα πορίζεσθαι, τοὺς δὲ πολεμίους ἐν στενοχωρίᾳ, ὡς τὸ εἰκός, ἀποκρούεσθαι δυνατοὺς ἔσεσθαι.τὰ γὰρ Λευκανῶν ὄρη μέχρι ἐς Βριττίους διήκοντα καὶ πρὸς ἄλληλα ἐν στενῷ ξυνιόντα δύο μόνας εἰσόδους στενὰς μάλιστα ἐνταῦθα ποιεῖται, ὧν ἁτέρα μὲν Πέτρα Αἵματος τῇ Λατίνων φωνῇ κέκληται, Λαβοῦλαν δὲ τὴν ἑτέραν καλεῖν οἱ ἐπιχώριοι νενομίκασιν.ἐνταῦθα μὲν παρὰ τὴν ἀκτὴν Ῥουσκιανή ἐστι τὸ Θουρίων ἐπίνειον, ὕπερθεν δὲ αὐτοῦ ὅσον ἀπὸ σταδίων ἑξήκοντα φρούριον ἐχυρώτατον ἐδείμαντο οἱ πάλαι Ῥωμαῖοι. ὅπερ Ἰωάννης πολλῷ πρότερον καταλαβὼν ἔτυχε φρουράν τε λόγου ἀξίαν ἐκείνῃ καταστησάμενος.Οἱ μὲν οὖν Βελισαρίου στρατιῶται ἐνταῦθά πη ἰόντες πολεμίων στρατεύματι ἐντυγχάνουσιν, οὕσπερ ὁ Τουτίλας ἔπεμψεν, ἐφ’ ᾧ ἀποπειράσονται τοῦ τῇδε φρουρίου.ἐς χεῖρας δὲ αὐτοῖς αὐτίκα ἐλθόντες ἀρετῇ τε οὐδενὶ πόνῳ ἔτρεψαν, καίπερ αὐτῶν τῷ πλήθει παρὰ πολὺ ἐλασσούμενοι, καὶ πλέον ἢ διακοσίους διέφθειραν.οἱ δὲ λοιποὶ φεύγοντες παρὰ Τουτίλαν τε ἀφίκοντο καὶ τὰ ξυμπεσόντα πάντα ἐσήγγελλον· οἵ τε Ῥωμαῖοι αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον, ἅτε δὲ ἄναρχοι καὶ νενικηκότες ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο.οὔτε γὰρ ἀγηγερμένοι ἡσύχαζον οὔτε ἄγχιστα τῆς στενοχωρίας ἐγκαθεζόμενοι τὰς εἰσόδους ἐφύλασσον, ἀλλ’ ἐς ὀλιγωρίαν τραπόμενοι νύκτωρ μὲν ὡς ἀπωτάτω ἀλλήλων διεσκηνημένοι ἐκάθευδον, ἐν δὲ δὴ τῇ ἡμέρᾳ τὰ ἐπιτήδεια διερευνώμενοι περιήρχοντο, οὔτε τινὰς ἐπὶ κατασκοπῇ στείλαντες οὔτε ἄλλο ὁτιοῦν ἀσφαλείας πέρι βεβουλευμένοι.Τουτίλας οὖν, ἐπειδὴ ἐπύθετο ἅπαντα, ἐς τρισχιλίους ἱππεῖς τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἐπὶ τοὺς πολεμίους ᾔει.καὶ αὐτοῖς ἐπιπεσὼν ἀπροσδοκήτως οὐ ξυντεταγμένοις, ἀλλ’ οὕτω περιιοῦσιν ὥσπερ εἴρηται,κατέπληξέ τε καὶ συνετάραξεν ἅπαντας. ἐνταῦθα Φάζας ʽἄγχιστα γάρ πη ἐσκηνημένος ἐτύγχανεν’ ὑπαντιάσας τοῖς πολεμίοις ἔργα τε ἀρετῆς ἄξια ἐνδειξάμενος, τισὶ μὲν τοῦ διαφυγεῖν αἴτιος γέγονεν, αὐτὸς δὲ ξὺν τοῖς ἀμφ’ αὐτὸν ἅπασι θνήσκει.μέγα τε πάθος τοῦτο Ῥωμαίοις ξυνέβη, ἐπεὶ ἐς αὐτοὺς ἅτε διαφέροντας τὰ πολέμια τὴν ἐλπίδα ξύμπαντες εἶχον.ὅσοι μέντοι φυγεῖν ἴσχυσαν, ὥς πη ἑκάστῳ δυνατὰ γέγονε διεσώθησαν. πρῶτός τε Βαρβατίων ὁ Βελισαρίου δορυφόρος ξὺν ἑτέροις δυοῖν φεύγων ἀνὰ κράτος ἐς τὸν Κρότωνα ἦλθε. καὶ τύχην τὴν παροῦσαν ἀπαγγέλλων ἐπεῖπεν οἴεσθαι αὐτίκα δὴ μάλα καὶ τοὺς βαρβάρους παρέσεσθαι.