τὰ μὲν οὖν πρῶτα Βέσσας τε καὶ Κόνων, οἵπερ τοῦ ἐν Ῥώμῃ φυλακτηρίου ἦρχον ʽσίτου γὰρ πολύ τι μέτρον ἐντὸς τοῦ Ῥώμης περιβόλου ἐναποθέμενοι σφίσιν ἔτυχον̓, καὶ οἱ στρατιῶται χρείας τῆς οἰκείας ἀποτεμνόμενοι ἀπεδίδοντο Ῥωμαίων τοῖς εὖ πράσσουσι χρημάτων μεγάλων· μεδίμνου μὲν γὰρ τιμὴ ἑπτὰ ἐγεγόνει χρυσοῖ.οἷς μέντοι οὐχ οὕτω τὰ κατὰ τὴν οἰκίαν ἐφέρετο, ὥστε βρώσεως ἐς τόσον ἀξιωτέρας μεταλαγχάνειν ἱκανοῖς εἶναι, οἱ δὲ τῆς τιμῆς τὸ τεταρτημόριον κατατιθέντες πιτύρων τε τὸ μέδιμνον ἐμπλησάμενοι ἤσθιον, τῆς ἀνάγκης αὐτοῖς ἡδίστην τε καὶ τρυφερωτάτην ποιούσης τὴν βρῶσιν.καὶ βοῦν δέ, ὃν ἂν ἐπεξιόντες οἱ Βέσσα ὑπασπισταὶ λάβοιεν, ἀπεδίδοντο κατὰ πεντήκοντα χρυσῶν. ὅτῳ δὲ ἵππος τεθνεὼς ἢ ἄλλο τι τοιοῦτον ὑπῆρχεν, ἐν τοῖς ἄγαν εὐδαίμοσιν ὁ Ῥωμαῖος οὗτος ἐτάσσετο, ὅτι δὴ κρέασι ζῴου τεθνηκότος ἐντρυφᾶν εἶχεν.ὁ δὲ δὴ ἄλλος ἅπας ὅμιλος τὰς ἀκαλήφας μόνας ἤσθιον, οἷαι πολλαὶ ἀμφὶ τὸν περίβολον κὰν τοῖς ἐρειπίοις πανταχῆ τῆς πόλεως φύονται.ὅπως δὲ αὐτοῖς μὴ τὸ τῆς πόας δριμὺ τά τε χείλη καὶ τὰ ἀμφὶ τὴν φάρυγγα δάκνῃ οὐ παρέργως αὐτὰς ἕψοντες ἤσθιον.Τέως μὲν οὖν Ῥωμαῖοι τὸ τοῦ χρυσοῦ νόμισμα εἶχον, οὕτως, ὥσπερ ἐρρήθη, τὸν σῖτον καὶ τὰ πίτυρα ὠνούμενοι ἀπηλλάσσοντο· ἐπεὶ δὲ τοῦτο αὐτοὺς ἤδη ἐπελελοίπει, οἱ δὲ φέροντες ἐς τὴν ἀγορὰν τὰ ἔπιπλα πάντα βίον αὐτῶν τὸν ἐφήμερον ἀντηλλάσσοντο.τελευτῶντες δέ, ἐπεὶ οἱ τοῦ βασιλέως στρατιῶται σῖτον οὐκ εἶχον, ὅνπερ καὶ Ῥωμαίοις ἀπόδωνται, πλήν γε δὴ ὅτι τῷ Βέσσᾳ ὀλίγος ἔτι ἐλέλειπτο, οὔτε Ῥωμαῖοι ὅτου ὠνοῖντο, ἐς τὰς ἀκαλήφας ἅπαντες ἔβλεπον.ταύτης δὲ αὐτοῖς οὐ διαρκούσης τῆς βρώσεως, οἵ γε οὐδὲ αὐτῆς ἐς κόρον ἰέναι παντάπασιν εἶχον, ἐξίτηλοι μὲν αἱ σάρκες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνοντο, τὸ δὲ χρῶμα ἐς τὸ πελιδνὸν κατὰ βραχὺ ἧκον εἰδώλοις αὐτοὺς ἐμφερεστάτους εἰργάζετο.πολλοί τε βαδίζοντες ἔτι καὶ τῶν ὀδόντων αὐτοῖς μασσομένων τὰς ἀκαλήφας, ἔθνησκόν τε ἐκ τοῦ αἰφνιδίου καὶ ἐς γῆν ἔπιπτον.ἤδη δὲ καὶ ἀλλήλων τὴν κόπρον ἤσθιον. πολλοί τε σφᾶς αὐτοὺς τῷ λιμῷ πιεζόμενοι διεχρήσαντο, ἐπεὶ οὐκέτι οὔτε κύνας οὔτε μῦς εὕρισκον οὔτε ἄλλο τι ζῷον νεκρὸν ὅτῳ σιτίζοιντο.Ἦν δέ τις ἐνταῦθα Ῥωμαῖος ἀνήρ, πέντε παίδων πατήρ, ὃν δὴ περιστάντες οἱ παῖδες καὶ τῆς ἐσθῆτος ἁπτόμενοι τροφὴν ἔπραττον·ὁ δὲ οὔτε ἀνοιμώξας οὔτε ὅτι ξυνεταράχθη ἔνδηλος γεγονώς, ἀλλ’ ἰσχυρότατα ἐν τῇ διανοίᾳ τὸ πάθος ὅλον ἀποκρυψάμενος, ἕπεσθαί οἱ τοὺς παῖδας ὡς δὴ τροφὴν ληψομένους ἐκέλευεν.