Ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ὅσα μὲν ἐν Ῥωμαίων τῇ πόλει γενέσθαι ξυνέβη, ἐπεὶ μεμαθηκέναι σε ἅπαντα οἶμαι, σιωπᾶν ἔγνωκα.ὧν δὲ ἕνεκα τοὺς πρέσβεις ἀπέσταλκα τούσδε αὐτίκα εἴσῃ. αἰτούμεθα τὰ ἐκ τῆς εἰρήνης καλὰ σέ τε προσίεσθαι αὐτὸν καὶ ἡμῖν ξυγχωρεῖν.ὧνπερ μνημεῖά τε καὶ παραδείγματα κάλλιστα ἔχομεν Ἀναστάσιόν τε καὶ Θευδέριχον, οἳ βεβασιλεύκασι μὲν οὐ πολλῷ πρότερον, εἰρήνης δὲ καὶ ἀγαθῶν πραγμάτων ἅπαντα ἐνεπλήσαντο τὸν κατ’ αὐτοὺς χρόνον.ἢν γάρ σοι ταῦτά ποτε βουλομένῳ εἴη, πατήρ τε ἂν ἐμὸς εἰκότως καλοῖο καὶ ξυμμάχουςἡμᾶς ἐφ’ οὓς ἂν βούλοιο τὸ λοιπὸν ἕξεις.” ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἀπενεχθέντα εἶδε, καὶ τοὺς λόγους τῶν πρέσβεων ἅπαντας ἤκουσεν, ἀπεπέμψατο αὐτοὺς αὐτίκα δὴ μάλα, τοῦτό τε μόνον αὐτοῖς ἀποκρινόμενος καὶ Τουτίλᾳ γράψας, ὅτι δὴ αὐτοκράτορα τοῦ πολέμου πεποίηται Βελισάριον, κύριός τε διὰ τοῦτο ἐκεῖνος εἴη τὰ πρὸς Τουτίλαν ὅπως βούλοιτο διοικήσασθαι.Ἐν ᾧ δὲ οἱ πρέσβεις οὗτοι ἐς Βυζάντιον καὶ αὖθις ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ ἐν Λευκανοῖς τάδε ξυνηνέχθη γενέσθαι.Τουλλιανὸς τοὺς ἐκείνῃ ἀγροίκους ἀγείρας τὴν εἴσοδον στενοτάτην οὖσαν ἐφύλασσεν, ὅπως μὴ οἱ πολέμιοι κακουργήσοντες ἴοιεν ἐς τὰ ἐπὶ Λευκανίας χωρία.καὶ Ἄνται δὲ αὐτοῖς τριακόσιοι ξυνεφύλασσον, οὕσπερ Ἰωάννης ἐνταῦθα δεηθέντι Τουλλιανῷ ἀπολιπὼν πρότερον ἔτυχεν· ἀγαθοὶ γὰρ οἱ βάρβαροι οὗτοι μάχεσθαι ἐν δυσχωρίαις πάντων μάλιστα.ἅπερ ἐπεὶ ὁ Τουτίλας ἔμαθε, Γότθους μὲν ἐς τὸ ἔργον καθεῖναι ἀξύμφορον ᾤετο εἶναι, ἀγροίκων δὲ πλῆθος ἀγείρας, Γότθων τε ξυμπέμψας αὐτοῖς ὀλίγους τινάς, ἐκέλευε τῆς εἰσόδου σθένει παντὶ ἀποπειρᾶσθαι.οἵπερ ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν, ὠθισμὸς μὲν ἀμφοτέρων πολὺς ἐγεγόνει, Ἄνται δὲ τῇ σφετέρᾳ ἀρετῇ, ἅμα δὲ καὶ τῆς δυσχωρίας σφίσι ξυλλαμβανούσης, ξὺν τοῖς ἀμφὶ Τουλλιανὸν ἀγροίκοις τοὺς ἐναντίους ἐτρέψαντο.φόνος τε αὐτῶν ἐγεγόνει πολύς. Γνοὺς δὲ ταῦτα ὁ Τουτίλας ἔγνω Ῥώμην μὲν καθελεῖν ἐς ἔδαφος, τοῦ δὲ στρατοῦ τὸ μὲν πλεῖστον ἐνταῦθά πη ἀπολιπεῖν, τῷ δὲ ἄλλῳ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ἰέναι.τοῦ μὲν οὖν περιβόλου ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα. ἐμπιπρᾶν δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε, Ῥώμην τε μηλόβοτον καταστήσεσθαι, ἀλλὰ Βελισάριος μαθὼν πρέσβεις τε καὶ γράμματα παρ’ αὐτὸν ἔπεμψεν.