τούτου ὁ Τουτίλας ἀνεπυνθάνετο τοῦ ἱερέως ὅσα ἐβούλετο, ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψε.ταῦτα μὲν δὴ οὕτω γενέσθαι τετύχηκε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑνδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.Βιγίλιος δέ, ὁ τῆς Ῥώμης ἀρχιερεύς, βασιλεῖ ἐς Βυζάντιον ἐκ Σικελίας μετάπεμπτος ἦλθεν. ἐτύγχανε γὰρ πολύν τινα χρόνον διὰ τοῦτο ἐν Σικελίᾳ διατριβὴν ἔχων.Ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖοι ἐν Πλακεντίᾳ πολιορκούμενοι ἁπάντων ἤδη σφᾶς τῶν ἀναγκαίων παντάπασιν ἐπιλιπόντων ἐς βρώσεις οὐχ ὁσίας τινάς, βιαζόμενοι τῷ λιμῷ, ἦλθον.καὶ μὴν καὶ ἀλλήλων ἐγεύσαντο. καὶ διὰ τοῦτο σφᾶς τε αὐτοὺς καὶ Πλακεντίαν ὁμολογίᾳ Γότθοις παρέδωκαν.Ταῦτα μὲν οὖν τῇδε ἐχώρησε καὶ Ῥώμην πρὸς Τουτίλα πολιορκουμένην ἅπαντα ἤδη τὰ ἀναγκαῖα ἐπελελοίπει.ἦν δέ τις ἐν τοῖς Ῥώμης ἱερεῦσιν, ὄνομα μὲν Πελάγιος, διάκονος δὲ τὴν τιμήν, ὃς δὴ ἐν Βυζαντίῳ χρόνον διατρίψας συχνὸν φίλος μὲν ἐς τὰ μάλιστα Ἰουστινιανῷ βασιλεῖ γέγονε, χρήματα δὲ περιβεβλημένος μεγάλα ἐς Ῥώμην ὀλίγῳ ἔμπροσθεν ἐτύγχανεν ἀφικόμενος.ἐν ταύτῃ τε τῇ πολιορκίᾳ τοῖς τῶν ἀναγκαίων ἀπορουμένοις πλεῖστα τῶν χρημάτων προέμενος, ὢν καὶ πρότερον ἔν γε Ἰταλιώταις ἅπασι δόκιμος, μεῖζον, ὡς τὸ εἰκός, ἐπὶ φιλανθρωπίᾳ κλέος ἀπήνεγκε.τοῦτον Ῥωμαῖοι τὸν Πελάγιον, ἐπειδὴ τὰ ἀμήχανα τῷ λιμῷ ἔπασχον, πείθουσι παρὰ Τουτίλαν τε ἰέναι καὶ ἡμερῶν ὀλίγων τινῶν ἐκεχειρίαν διαπράξασθαι σφίσιν, ἐφ’ ᾧ, ἢν μή τις αὐτοῖς ἐπικουρία ταύτης δὴ ἐντὸς τῆς ἐκεχειρίας ἐκ Βυζαντίου ἀφίκηται, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ καὶ τὴν πόλιν Γότθοις ἐνδώσουσιν.ἐπὶ ταύτῃ δὴ τῇ πρεσβείᾳ Πελάγιος παρὰ Τουτίλαν ἦλθεν. ἥκοντά τε αὐτὸν ὁ Τουτίλας ἀσπασάμενος αἰδοῖ τε καὶ φιλοφροσύνῃ πολλῇ πρῶτος ἔλεξεν ὧδε·“Πᾶσι μέν, ὡς ἐπὶ πλεῖστον εἰπεῖν, νόμος βαρβάροις τὸ χρῆμα τῶν πρέσβεων σέβειν, ἐμοὶ δὲ τοὺς τῆς ἀρετῆς τι μεταποιουμένους, οἷος αὐτὸς εἶ, καὶ ἄλλως τιμᾶν ἐν σπουδῇ ἄνωθεν γέγονε.τιμὴν δὲ καὶ ὕβριν ἐς ἄνδρα πρεσβευτὴν οὐ πρᾳότητι προσώπων οὐδὲ ῥημάτων ὄγκῳ τῶν ὑποδεξαμένων διακεκρίσθαι οἶμαι, ἀλλ’ ἔν γε τῷ ἀληθίζεσθαι ἢ λόγοις οὐχ ὑγιαίνουσιν ἐς αὐτὸν χρῆσθαι.τετιμῆσθαι μὲν γὰρ διαφερόντως ἐκείνῳ ξυμβαίνει, ὅτῳ ἂν ἐκ τοῦ εὐθέος ἀποκαλύψαντες τὸν ἀληθῆ λόγον, οὕτω τὸν ἄνθρωπον ἀποπέμποιντο, περιυβρίσθαι δὲ πάντων μάλιστα τῷ πρεσβευτῇ τούτῳ, ὃς ἃν ὑπούλων τε καὶ ξυμπεπλασμένων ἀκούσας ῥημάτων ἀπιὼν οἴχοιτο.τριῶν τοίνυν ἐκτός, ὦ Πελάγιε, τῶν ἄλλων ἁπάντων, ὅτου ἂν δεηθείης, οὐ μή ποτε πρὸς ἡμῶν ἀτυχήσεις.