ἐπεὶ δὲ ἐς τοῦ Τιβέριδος τὴν γέφυραν ἦλθε, δήσας ἐπὶ τῷ προσώπῳ θοἰμάτιον, τούτῳ τε τοὺς ὀφθαλμοὺς καλυπτόμενος ἥλατο ἀπὸ τῆς γεφύρας ἐς τὸ τοῦ Τιβέριδος ὕδωρ, θεωμένων τὰ δρώμενα τῶν τε παίδων καὶ πάντων Ῥωμαίων οἳ ταύτῃ ἦσαν.Καὶ τὸ λοιπὸν οἱ τοῦ βασιλέως ἄρχοντες λαμβάνοντες χρήματα ἕτερα μεθῆκαν Ῥωμαίους ὅσοις ἐνθένδε βουλομένοις ἦν ἀπαλλάσσεσθαι.ὀλίγων τε ἀπολελειμμένων ἐνταῦθα οἱ ἄλλοι ἅπαντες ᾤχοντο φεύγοντες ὥς πη ἕκαστος δυνατὸς ἐγεγόνει. καὶ αὐτῶν οἱ πλεῖστοι τῆς δυνάμεως καταμαρανθείσης αὐτοῖς τῷ λιμῷ ἤδη πλέοντες ἢ ὁδῷ ἰόντες ἀπέθανον.πολλοὶ δὲ καὶ καταληφθέντες πρὸς τῶν πολεμίων ἐν τῇ ὁδῷ διεφθάρησαν. Ῥωμαίων μὲν τῇ τε βουλῇ καὶ τῷ δήμῳ ἐκεχωρήκει ἐς τοῦτο ἡ τύχη.Ἐπεὶ δὲ τὸ ξὺν τῷ Ἰωάννῃ καὶ Ἰσαάκῃ στράτευμα ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ Βελισαρίῳ ξυνέμιξεν, Ἰωάννης μὲν ἅπαντας διαπορθμευσαμένους ἠξίου τὸν κόλπον πεζῇ ἰόντας παντὶ τῷ στρατῷ κοινῇ τὰ προσπίπτοντα φέρειν, Βελισαρίῳ δὲ ἀξύμφορον τοῦτο ἔδοξεν εἶναι, ἀλλὰ πλέουσι μὲν αὐτοῖς ἐς τὰ ἀμφὶ Ῥώμην χωρία μᾶλλον ξυνοίσειν·πεζῇ γὰρ ἰοῦσι χρόνον τε σφίσι τετρίψεσθαι πλείω καί τι ὑπαντιάσειν ἴσως ἐμπόδιον· Ἰωάννην δὲ διά τε Καλαβρῶν καὶ τῶν ταύτῃ ἐθνῶν ἰόντα ἐξελάσαι μὲν ὀλίγους κομιδῆ τοὺς ἐνταῦθα βαρβάρους ὄντας, ὑποχείρια δὲ ποιησάμενον τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου ξυμμῖξαι σφίσιν ἥκοντα ἐς τὰ ἀμφὶ Ῥώμην χωρία.οὗ δὴ καὶ αὐτὸς καταίρειν τῷ ἄλλῳ στρατῷ διενοεῖτο. ᾤετο γὰρ πικρότατα πολιορκουμένων Ῥωμαίων, καί τινα, ὥς γε τὸ εἰκός, βραχυτάτην τριβὴν τὰ ἀνήκεστα λυμανεῖσθαι τοῖς πράγμασι.καὶ πλέουσι μὲν ἀνέμου τε σφίσιν ἐπιφόρου ἐπιπεσόντος πεμπταίοις ἐς τὸν Ῥωμαίων λιμένα καταίρειν δυνατὰ ἔσεσθαι, στρατῷ δὲ ἐκ Δρυοῦντος πεζῇ ἰοῦσιν οὐδ’ ἂν τεσσαράκοντα ἡμερῶν ἐν Ῥώμῃ γενέσθαι.Ταῦτα βελισάριος Ἰωάννῃ ἐπιστείλας παντὶ τῷ στόλῳ ἐνθένδε ἀπῆρε· πνεύματος δὲ σκληροῦ σφίσιν ἐπιπεσόντος Δρυοῦντι προσέσχον.οὗπερ οἱ Γότθοι αἰσθόμενοι, ὅσοι δὴ ἐτετάχατο ἐπὶ τῇ πολιορκίᾳ τοῦ ἐνταῦθα φρουρίου, διαλύσαντες τὴν προσεδρείαν εὐθὺς κομίζονται ἀμφὶ πόλιν Βρεντέσιον, δυοῖν μὲν ἡμέραιν ὁδῷ Δρυοῦντος διέχουσαν, πρὸς δὲ τῇ ἀκτῇ τοῦ κόλπου κειμένην, ἀτείχιστον οὖσαν, ὑποτοπάζοντες Βελισάριον αὐτίκα δὴ διαβήσεσθαι τὸν ἐκείνῃ πορθμόν, ἔς τε Τουτίλαν τὰ παρόντα σφίσιν ἀνήνεγκαν.ὁ δὲ πάντα τε τὸν στρατὸν ὡς ὑπαντιάσων ἐν παρασκευῇ ἐποιήσατο καὶ Γότθους τοὺς ἐν Καλαβρίᾳ ἐκέλευεν, ὅπη ἂν σφίσι δυνατὰ εἴη, τὴν δίοδον ἐν φυλακῇ ἔχειν.