ὅπως τοίνυν καὶ ὕστερον μὴ ταῦτα πάθοιμεν προνοεῖν ἄξιον. τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν αὖθις ἐκπεπτωκέναι κακοπραγίαν οὐ προειδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμφοράν, οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ’ ἐς ἄνοιαν τῶν ἐπταικότων, ὡς τὸ εἰκός,περιίστασθαι. προσθείη δ’ ἄν τις ὡς καὶ τὸν Ῥώμης καθαιρεθῆναι περίβολον μάλιστα πάντων ὑμῖν ξυνοίσει. οὐδὲ μεθ’ ἑτέρων γὰρ τὸ λοιπὸν καθειργμένοι πάντων τε ἀποκεκλεισμένοι τῶν ἀναγκαίων, πολιορκηθήσεσθε πρὸς τῶν ἐπιόντων, ἀλλὰ κινδυνεύσουσι μὲν τῇ μάχῃ πρὸς ἀλλήλους ἑκάτεροι, ἆθλον δὲ τῶν νικώντων ὑμεῖς οὐ μετὰ κινδύνων ὑμετέρων γενήσεσθε.τῶν μέντοι προσκεχωρηκότων ἡμῖν οἰκετῶν ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς, ἤνπερ ἐκείνους συνταξαμένους τε ἡμῖν ἐπὶ τοὺς ἐναντίους καὶ παρ’ ἡμῶν τὴν ὁμολογίαν κεκομισμένους τοῦ μή ποτε αὐτοὺς τοῖς πάλαι κεκτημένοις προήσεσθαι τανῦν ἐγχειρίσειν ὑμῖν γνοίημεν, οὐδὲ πρὸς ὑμᾶς τὸ πιστὸν ἕξομεν.οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν τῶν ξυγκειμένων ἐς τοὺς ἁπάντων οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ τὴν αὑτοῦ γνώμην ἐνδείκνυσθαι, ἀλλ’ ὥσπερ τῆς φύσεως ἄλλο τι γνώρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμβάλλοντας τὴν ἀπιστίαν ἀεὶ περιφέρειν φιλεῖ.”Τουτίλας μὲν τοσαῦτα εἶπε, Πελάγιος δὲ ἀμείβεται ὧδε· “Κατεσπουδάσθαι σοι μάλιστα πάντων ἐμέ τε, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ ξυνέταξας.ὑβρίζειν γὰρ εἰς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ ὃς ἂν κατὰ κόρρης πατάξαι καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς αὐτὸν χρήσαιτο, ἀλλ’ ὃς ἂν ἄπρακτον ἀποπέμψασθαι τὸν ἐς αὐτὸν ἥκοντα γνοίη.οὐ γὰρ ὅπως τιμῆς πρὸς τῶν ὑποδεξαμένων τινὸς τύχωσι, καθεῖναι αὑτοὺς ἐς τὴν πρεσβείαν εἰώθασιν ἄνθρωποι, ἀλλ’ ὅπως τι ἀγαθὸν διαπεπραγμένοι τοῖς ἐσταλκόσιν ἐς αὐτοὺς ἐπανήξωσιν.ὥστε προπηλακισθέντας ξυνοίσει μᾶλλον διαπεπρᾶχθαί τι ὧν ἕνεκα ἦλθον ἢ λόγων ἐπιεικεστέρων ἀκούσαντας τῆς ἐλπίδος ἀποτυχόντας ἐπανελθεῖν. παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδα ὅ τι δεῖ περὶ τούτων ὧν αὐτὸς εἴρηκας.τί γὰρ ἄν τις ἐνοχλοίη τόν γε πρὸ τῆς ἀπολογίας ἀπειπόντα τὴν ξύμβασιν ; ἐκεῖνο δὲ οὐκ ἂν σιωπῴην, ὡς ἔνδηλος εἶ ὁπόσην ἐς Ῥωμαίους τοὺς σοὶ ὅπλα ἀντάραντας φιλανθρωπίαν ἐνδείκνυσθαι μέλλεις, ὃς ἐς Σικελιώτας τοὺς οὐδαμῆ σοι ἀπηντηκότας ἀκήρυκτον τὸ ἔχθος ἐξενεγκεῖν ἔγνως.