Ῥωμαῖοι δὲ σφίσιν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον. τύχῃ τέ τινι ὁ τὸ Τουτίλα σημεῖον φέρων καιρίαν πληγεὶς αὐτός τε ἐκ τοῦ ἵππου ἐκπίπτει καὶ τὸ σημεῖον ἐς τὴν γῆν ἔρριψε.καὶ Ῥωμαίων μὲν ὅσοι ἐς τὰ πρῶτα ἐμάχοντο, ὥρμησαν ὥστε τὸ σημεῖον καὶ τὸν νεκρὸν ἁρπασόμενοι. φθάσαντες δὲ τῶν βαρβάρων οἱ εὐτολμότατοι τό τε σημεῖον ἁρπάζουσι καὶ τοῦ νεκροῦ χεῖρα τὴν λαιὰν ἀποτεμόντες ξὺν αὑτοῖς ἔλαβον.ψέλλιον γὰρ χρυσοῦν ἐπὶ ταύτης ὁ πεπτωκὼς φορῶν ἔτυχε λόγου ἄξιον, ᾧπερ ἐναβρύνεσθαι τοὺς ἐναντίους ἥκιστα ἤθελον, φεύγοντες δηλονότι τὴν ἀπὸ τοῦ ἔργου αἰσχύνην.καὶ ὁ μὲν τῶν βαρβάρων στρατὸς ἐς ὑπαγωγὴν ἐτράποντο οὐδενὶ κόσμῳ, Ῥωμαῖοι δὲ τὸ μὲν ἄλλο τοῦ νεκροῦ σῶμα ἐσκύλευσαν, τοὺς δὲ πολεμίους ἐπὶ πλεῖστον διώκοντες πολλοὺς ἔκτειναν, ἔς τε τὴν πόλιν κακῶν παντάπασιν ἀπαθεῖς ἦλθον.Τότε δὲ ὅσοι ἐν Γότθοις λόγιμοι ἦσαν Τουτίλᾳ προσελθόντες ἐλοιδοροῦντό τε καὶ ἀνέδην αὐτῷ τὴν ἀβουλίαν ὠνείδιζον, ὅτι δὴ Ῥώμην ἑλὼν οὔτε ξύμπασαν ἐς ἔδαφος καθεῖλεν, ὅπως μηκέτι τοῖς πολεμίοις καταληπτὴ εἴη, οὔτε αὐτὸς ἔσχεν, ἀλλ’ ὅπερ πόνῳ τε καὶ χρόνῳ πολλῷ αὐτοῖς ἐργασθὲν ἔτυχε, τοῦτο λόγῳ αὐτὸς οὐδενὶ διαφθείρειεν.οὕτω τοῖς ἀνθρώποις ἐμπέφυκε πρὸς τῶν πραγμάτων τὰς ἀποβάσεις ἀεὶ τὴν γνώμην ῥυθμίζειν καὶ τὴν διάνοιαν τῷ τῆς τύχης ῥεύματι προσχωρεῖν, ἀγχιστρόφους τε ἀπ’ αὐτοῦ τὰς μεταστάσεις ποιεῖσθαι τῆς δόξης.διὸ δὴ καὶ Γότθοι εὐημεροῦντα μὲν τοῖς ἐγχειρήμασι Τουτίλαν ἐτεθήπεσαν ἴσα θεῷ, ἄμαχόν τινα καὶ ἀήττητον ἀποκαλοῦντες, ἡνίκα πόλεων τῶν ἁλισκομένων ἐκ μοίρας τινὸς τὰ τείχη διαφθείρειν εἴα, σφαλέντι δέ, ὥσπερ ἐρρήθη, λοιδορεῖσθαι οὐκ ἀπηξίουν τῶν ἔναγχος σφίσιν ἀμφ’ αὐτὸν εἰρημένων ἀμνημονοῦντες, ἀπ’ ἐναντίας τε αὐτῶν οὐδεμιᾷ ὀκνήσει ἰόντες.ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα οὐχ οἷόν τέ ἐστι μὴ οὐχὶ τοῖς ἀνθρώποις ἐς ἀεὶ ἁμαρτάνεσθαι, ἐπεὶ καὶ φύσει γίγνεσθαι εἴωθε.Τουτίλας δὲ καὶ οἱ βάρβαροι λύσαντες τὴν προσεδρείαν ἐς Τίβουριν πόλιν ἀφίκοντο, πάσας σχεδόν τι τὰς τοῦ Τιβέριδος γεφύρας διελόντες, ὅπως μὴ Ῥωμαῖοι εὐπετῶς σφίσιν ἐπιέναι οἷοί τε ὦσι.γέφυραν μέντοι μίαν, ἣ Μολιβίου ἐπώνυμός ἐστι, διαφθεῖραι οὐδαμῆ ἴσχυσαν, ἐπεὶ ἄγχιστα τῆς πόλεως ἐτύγχανεν οὖσα. τό τε ἐν Τιβούρει φρούριον ἀνοικοδομήσασθαι σθένει παντὶ ἔγνωσαν·καθελόντες γὰρ αὐτὸ πρότερον ἔτυχον· τά τε χρήματα ἐνταῦθα καταθέμενοι ἅπαντα ἡσυχῆ ἔμενον.καὶ Βελισάριος ἀδεέστερον ἤδη τὰς πύλας τοῦ Ῥώμης περιβόλου πανταχόθι ἐφαρμοσάμενος σιδήρῳ τε αὐτὰς περιβαλὼν αὖθις βασιλεῖ τὰς κλεῖς ἔπεμψε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ δωδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.