ἃ δὴ φυλασσόμενόν σε σιωπᾶν ἄμεινον, ὅπως μὴ σαυτῷ αἰτιώτατος γεγονὼς τοῦ μηδὲν ἀνύειν ὧν ἕνεκα ἦλθες τὴν ὑπὲρ αὐτῶν μέμψιν ἡμῖν ἀναθήσεις.τῷ γὰρ μὴ ἐπιτηδείως τοῖς παροῦσιν αἰτεῖσθαι τὸ μηδὲν κατορθοῦν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμπέφυκε. λέγω δὲ ὅπως μήτε Σικελιωτῶν τινος ἕνεκα μήτε τῶν Ῥώμης περιβόλων, ἢ τῶν προσκεχωρηκότων ἡμῖν οἰκετῶν, τοὺς λόγους ποιήσεις.οὐ γὰρ οἷόν τέ ἐστιν ἢ Γότθους φειδοῖ ἐς Σικελιωτῶν τινα χρήσεσθαι, ἢ τόδε τὸ τεῖχος ἑστάναι, ἢ δούλους τοὺς ξὺν ἡμῖν στρατευσαμένους τοῖς πάλαι κεκτημένοις δουλεύειν. τοῦ δὲ μὴ δοκεῖν ἀλογίστῳ ταῦτα προτείνεσθαι γνώμῃ τῷ τὰς αἰτίας αὐτίκα ἐξειπεῖν τὴν ὑποψίαν ἐκλύσομεν.”“Ἠν μὲν ἡ νῆσος εὐδαίμων ἐκ παλαιοῦ χρημάτων προσόδῳ καὶ καρπῶν ἀφθονίᾳ τῶν ἐκεῖ φυομένων πασῶν μάλιστα, ὥστε οὐ τοῖς αὐτὴν ἐνοικοῦσιν ἐπαρκεῖν μόνον, ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὑμᾶς ἐνθένδε εἰσκομιζομένους ἀνὰ πᾶν ἔτος τὴν τῶν ἐπιτηδείων φορὰν διαρκῶς ἔχειν.διόπερ κατ’ ἀρχὰς ἐδέοντο Θευδερίχου Ῥωμαῖοι μὴ πολλῶν ἐνταῦθα Γότθων καταστῆναι φρουράν, ὡς μηδὲν αὐτῶν τῇ ἐλευθερίᾳ ἢ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐμπόδιον εἴη.τούτων δὲ τοιούτων ὄντων κατέπλευσεν ἐς Σικελίαν ὁ τῶν πολεμίων στρατός, οὔτε ἀνδρῶν πλήθει οὔτε ἄλλῳ τῶν πάντων οὐδενὶ ἀξιόμαχοι πρὸς ἡμᾶς ὄντες.Σικελιῶται δὲ τὸν στόλον ἰδόντες οὐκ ἐς Γότθους ταῦτα ἀνήνεγκαν, οὐκ ἐν τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτούς, οὐκ ἄλλο προσκρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν, ἀλλ’ ἀναπετάσαντες προθυμίᾳ τῇ πάσῃ τὰς τῶν πόλεων πύλας ἐδέξαντο ὑπτίαις χερσὶ τὸν τῶν πολεμίων στρατόν, ὥσπερ, οἶμαι, τὰ τῶν ἀνδραπόδων ἀπιστότατα, ἐκ χρόνου καιροφυλακοῦντες πολλοῦ δραπετεῦσαι μὲν τῆς τῶν κεκτημένων χειρός, νέους δέ τινας καὶ ἀγνῶτας αὑτοῖς δεσπότας εὑρεῖν.ἐντεῦθέν τε ὁρμώμενοι καθάπερ ἐξ ἐπιτειχίσματος οἱ πολέμιοι τήν τε ἄλλην Ἰταλίαν ἀπονητὶ ἔσχον καὶ Ῥώμην τήνδε κατέλαβον, σῖτον ἐκ Σικελίας ἐπαγαγόμενοι τοσοῦτον τὸ πλῆθος, ὥστε πολιορκουμένοις ἐς ἐνιαυτοῦ μῆκος ἀντέχειν ξύμπασι Ῥωμαίοις.τὰ μὲν οὗν Σικελιωτῶν τοιαῦτά ἐστιν, ὧνπερ αὐτοῖς Γότθους συγγνώμονας εἶναι οὐδεμία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον.Τούτων δὲ τῶν περιβόλων ἐντὸς καθείρξαντες αὑτοὺς οἱ πολέμιοι ἐς μὲν τὸ πεδίον καταβαίνοντες παρατάσσεσθαι ἡμῖν οὐδαμῆ ἔγνωσαν, σοφίσμασι δὲ καὶ παραγωγαῖς ἀεί τε καὶ καθ’ ἡμέραν Γότθους ἐκκρούοντες κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται.