Ῥωμαίων μέντοι τοὺς μὲν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν αὑτῷ εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ξύν τε γυναιξὶ καὶ παισὶν ἔστειλεν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, ἐν Ῥώμῃ ἄνθρωπον οὐδένα ἐάσας, ἀλλ’ ἔρημον αὐτὴν τὸ παράπαν ἀπολιπών.Ἰωάννης δὲ Τουτίλαν οἱ ἐπιέναι μαθών, μένειν ἐπὶ τῆς Ἀπουλίας οὐκέτι ἠξίου, ἀλλ’ ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκετο. τῶν τε πατρικίων οἱ ἐς Καμπανίαν ἀγόμενοι ἐς Λευκανοὺς πέμψαντες τῶν οἰκείων τινάς, Τουτίλα γνώμῃ, τοὺς σφετέρους ἀγροίκους ἐκέλευον μεθίεσθαι μὲν τῶν πρασσομένων, τοὺς δὲ ἀγροὺς γεωργεῖν ᾗπερ εἰώθεσαν· ἔσεσθαι γὰρ αὐτοῖς τἀγαθὰ ἀπήγγελλον τῶν κεκτημένων.οἱ δὲ ἀπετάξαντο μὲν τοῦ Ῥωμαίων στρατοῦ, ἐν δὲ τοῖς ἀγροῖς ἡσυχῆ ἔμενον· Τουλλιανὸς δὲ φυγὼν ᾤχετο, καὶ οἱ τριακόσιοι Ἄνται παρὰ τὸν Ἰωάννην ἀναχωρεῖν ἔγνωσαν.οὕτω μὲν ἅπαντα τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου, πλὴν τοῦ Δρυοῦντος, αὖθις ὑποχείρια Γότθοις τε καὶ Τουτίλᾳ γέγονε. θαρσοῦντες δὲ ἤδη οἱ βάρβαροι καὶ κατὰ συμμορίας σκεδαννύμενοι περιῄεσαν κύκλῳ ἅπαντα.ὅπερ Ἰωάννης μαθὼν τῶν οἱ ἑπομένων πολλοὺς ἐπ’ αὐτοὺς ἔπεμψεν. οἳ δὴ τοῖς πολεμίοις ἀπροσδόκητοι ἐπιπεσόντες πολλοὺς ἔκτειναν.καὶ ἀπ’ αὐτοῦ δείσας ὁ Τουτίλας, ἅπαντάς τε τοὺς ξὺν αὑτῷ ἀγείρας, ἀμφὶ ὄρος τὸ Γάργανον, ὅπερ ἐν Ἀπουλίοις που μέσοις ἀνέχει, ἐν τῷ Ἀννίβαλος τοῦ Λίβυος χαρακώματι στρατοπεδευσάμενος ἡσυχῆ ἔμενεν.Ἐν τούτῳ δὲ τῶν τις ξὺν τῷ Κόνωνι ἐκ Ῥώμης φυγόντων, ἡνίκα ἡ πόλις ἡλίσκετο, Μαρτινιανὸς ὄνομα, Βυζάντιος γενος, Βελισαρίῳ προσελθὼν στέλλεσθαι αὐτόμολος δῆθεν τῷ λόγῳ παρὰ τοὺς πολεμίους ἠξίου, μεγάλα Ῥωμαίους ἐπαγγελλομενος ἀγαθὰ δράσειν· δόξαν τε τοῦτο Βελισαίῳ, ἀπιὼν ᾤχετο. καὶ αὐτὸν ὁ Τουτίλας ἰδὼν ὑπερφυῶς ἥσθη.εὐδοκιμοῦντα γὰρ ἐν μονομαχίαις τὸν νεανίαν ἤκουσέ τε καὶ εἶδε πολλάκις. ὄντων δὲ αὐτῷ παίδων τε δύο καὶ τῆς γυναικὸς ἐν τοῖς αἰχμαλώτοις, τὴν μὲν γυναῖκα καὶ τῶν παίδων τὸν ἕτερον εὐθὺς τῷ ἀνθρώπῳ ἀπέδωκε, τὸν δὲ ἕτερον ἐν ὁμήρου λόγῳ ἐφύλασσεν, ἔς τε Σπολίτιον ξὺν ἑτέροις τισὶν ἔπεμψεν.Ἐτύγχανον δὲ Γότθοι, ἡνίκα Ἡρωδιανοῦ ἐνδιδόντος Σπολίτιον εἷλον, τῆς μὲν πόλεως τὸν περίβολον ἐς τὸ ἔδαφος καθελόντες, τοῦ δὲ πρὸ τῆς πόλεως κυνηγεσίου, ὅπερ καλεῖν ἀμφιθέατρον νενομίκασι, τάς τε εἰσόδους ἐς τὸ ἀκριβὲς ἀποφράξαντες καὶ φρουρὰν ἐνταῦθα καταστησάμενοι Γότθων τε καὶ Ῥωμαίων τῶν αὐτομόλων,ἐφ’ ᾧ φυλάξωσι τὰ ἐκείνῃ χωρία. Μαρτινιανὸς οὖν ἐπειδὴ εἰς Σπολίτιον ἦλθε, στρατιώτας πεντεκαίδεκα ἑταιρίσασθαι ἴσχυσεν, οὕσπερ ἀνέπειθε δράσαντάς τι ἐς τοὺς βαρβάρους μέγα οὕτω δὴ ἐπανήκειν ἐς τὸ Ῥωμαίων στρατόπεδον.