Ἐτύγχανε δὲ πολλῷ πρότερον στράτευμα ἐπὶ Περυσίαν ὁ Τουτίλας στείλας, οἵπερ ἀμφὶ τὸν τῆς πόλεως περίβολον ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν ἐς τὸ ἀκριβὲς τοὺς ταύτῃ Ῥωμαίους.καὶ ἐπεὶ τῶν ἐπιτηδείων αὐτοὺς σπανίζοντας ᾔσθοντο ἤδη, πέμψαντες παρὰ Τουτίλαν ἐδέοντο παντὶ τῷ στρατῷ ἐνταῦθα ἰέναι, ῥᾷον ἂν οὕτω καὶ ἀπονώτερον ἐξελεῖν Περυσίαν τε καὶ τοὺς ἐνταῦθα Ῥωμαίους οἰόμενοι.Τουτίλας δὲ οὐ λίαν ἐς τὰ ἐπαγγελλόμενα προθυμουμένους τοὺς βαρβάρους ὁρῶν παραίνεσίν τινα ποιεῖσθαι ἐς αὐτοὺς ἤθελε.διὸ δὴ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε· “Ὁρῶν ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ἐμὲ μὲν οὐκ ὀρθῶς δι’ ὀργῆς ἔχοντας, ἀγανακτοῦντας δὲ πρὸς τὸ τῆς τύχης ξυμπεπτωκὸς ἐναντίωμα, ξυναγαγεῖν τανῦν ἔγνωκα, ὅπως ὑμῶν δόξαν ὡς ἥκιστα ὀρθὴν ἀφελὼν ἀντικαθιστάναι τὴν γνώμην ἐπὶ τὰ βελτίω δυνήσωμαι, καὶ μήτε ἀχαριστεῖν οὐδὲν ὑμῖν προσῆκον ἐς ἐμὲ δόξητε μήτε ἀγνωμοσύνῃ εἰς τὸ θεῖον ὑπὸ ἀβελτερίας χρῆσθαι.τὰ γὰρ ἀνθρώπεια καὶ σφάλλεσθαί ποτε πέφυκεν, ὅστις τε ἄνθρωπος ὢν εἶτα δυσχερῶς ἔχων ἐς τὰ προσπίπτοντα φαίνεται, αὐτὸς μὲν ἀμαθίας, ὡς τὸ εἰκός, ἀποίσεται δόξαν, οὐδὲν δὲ ὑπεκστήσεται τὴν ἀπὸ τῆς τύχης ἀνάγκην.βούλομαι δὲ τῶν πρότερον πεπραγμένων ὑμᾶς ὑπομνῆσαι, οὐχ ὅσον ἕνεκα τοῦ τὰς αἰτίας τῶν ξυμβεβηκότων ἐκλύσασθαι, ἀλλὰ καὶ τοῦ δικαιότερον ἂν ταύτας ὑμῖν προσήκειν ἐνδείκνυσθαι.Οὐίττιγις γὰρ τὸ ἐξ ἀρχῆς καθιστάμενος ἐς πόλεμον τόνδε Φανοῦ μὲν καὶ Πισαύρου τῶν ἐπιθαλασσίων πόλεων τὰ τείχη καθεῖλε, Ῥώμην δὲ καὶ τὰς ἄλλας Ἰταλίας πόλεις ἁπάσας ἀφῆκεν οὐδ’ ὁτιοῦν λυμηνάμενος.ἐκ μὲν οὖν Φανοῦ καὶ Πισαύρου φλαῦρον οὐδὲν Γότθοις ξυμβέβηκεν, ἐκ δὲ τοῦ Ῥώμης περιβόλου καὶ τῶν ἄλλων ὀχυρωμάτων ταύτῃ, ᾗπερ ὑμεῖς ἴστε, Γότθοις καὶ Οὐιττίγιδι ἐκεχωρήκει τὰ πράγματα.Ἐγὼ τοίνυν ἐπειδὴ διδόντων ὑμῶν τὴν ἀρχὴν ἔλαβον, ἐλογισάμην τῶν ἔργων τοῖς ἀμείνοσι δόξασιν εἶναι μᾶλλον ἕπεσθαι ἢ ἐκ τῶν λυμηναμένων τοῖς πράγμασι διδόναι βλάβος.φύσει μὲν γὰρ ἄνθρωποι οὐδέν τι μέγα διαφέρειν ἀλλήλων δοκοῦσιν, ἡ δὲ πεῖρά τισι γινομένη διδάσκαλος κρείσσω τὸν ἐκμαθόντα τῶν οὐ τετυχηκότων τῆς διδασκαλίας τῷ παντὶ τίθησιν.ἐπειδὴ τοίνυν Βενεβεντὸν εἵλομεν, τὰ τείχη καθελόντες τῶν ἄλλων εὐθὺς ἐκρατοῦμεν, ὧνπερ ὁμοίως τοὺς περιβόλους καθελεῖν ἔγνωμεν, ὅπως μὴ ἐξ ἐχυροῦ τινος ὁρμώμενος ὁ τῶν πολεμίων στρατὸς σοφίζεσθαι τὸν πόλεμον δυνατὸς εἴη, ἀλλ’ ἐκ τοῦ εὐθέος ἀναγκάζηται ἡμῖν ἐς πεδίον κατιὼν ἐς χεῖρας ἰέναι.