οἵπερ ἐπειδὴ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν καὶ πολιτικῶς βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκὸς καὶ γνώρισμα τοῦτο τῆς αὑτῶν φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπολιπεῖν.Ῥώμη μέντοι πόλεων ἁπασῶν, ὅσαι ὑφ’ ἡλίῳ τυγχάνουσιν οὖσαι, μεγίστη τε καὶ ἀξιολογωτάτη ὡμολόγηται εἶναι.οὐ γὰρ ἀνδρὸς ἑνὸς ἀρετῇ εἴργασται οὐδὲ χρόνου βραχέος δυνάμει ἐς τόσον μεγέθους τε καὶ κάλλους ἀφῖκται, ἀλλὰ βασιλέων μὲν πλῆθος, ἀνδρῶν δὲ ἀρίστων συμμορίαι πολλαί, χρόνου τε μῆκος καὶ πλούτου ἐξουσίας ὑπερβολὴ τά τε ἄλλα πάντα ἐκ πάσης τῆς γῆς καὶ τεχνίτας ἀνθρώπους ἐνταῦθα ξυναγαγεῖν ἴσχυσαν.οὕτω τε τὴν πόλιν τοιαύτην, οἵανπερ ὁρᾷς, κατὰ βραχὺ τεκτηνάμενοι, μνημεῖα τῆς πάντων ἀρετῆς τοῖς ἐπιγενησομένοις ἀπέλιπον, ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα μέγα ἐς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι·ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους τῶν ἔργων τὴν θέαν.τούτων δὲ τοιούτων ὄντων ἐκεῖνο εὖ ἴσθι, ὡς δυοῖν ἀνάγκη τὸ ἕτερον εἶναι. ἢ γὰρ ἡσσηθήσῃ βασιλέως ἐν τῷδε τῷ πόνῳ, ἢ περιέσῃ, ἂν οὕτω τύχοι.ἢν μὲν οὖν νικῴης, Ῥώμην τε καθελών, οὐ τὴν ἑτέρου του, ἀλλὰ τὴν σαυτοῦ ἀπολωλεκὼς ἄν, ὦ βέλτιστε, εἴης, καὶ διαφυλάξας, κτήματι, ὡς τὸ εἰκός, τῶν πάντων καλλίστῳ πλουτήσεις· ἢν δέ γε τὴν χείρω σοι τύχην πληροῦσθαι ξυμβαίη, σώσαντι μὲν Ῥώμην χάρις ἂν σώζοιτο παρὰ τῷ νενικηκότι πολλή, διαφθείραντι δὲ φιλανθρωπίας τε οὐδεὶς ἔτι λελείψεται λόγος καὶ προσέσται τὸ μηδὲν τοῦ ἔργου ἀπόνασθαι.καταλήψεται δέ σε καὶ δόξα τῆς πράξεως ἀξία πρὸς πάντων ἀνθρώπων, ἥπερ ἐφ’ ἑκάτερά σοι τῆς γνώμης ἑτοίμως ἕστηκεν,ὁποῖα γὰρ ἂν τῶν ἀρχόντων τὰ ἔργα εἴη, τοιοῦτον ἀνάγκη καὶ ὑπὲρ αὐτῶν ὄνομα φέρεσθαι.” τοσαῦτα μὲν Βελισάριος ἔγραψε.Τουτίλας δὲ πολλάκις ἀναλεξάμενος τὴν ἐπιστολὴν καὶ τῆς παραινέσεως ἐς τὸ ἀκριβὲς πεποιημένος τὴν μάθησιν, ἐπείσθη τε καὶ Ῥώμην εἰργάσατο ἄχαρι περαιτέρω οὐδέν. σημήνας τε Βελισαρίῳ τὴν αὑτοῦ γνώμην τοὺς πρέσβεις εὐθὺς ἀπεπέμψατο.καὶ τοῦ μὲν στρατοῦ τὸ πλεῖστον μέρος Ῥώμης οὐ πολλῷ ἄποθεν, ἀλλ’ ὅσον ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐς τὰ πρὸς δύοντα ἥλιον ἐνστρατοπεδευσαμένους ἐν χωρίῳ Ἀλγηδόνι ἐκέλευεν ἡσυχῆ μένειν, ὅπως δὴ μηδεμία ἐξουσία τοῖς ἀμφὶ Βελισάριον εἴη ἔξω πη τοῦ Πόρτου ἰέναι· αὐτὸς δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ᾔει.