Ἰωάννης μὲν ταῦτα διαπεπραγμένος αὐτοῦ ἔμενε, Βελισάριος δὲ Ἰωάννην ἐς ἀεὶ καραδοκῶν ἡσυχῆ ἔμενεν. ἐμέμφετό τε ὅτι δὴ οὐ διακινδυνεύσας τε καὶ τοῖς ἐν Καπύῃ φυλάσσουσι τριακοσίοις οὖσιν ἐς χεῖρας ἥκων ποιεῖσθαι τὴν δίοδον ἐνεχείρησε, καίπερ βαρβάρους ἀριστίνδην ξυνειλεγμένους ξὺν αὑτῷ ἔχων. Ἰωάννης δὲ τὴν δίοδον ἀπογνοὺς ἐπὶ Ἀπουλίας ἐχώρησεν, ἔν τε χωρίῳ Κερβαρίῳ καλουμένῳ ἡσύχαζε.Δείσας οὖν Βελισάριος ἀμφὶ τοῖς πολιορκουμένοις, μή τι ἀνήκεστον δράσωσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὅτῳ δὴ τρόπῳ τὰ ἐπιτήδεια ἐς Ῥώμην εἰσκομίζειν διενοεῖτο.καὶ ἐπεὶ δύναμιν ἀξιόμαχον πρός γε τοὺς πολεμίους οὐδαμῆ εἶχεν, ὥστε μάχῃ ἐν τῷ πεδίῳ πρὸς αὐτοὺς διακρίνεσθαι, πρότερον ἐπενόει τάδε.ἀκάτους δύο ἐσάγαν εὐρείας ζεύξας τε καὶ λίαν ἐς ἀλλήλας ξυνδήσας, πύργον ξύλινον ἐπ’ αὐταῖς ἐτεκτήνατο, πολλῷ καθυπέρτερον τῶν τοῖς πολεμίοις ἐν τῇ γεφύρᾳ πεποιημένων.ξυμμετρησάμενος γὰρ αὐτοὺς ἐς τὸ ἀκριβὲς ἔτυχε πρότερον, πέμψας τῶν οἱ ἑπομένων τινάς, οἵπερ εἰς τοὺς βαρβάρους αὐτόμολοι δῆθεν τῷ λόγῳ ἐστέλλοντο.δρόμωνάς τε διακοσίους τείχεσι ξυλίνοις περιβαλὼν ἐς Τίβεριν καθῆκε, πανταχόθι τῶν ξυλίνων τειχῶν τρυπήματα ποιησάμενος, ὅπως δὴ βάλλειν τοὺς πολεμίους ἐνθένδε σφίσι δυνατὰ εἴη. σῖτόν τε οὖν καὶ ἄλλα τῶν ἐπιτηδείων πολλὰ τοῖς δρόμωσι τούτοις ἐνθέμενος στρατιωτῶν αὐτοὺς τῶν μαχιμωτάτων ἐπλήρου.στρατιώτας δὲ ἄλλους πεζούς τε καὶ ἱππεῖς ἑκατέρωθεν ἐν χωρίοις ἐχυροῖς τισιν ἀμφὶ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἔστησεν, οὓς δὴ ἐκέλευσε μένειν τε αὐτοῦ καί, ἢν τῶν πολεμίων τινὲς ἐπὶ τὸν Πόρτον ἴωσι, διακωλύειν δυνάμει τῇ πάσῃ.τὸν δὲ Ἰσαάκην ἐς τὸν Πόρτον ἐσαγαγὼν τήν τε πόλιν καὶ τὴν γυναῖκα παρέδωκε καὶ εἴ τι ἄλλο ἐνταῦθα ἔχων ἐτύγχανε. καί οἱ ἐπέστελλε μηδεμιᾷ ἐνθένδε μηχανῇ ἀπαλλάσσεσθαι, μηδ’ ἢν Βελισάριον πύθηται πρὸς τῶν πολεμίων ἀπολωλέναι, ἀλλὰ τῆς φυλακῆς ἐς ἀεὶ ἔχεσθαι, ὅπως, ἤν τι σφίσιν ἐναντίωμα ὑπαντιάσῃ, ἕξουσιν ὅπη διαφυγόντες σωθήσονται.ὀχύρωμα γὰρ ἄλλο ταύτης δὴ τῆς χώρας οὐδαμῆ εἶχον, ἀλλὰ πάντα σφίσι πανταχόσε πολέμια ἦν.Αὐτὸς δὲ ἐς ἕνα τῶν δρομώνων ἐσβὰς τοῦ τε στόλου ἡγεῖτο καὶ τὰς ἀκάτους ἐφέλκειν ἐκέλευεν,οὗ δὴ τὸν πύργον ἐτύγχανε τεκτηνάμενος. τοῦ δὲ πύργου ὕπερθεν λέμβον τινὰ ἔθετο, πίσσης τε καὶ θείου καὶ ῥητίνης αὐτὸν ἐμπλησάμενος καὶ τῶν ἄλλων ἁπάντων ὅσα δὴ τοῦ πυρὸς βρῶσις ὀξυτάτη γίνεσθαι πέφυκε.κατὰ δὲ τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην, ἥ ἐστιν ἐκ τοῦ Πόρτου ἐς Ῥώμην ἰόντι ἐν δεξιᾷ, καὶ πεζὸς παραβεβοηθήκει στρατός.