καὶ οἱ μὲν ἔφευγον, ἐγὼ δὲ καθαιρεῖν τῶν πόλεων τὰς ἁλισκομένας ἐκέλευον.ὑμεῖς δὲ τὴν εὐβουλίαν θαυμάζοντες ὑπουργεῖτε τῇ γνώμῃ ταύτῃ, τὸ ἔργον, ὡς τὸ εἰκός, οἰκειούμενοι. ὁ γὰρ ἐπαινέσας τὸν δράσαντα οὐδέν τι ἧσσον τῶν πεπραγμένων αὐτουργὸς γίνεται.νῦν δὲ μεταβέβλησθε, ὦ φίλτατοι Γότθοι, ἐπειδὴ ξυνέβη Βελισάριον κρεῖσσον λόγου θράσος ἑλόμενον τῶν ἐγκεχειρημένων αὐτῷ παρὰ δόξαν κρατεῖν, καὶ ἀπ’ αὐτοῦ καταπεπλῆχθαι τὸν ἄνθρωπον ἅτε ἀνδρεῖον ὑμῖν ξυμβαίνει.ῥᾷον γὰρ οἱ θρασεῖς εὔτολμοι κέκληνται ἢ οἱ προμηθεῖς ἀσφαλεῖς. ὁ μὲν γὰρ παρὰ τὰ καθεστῶτα τολμήσας ἐννοίᾳ τοῦ δοκοῦντος δραστηρίου τετίμηται, ὁ δὲ προμηθεῖ γνώμῃ ἀποκνήσας τὸν κίνδυνον ἀποτυχών τε τὴν αἰτίαν ἐπισπᾶται τῶν ξυμπιπτόντων καὶ πράξας κατὰ νοῦν οὐδὲν αὐτὸς τοῖς γε ἀμαθέσιν ἐργάσασθαι δοκεῖ.Χωρὶς δὲ τούτων οὐκ ἐκλογίζεσθε ὅτι ἐμοὶ χαλεπαίνετε, δι’ ὧν ὑμῖν ἀγανακτεῖν ξυμβαίνει τανῦν. Ἢ Βελισάριον εὐδοκιμηκέναι καθ’ ὑμῶν οἴεσθε, οἵπερ δορυάλωτοι ὄντες καὶ δραπέται γεγενημένοι ὑπ’ ἐμοί τε στρατηγοῦντι ὅπλα ἀντάραντες ὑπερβαλέσθαι πολλάκις αὐτὸν τῷ πολέμῳ δεδύνησθε;καίτοι εἰ μὲν ἐμῇ ἀρετῇ ἐκεῖνα ὑμᾶς εἰργάσθαι ξυνέβη, ταύτην ὑμᾶς αἰσχυνομένους χρὴ σιωπᾶν, ἐν τοῖς πταίσμασι δὴ τῶν ἀνθρώπων ἐνθυμουμένους ὡς οὐδὲν πέφυκεν ἐφ’ ἑαυτοῦ μένειν· εἰ δέ τις ὑμῖν τύχη ἐκεῖνο τὸ κράτος ἐβράβευσε, σέβειν μᾶλλον ἢ δυσκόλως πρὸς αὐτὴν ἔχειν ὑμῖν ξυνοίσει, ὡς μὴ προσκεκρουκότες τὴν εὐγνωμοσύνην μεταμαθεῖν βιάζησθε.καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ σώφρονος τρόπου φανείη τοὺς πολλά τε καὶ μεγάλα περιβεβλημένους εὐτυχήματα οὐ πολλῷ ἔμπροσθεν ἐν βραχεῖ τε τανῦν πταίσαντας οὕτω δεδουλῶσθαι τὸ φρόνημα; οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτόν ἐστιν ἢ ἀπαξιοῦν τε καὶ ἀπαρνεῖσθαι ἀνθρώπους εἶναι.τὸ γὰρ ἐν οὐδενὶ σφάλλεσθαι χρόνῳ θεοῦ ἂν ἴδιον γένοιτο. τούτων τοίνυν φημὶ χρῆναι ἀφεμένους ὑμᾶς προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς ἐν Περυσίᾳ πολεμίοις ἰέναι. ἢν γὰρ ἐκείνους ἐξελεῖν δυνήσησθε, αὖθις ὑμῖν τὰ τῆς τύχης ἐν καλῷ κείσεται.τὸ μὲν γὰρ ξυμπεσὸν οὐδ’ ἂν ὁ πᾶς αἰὼν ἀποίητον τίθεσθαι δύναιτο, εὐτυχημάτων δὲ ἄλλων ἐπιγινομένων τοῖς ἐπταικόσι λελωφηκέναι ξυμβαίνει τὴν τῶν κακῶν μνήμην.Ἔσται δὲ ὑμῖν ἡ Περυσίας ἐπικράτησις οὐδενὶ πόνῳ. Κυπριανὸς γὰρ ὃς τῶν ἐνταῦθα Ῥωμαίων ἦρχε, τύχῃ τε καὶ βουλαῖς ἡμετέραις ἐκποδὼν γέγονε, πλῆθος δὲ ἄναρχον ἄλλως τε καὶ τῶν ἀναγκαίων ὑποσπανίζον ἀνδραγαθίζεσθαι ἥκιστα πέφυκεν.