στείλας δέ τινας καὶ παρὰ τὸν ἄρχοντα τοῦ ἐν Περυσίᾳ φυλακτηρίου ἐκέλευέν οἱ στράτευμα ὅτι τάχιστα ἐς Σπολίτιον πέμψαι, τοῦ παντὸς λόγου τὴν δήλωσιν ποιησάμενος.Ὁδολγὰν δὲ Οὖννος ἦρχε τότε τῆς ἐν Περυσίᾳ φρουρᾶς, Κυπριανοῦ πρός του τῶν αὐτοῦ δορυφόρων, ὥς μοι ἔμπροσθεν εἴρηται, δόλῳ ἐξ ἀνθρώπων ἀφανισθέντος. ὅσπερ ξὺν στρατεύματι ἐπὶ τὸ Σπολίτιον ᾔει.Μαρτινιανὸς δὲ ἄγχιστά πη εἶναι τὸ στράτευμα τοῦτο αἰσθόμενος, ἅμα τοῖς πεντεκαίδεκα στρατιώταις τοῦ τε φυλακτηρίου τὸν ἄρχοντα ἐκ τοῦ αἰφνιδίου διέφθειρε καὶ τὰς πύλας ἀναπετάσας Ῥωμαίους ἅπαντας τῷ φρουρίῳ ἐδέξατο. οἳ δὴ κτείνουσι μὲν τῶν πολεμίων πλείστους, τινὰς δὲ ζωγρήσαντες παρὰ Βελισάριον ἦγον.Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ ἔννοια γέγονεν ἐς Ῥώμην τε ἀναβῆναι καὶ ἐς ὅ τι τύχης ἐληλύθει θεάσασθαι. τῶν στρατιωτῶν οὖν χιλίους ἀπολεξάμενος ἐνταῦθα ᾔει.Ῥωμαῖος δὲ ἀνὴρ ἀφικόμενος δρόμῳ ἐς τοὺς πολεμίους, οἵπερ ἐστρατοπεδεύοντο ἐν Ἀλγηδόνι, τὸ Βελισαρίου στράτευμα ἤγγειλεν.οἱ δὲ βάρβαροι προλοχίσαντες ἐνέδραις τισὶ τὰ πρὸ τῆς Ῥώμης χωρία, ἐπειδὴ ἄγχιστά πη ἀφικομένους τοὺς ἀμφὶ Βελισάριον εἶδον, ἐκ τῶν ἐνεδρῶν ἀναστάντες ἐπ’ αὐτοὺς ᾔεσαν.μάχης τε καρτερᾶς γενομένης, τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τοὺς πολεμίους τρεψάμενοι, πλείστους τε διαφθείραντες ἐς τὸν Πόρτον εὐθὺς ἀνεχώρησαν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν.Ἔστι δὲ Καλαβρῶν ἐπιθαλασσία πόλις ὁ Τάρας, δυοῖν σχεδόν τι ἡμέραιν ὁδὸν Δρυοῦντος διέχουσα, ἐπί τε Θουρίους καὶ Ῥηγίνους ἐνθένδε ἰόντι.ἐνταῦθα Ἰωάννης ξὺν ὀλίγοις τισί, Ταραντηνῶν αὐτὸν ἐπαγαγομένων, ἀφίκετο, τοὺς λοιποὺς ἐπὶ τῇ τοῦ Δρυοῦντος φυλακῇ καταστησάμενος.καὶ ἐπεὶ τὴν πόλιν εἶδε μεγίστην τε ὑπερφυῶς καὶ παντάπασιν ἀτείχιστον οὖσαν, πᾶσαν μὲν φυλάξαι οἷός τε ἔσεσθαι οὐδεμιᾷ μηχανῇ ᾤετο, ἰδὼν δὲ τὴν θάλασσαν τῆς πόλεως ἐς τὰ πρὸς βορρᾶν ἄνεμον ἀμφί τινα χῶρον στενὸν μάλιστα ἑκατέρωθεν ἐς κόλπον ἰοῦσαν, οὗ δὴ Ταραντηνῶν ὁ λιμήν ἐστιν, ἰσθμόν τε, ὡς τὸ εἰκός, τὸν ἐν μέσῳ χῶρον οὐχ ἧσσον ἢ σταδίων εἴκοσιν ὄντα, ἐπενόει τάδε.ἀποτεμὼν ἀπὸ τῆς ἄλλης πόλεως τὴν τοῦ ἰσθμοῦ μοῖραν τειχίσματί τε αὐτὴν περιέβαλεν ἐκ θατέρου θαλάσσης μέρους ἄχρι ἐς ἕτερον καὶ τάφρον βαθεῖαν ἀμφὶ τὸ τείχισμα ὤρυσσεν.ἐνταῦθά τε οὐ Ταραντηνοὺς μόνον, ἀλλὰ καὶ ὅσοι τὰ ἐκείνῃ χωρία ᾤκουν συνήγαγε, καὶ φυλακὴν αὐτοῖς λόγου ἀξίαν ἐλίπετο.