πέμψας δὲ καὶ παρὰ Βέσσαν τῇ προτεραίᾳ ἐκέλευε τῇ ἐπιγενησομένῃ ἡμέρᾳ πολλῷ στρατῷ ἐπεξιόντα ξυνταράξαι τὰ τῶν πολεμίων στρατόπεδα, ὅπερ οἱ καὶ πρότερον ἐπιστείλας πολλάκις ἤδη ἐτύγχανεν.ἀλλὰ Βέσσας οὔτε πρότερον οὔτε ἐν ταύτῃ τῇ μάχῃ ἐπιτελῆ ποιεῖν τὰ ἐπαγγελλόμενα ἔγνω.ἔτι γάρ οἱ μόνῳ τι τοῦ σίτου ἐλέλειπτο, ἐπεὶ ὅσον ἐς Ῥώμην οἱ Σικελίας ἄρχοντες πρότερον ἔπεμψαν τοῖς τε στρατιώταις ἐπαρκέσοντα καὶ τῷ δήμῳ παντί, αὐτὸς ὀλίγον μὲν κομιδῇ τῷ δήμῳ ἀφῆκε, τὸν δὲ πλεῖστον κεκομισμένος ἐπὶ τῷ τῶν στρατιωτῶν λόγῳ ἀπέκρυψεν, ὅνπερ τοῖς ἐκ βουλῆς ἀποδιδόμενος χρημάτων μεγάλων διαλύεσθαι τὴν πολιορκίαν ἥκιστα ἤθελε.Βελισάριος μὲν οὖν καὶ ὁ Ῥωμαίων στόλος πόνῳ ἀναπλέοντες ἅτε τοῦ ῥεύματος σφίσιν ἀντιστατοῦντος ᾔεσαν. Γότθοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ’ ἐν τοῖς χαρακώμασιν ἡσυχῆ ἔμενον.ἤδη δὲ Ῥωμαῖοι ἄγχιστα τῆς γεφύρας γενόμενοι φρουρᾷ πολεμίων ἐνέτυχον, οἳ δὴ ἐφ’ ἑκάτερα τοῦ ποταμοῦ σειρᾶς σιδηρᾶς ἐπὶ τῇ φυλακῇ ἐτετάχατο, ἣν οὐ πολλῷ πρότερον ἐνταῦθα ἐναποθέμενος Τουτίλας ἔτυχεν, ἐκ τῆς ἑτέρας τοῦ Τιβέριδος ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένην, ὅπως δὴ μηδὲ ὅσον ἐς τὴν γέφυραν ἰέναι οἱ ἐναντίοι εὐπετῶς δύνωνται.καὶ αὐτῶν βάλλοντες τοὺς μὲν ἔκτειναν, τοὺς δὲ τρεψάμενοι καὶ τὴν ἅλυσιν ἀνελόμενοι εὐθὺ τῆς γεφύρας ἐχώρησαν. ἐπειδή τε τάχιστα ἐς αὐτὴν ἦλθον, ἔργου εἴχοντο, οἵ τε βάρβαροι ἐκ τῶν πύργων ἠμύνοντο καρτερώτατα.ἤδη δὲ καὶ ἐκ τῶν χαρακωμάτων ἐξαναστάντες ἐπὶ τὴν γέφυραν δρόμῳ ἐχώρουν. Τότε δὴ Βελισάριος τὰς ἀκάτους, ἐφ’ ὧν οἱ ό πύργος πεποίηται, ὡς ἀγχοτάτω ἀγαγὼν θατέρου τῶν πολεμίων πύργου, ὃς δὴ ἐπὶ τῆς κατὰ τὸν Πόρτον ὁδοῦ ἐπ’ αὐτο τοῦ ποταμοῦ τὸ ὕδωρ εἱστήκει, ἐκέλευε τὸν λέμβον ὑφάψαντας ὕπερθεν τῶν πολεμίων τοῦ πύργου ῥίπτειν.καὶ Ῥωμαῖοι μὲν κατὰ ταῦτα ἐποίουν. ἐμπεσὼν δὲ τῷ πύργῳ ὁ λέμβος αὐτόν τε αὐτίκα μάλα ἐνέπρησε καὶ ξὺν αὐτῷ Γότθους ἅπαντας, ἐς διακοσίους μάλιστα ὄντας.ἐκαύθη δὲ καὶ Ὅσδας σὺν αὐτοῖς, ὃς αὐτῶν ἦρχε, Γότθων ἁπάντων μαχιμώτατος ὤν. θαρσήσαντες δὲ ἤδη Ῥωμαῖοι τοὺς ἐκ τῶν χαρακωμάτων ἐπιβεβοηθηκότας βαρβάρους ἔτι μᾶλλον ἢ πρότερον ἔβαλλον.οἱ δὲ καταπεπληγμένοι τοῖς ξυμπεσοῦσι στρέψαντες τὰ νῶτα, ὡς ἕκαστός πη ἠδύνατο, ἐς φυγὴν ὥρμηντο· τῆς τε γεφύρας Ῥωμαῖοι ἥπτοντο καὶ αὐτὴν ἔμελλον αὐτίκα μάλα διαφθείραντες πρόσω ἰέναι, ἔς τε Ῥώμην κομίζεσθαι οὐδενὸς ἔτι ἀντιστατοῦντος.