οὐ μὴν οὐδὲ ὄπισθέν τις ἐς ἡμᾶς κακουργήσει· τάς τε γὰρ τοῦ ποταμοῦ γεφύρας τούτου ἕνεκα καθελεῖν ἔγνωκα, ὡς μή τι πάθοιμεν ἐξ ἐπιδρομῆς ἀπροσδόκητον, καὶ ὑπόπτους ξυμβαίνει Βελισάριόν τε καὶ Ἰωάννην ἀλλήλοις εἶναι, ὅπερ διὰ τῶν πεπραγμένων ὁρᾶν πάρεστι.γνῶμαι γὰρ ἀλλήλαις μαχόμεναι διὰ τῶν ἔργων ἐλέγχονται. οὐκοῦν οὐδέ πη ἀλλήλοις ἐπιμίγνυσθαι ἐς τόδε τοῦ χρόνου δεδύνηνται. ἀναχαιτίζει γὰρ ἑκάτερον ἡ ἐς ἀλλήλους ἀμφοῖν ὑποψία. οἷς δ’ ἂν αὕτη ἐγγένηται, φθόνον τε καὶ ἔχθος ἐπάναγκες ξυνοικίζεσθαι.ὧν δὴ μεταξὺ ἐπιπεσόντων γενέσθαι τι τῶν δεόντων ἀδύνατον.” τοσαῦτα ὁ Τουτίλας εἰπὼν ἐπὶ Περυσίαν ἐξῆγε τὸ στράτευμα, ἐνταῦθά τε ἀφικόμενοι ἄγχιστα τοῦ περιβόλου ἐστρατοπεδεύσαντο καὶ ἐγκαθεζόμενοι ἐς πολιορκίαν καθίσταντο.Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Ἰωάννῃ Ἀχεροντίδα τὸ φρούριον πολιορκοῦντι, ἐπεὶ οὐδὲν προὐχώρει, ἔννοιά τις καὶ τόλμα γέγονεν, ἣ Ῥωμαίων μὲν τὴν βουλὴν διασώσασθαι, αὐτῷ δὲ κλέος περιβαλέσθαι μέγα τε καὶ ὑπερφυὲς ἐς ἀνθρώπους ἅπαντας ἴσχυσε.Τουτίλαν γὰρ καὶ τὸν Γότθων στρατὸν τειχομαχεῖν ἀκούσας ἀμφὶ τὸν Ῥώμης περίβολον, τῶν ἱππέων τοὺς δοκιμωτάτους ἀπολεξάμενος, τῶν πάντων οὐδενὶ προρρηθέν, ἐς Καμπανούς, οὔτε νύκτα ἀνιεὶς οὔτε ἡμέραν, ᾔει ʽἐνταῦθα γὰρ αὐτοὺς ἀπολιπὼν Τουτίλας ἔτυχεν̓, ὅπως ἐπιπεσὼν ἀπροσδόκητος ἀναρπάσαι τε καὶ διασώσασθαι τοὺς ἀπὸ τῆς συγκλήτου βουλῆς οἷός τε εἴη ἅτε τῶν ἐνταῦθα χωρίων ἀτειχίστων παντάπασιν ὄντων.Ξυνηνέχθη δὲ ὑπὸ τὸν χρόνον τοῦτον Τουτίλαν δείσαντα, ὅπερ ἐγένετο, μή τις τῶν πολεμίων ἐς τοὺς αἰχμαλώτους κακουργήσων ἴοι, στράτευμα ἐπὶ Καμπανίας ἱππέων στεῖλαι.οἳ δὴ ἐπεὶ ἐν Μεντούρνῃ πόλει ἐγένοντο, ἄμεινον σφίσιν ἔδοξεν εἶναι τοὺς μὲν πλείστους ἐνταῦθα ἡσυχῆ μένειν τῶν τε ἵππων ἐπιμελεῖσθαι ʽκόπῳ γὰρ πολλῷ ἐν ταύτῃ τῇ πορείᾳ σφίσιν ὁμιλῆσαι ξυνέβἠ, στεῖλαι δέ τινας τὰ ἐν Καπύῃ τε κατασκεψομένους καὶ τοῖς ταύτῃ χωρίοις. χώραν δὲ ξυμβαίνει εἶναι τὴν μεταξὺ οὐ πλέον ἢ σταδίους τριακοσίους.τετρακοσίους οὖν, οὕσπερ δὴ ἵπποις τε καὶ σώμασιν ἀκραιφνέσι χρῆσθαι ξυνέτυχε, ἐπὶ κατασκοπῇ ἔπεμψαν.τύχῃ τέ τινι ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὸ τὸν αὐτὸν χρόνον τόν τε ξὺν τῷ Ἰωάννῃ στρατὸν καὶ τούτους δὴ τοὺς τετρακοσίους βαρβάρους ἐν Καπύῃ γενέσθαι, οὐδετέρους τι πρότερον τῶν ἐναντίων πέρι ἀκούσαντας.καὶ μάχη μὲν ἐκ τοῦ αἰφνιδίου ἰσχυρὰ γίνεται· ἅμα γὰρ τῇ ὄψει ἐς χεῖρας ἦλθον· νικῶσι δὲ κατὰ κράτος Ῥωμαῖοι καὶ τοὺς πλείστους τῶν πολεμίων εὐθὺς ἔκτειναν.