ἀλλ’ ἔγωγε μεθεὶς τὴν πρὸς σὲ δέησιν τὴν πρεσβείαν ἐς τὸν θεὸν μεταθήσομαι, ὃς δὴ τοῖς τὰς ἱκεσίας ὑπερφρονοῦσι νεμεσᾶν εἴωθε.”Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλλάσσετο. καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο. τοὺς μέντοι στρατιώτας οὔπω τὰ ἀναγκαῖα ἐπελελοίπει, ἀλλ’ ἔτι ἀντεῖχον.διὸ δὴ ἀθρόοι Ῥωμαῖοι γενόμενοι καὶ τοῖς τοῦ βασιλέως στρατοῦ ἄρχουσι, Βέσσᾳ τε καὶ Κόνωνι, προσελθόντες, δεδακρυμένοι ξὺν οἰμωγῇ πολλῇ ἔλεξαν τοιάδε· “Τοιαύτας μὲν οὔσας, ὦ στρατηγοί, τύχας ἡμῖν τὰς παρούσας ὁρῶμεν, ὥστε εἰ καί τι δρᾶν ὑμᾶς ἀνόσιον ἔργον ἰσχύομεν, οὐκ ἄν τινα ἡμῖν τὸ ἔγκλημα τοῦτο μέμψιν ἐπήνεγκεν.ἡ γὰρ τῆς ἀνάγκης ὑπερβολὴ τὴν ἀπολογίαν ἐφ’ ἑαυτῆς ἔχει. νῦν δὲ ἀμύνειν ἔργῳ ἡμῖν αὐτοῖς οὐχ οἷοί τε ὄντες, δηλώσοντές τε λόγῳ καὶ ἀποκλαύσοντες τὴν ξυμφορὰν παρ’ ὑμᾶς ἥκομεν. ὅπως δὲ ἀκούσησθε πρᾴως, οὐ ξυνταρασσόμενοι τῷ τῶν λόγων θράσει, ἀλλὰ τῇ τοῦ πάθους ἀκμῇ τοῦτο σταθμώμενοι.ὁ γὰρ ἀπογνῶναι τὴν σωτηρίαν ἠναγκασμένος οὐκ ἔργοις, οὐ ῥήμασι τὴν εὐκοσμίαν διασώσασθαι τὸ λοιπὸν δύναται.ἡμᾶς, ὦ στρατηγοί, μήτε Ῥωμαίους μήτε ξυγγενεῖς ὑμῖν νομίζετε εἶναι, μήτε ὁμοτρόπους τοῖς τῆς πολιτείας ἤθεσι γεγονέναι, μήτε ἀρχὴν ἑκόντας τῇ πόλει τὸν βασιλέως δέχεσθαι στρατόν, ἀλλὰ πολεμίους τὸ ἐξ ἀρχῆς ὄντας καὶ ὅπλα ἐφ’ ὑμῖν ἀραμένους, εἶτα ἡσσηθέντας τῇ μάχῃ, ἀνδράποδα δορυάλωτα ὑμῶν αὐτῶν κατά γε τὸν τοῦ πολέμου γενέσθαι νόμον.καὶ χορηγεῖτε τοῖς ὑμετέροις αἰχμαλώτοις τροφὴν οὐ κατὰ τὴν χρείαν ἡμῖν ἀποχρῶσαν, ἀλλ ὥστε ἀποζῆν διαρκῶς ἔχουσαν, ὅπως δὴ καὶ ἡμεῖς περιόντες ἀνθυπουργήσωμεν ὑμῖν ὅσα τοὺς οἰκέτας τοῖς κεκτημένοις ὑπηρετεῖν ἄξιον.εἰ δὲ τοῦτο οὐ ῥᾴδιον ἢ βουλομένοις ὑμῖν, ἀλλ’ ἀφεῖναι ἡμᾶς τῆς ὑμετέρας δικαιοῦτε χειρός, ἐκεῖνο κερδανοῦντες, τὸ μὴ περὶ τὰς τῶν δούλων πονεῖσθαι ταφάς· ἢν δὲ μηδὲ τοῦτο ἡμῖν ἀπολέλειπται, ἀποκτιννύναι ἡμᾶς ἀξιοῦτε καὶ μὴ ἀποστερήσητε τελευτῆς σώφρονος μηδὲ θανάτου φθονήσητε τοῦ πάντων ἡδίστου, ἀλλὰ πράξει μιᾷ μυρίων ἀπαλλάξατε Ῥωμαίουςδυσκόλων.” ταῦτα οἱ ἀμφὶ Βέσσαν ἀκούσαντες τὸ μὲν τὰ ἐπιτήδεια χορηγεῖν σφίσιν ἀδύνατον, τὸ δὲ ἀποκτιννύναι ἀνόσιον ἔφασαν εἶναι, οὐ μέντοι οὐδὲ τὸ ἀφεῖναι ἀκίνδυνον. Βελισάριον δὲ καὶ τὸν ἐκ Βυζαντίου στρατὸν αὐτίκα δὴ μάλα παρέσεσθαι ἰσχυρίσαντο, ταύτῃ τε αὐτοὺς παρηγορήσαντες ἀπεπέμψαντο.Ὁ δὲ λιμὸς ἔτι μᾶλλον ἀκμάζων τε καὶ μηκυνόμενος ἐπὶ μέγα κακοῦ ᾔρετο, βρώσεις ὑποβάλλων ἐκτόπους τε καὶ τῆς φύσεως ὑπερορίους.