Βελισάριος δὲ ταῦτα ἀκούσας ἔν τε μεγάλῳ πένθει ἐγίνετο καὶ ἐς τὰς ναῦς ἐσεπήδησεν. ἔνθεν τε ἄραντες καὶ πνεύματος ἐπιτυχόντες ἐκείνῃ τῇ ἡμέρᾳ τῇ Σικελίας Μεσήνῃ προσέσχον, ἣ τοῦ μὲν Κρότωνος ἑπτακοσίους σταδίους διέχει, Ῥηγίνων δὲ καταντικρὺ κεῖται.Ὑπὸ τοῦτον τὸν χρόνον Σκλαβηνῶν στράτευμα διαβάντες ποταμὸν Ἴστρον Ἰλλυριοὺς ἅπαντας ἄχρι Ἐπιδαμνίων ἔδρασαν ἀνήκεστα ἔργα, κτείνοντες καὶ ἀνδραποδίζοντες τοὺς ἐν ποσὶν ἡβηδὸν ἅπαντας καὶ τὰ χρήματα ληϊζόμενοι.ἤδη δὲ καὶ φρούρια ἐνταῦθα πολλά τε καὶ δοκοῦντα ἐχυρὰ τὰ πρότερα εἶναι οὐδενὸς ἀμυνομένου ἐξελεῖν ἴσχυσαν, καὶ περιήρχοντο ξύμπαντα κατ’ ἐξουσίαν διερευνώμενοι.οἱ δὲ τῶν Ἰλλυριῶν ἄρχοντες στράτευμα πεντακισχιλίων τε καὶ μυρίων ἔχοντες εἵποντο, ἄγχιστα μέντοι τῶν πολεμίων οὐδαμῆ ἐτόλμων ἰέναι.Τότε δὲ καὶ σεισμοὶ πολλάκις χειμῶνος ὥρᾳ σκληροί τε λίαν καὶ ὑπερφυεῖς ἔν τε Βυζαντίῳ καὶ χωρίοις ἄλλοις ἐγένοντο, νύκτωρ ἅπαντες.καὶ οἱ μὲν ταύτῃ ᾠκημένοι καταχωσθήσεσθαι ὑποτοπήσαντες ἐν δέει μεγάλῳ ἐγένοντο, οὐδὲν μέντοι ἐνθένδε φλαῦρον αὐτοῖς ξυνηνέχθη παθεῖν.Τότε καὶ Νεῖλος ὁ ποταμὸς ὑπὲρ ὀκτωκαίδεκα πήχυς ἀναβὰς ἐπέκλυσε μὲν τὴν Αἴγυπτον καὶ ἤρδευσε πᾶσαν, ἀλλὰ ἐν μὲν Θηβαΐδι τῇ ὕπερθεν οὔσῃ ὑφιζάνοντά τε καὶ ἀποχωροῦντα τοῖς καθήκουσι χρόνοις τὰ ὕδατα παρείχετο τοῖς τῇδε ᾠκημένοις σπείρειν τε τὴν γῆν καὶ τῶν ἄλλων ἐπιμελεῖσθαι ᾗπερ εἰώθει·χώρας δὲ τῆς ἔνερθεν ἐπειδὴ πρῶτον ἐπεπόλασεν, οὐκέτι ἀπέβη, ἀλλ’ ἐνοχλῶν αὐτῇ ξύμπαντα διαγέγονε τὸν τοῦ σπείρειν καιρόν, οὐ ξυμπεσὸν τοῦτό γε πρότερον ἐκ τοῦ παντὸς αἰῶνος, ἔστι δὲ οὗ καὶ ἀπολωφῆσαν τὸ ὕδωρ ἐπέκλυσεν αὖθις οὐ πολλῷ ὕστερον.ταύτῃ τε ἅπαντα ἐσεσήπει τὰ σπέρματα, ὅσα δὴ μεταξὺ καταβεβλημένα ἐς τὴν γῆν ἔτυχε. καὶ οἱ μὲν ἄνθρωποι τῷ παραλόγῳ τῆς ξυμφορᾶς ἀμηχανίᾳ πολλῇ εἴχοντο, τῶν δὲ ἄλλων ζῴων ἀπορίᾳ τροφῆς τὰ πλεῖστα ἐφθάρη.Τότε καὶ τὸ κῆτος, ὃ δὴ Βυζάντιοι Πορφύριον ἐκάλουν, ἑάλω. τοῦτό τε τὸ κῆτος πλέον μὲν ἢ ἐς πεντήκοντα ἐνιαυτοὺς τό τε Βυζάντιον καὶ τὰ ἀμφ’ αὐτὸ χωρία ἠνώχλει, οὐκ ἐφεξῆς μέντοι, ἀλλὰ διαλεῖπον, ἂν οὕτω τύχῃ, πολύν τινα μεταξὺ χρονον.καὶ πολλὰ μὲν κατέδυσε πλοῖα, πολλῶν δὲ τοὺς ἐπιβατας ξυνταράττον τε καὶ βιαζόμενον ὡς ἀπωτάτω ἀπήνεγκεν. ἐπιμελὲς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐγεγόνει τὸ θηρίον τοῦτο χειρώσασθαι. ἐπιτελέσαι δὲ τὸ βούλευμα οὐδεμιᾷ μηχανῆ ἔσχεν. ὅπως δὲ αὐτῷ τανῦν ἁλῶναι ξυνέπεσεν.