ἀρνηθέντα τε κολάζειν ἠπείλουν. ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ βασιλεὺς Ἰουστινιανὸς πρέσβεις τινὰς παρὰ τούτους δὴ τοὺς βαρβάρους στείλας ἠξίου ξυνοικίζεσθαι ἅπαντας εἰς πόλιν ἀρχαίαν, Τούρριν ὄνομα, ἣ κεῖται μὲν ὑπὲρ ποταμὸν Ἴστρον, Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐν τοῖς ἄνω χρόνοις αὐτὴν δειμαμένου, ἔρημος δὲ ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, ληϊσαμένων αὐτὴν τῶν ταύτῃ βαρβάρων.ταύτῃ γὰρ αὐτοὺς καὶ τῇ ἀμφ’ αὐτὴν χώρᾳ Ἰουστινιανὸς βασιλεὺς ἅτε προσηκούσῃ τὸ ἐξ ἀρχῆς Ῥωμαίοις ὡμολόγει δεδωρήσεσθαι καὶ σφίσι ξυνοικιεῖν μὲν δυνάμει τῇ πάσῃ, χρήματα δὲ μεγάλα σφίσι προΐεσθαι, ἐφ’ ᾧ οἱ ἔνσπονδοι τὸ λοιπὸν ὄντες Οὔννοις ἐμπόδιοι ἐς ἀεὶ γένωνται, καταθεῖν βουλομένοις τὴν Ῥωμαίων ἀρχήν.Ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπῄνεσάν τε καὶ πράξειν ἅπαντα ὑπέσχοντο, εἴπερ αὐτοῖς τὸν Χιλβούδιον στρατηγὸν Ῥωμαίων αὖθις καταστησάμενος ξυνοικιστὴν δοίη, αὐτὸν ἐκεῖνον ἰσχυριζόμενοι, ᾗπερ ἠβούλοντο, Χιλβούδιον εἶναι.ταύταις δὲ ὁ ἄνθρωπος ἐπαρθεὶς ταῖς ἐλπίσιν ἤδη καὶ αὐτὸς ἤθελέ τε καὶ ἔφασκε Χιλβούδιος ὁ Ῥωμαίων στρατηγὸς εἶναι. ἐφ’ οἷς δὴ αὐτὸν στελλόμενον ἐς Βυζάντιον Ναρσῆς ἐν ταύτῃ τῇ πορείᾳ καταλαμβάνει.καὶ ξυγγενόμενος, ἐπεὶ φενακίζοντα τὸν ἄνθρωπον εὗρε ʽκαίπερ τήν τε Λατίνων ἀφιέντα φωνὴν καὶ τῶν Χιλβουδίου γνωρισμάτων πολλὰ ἐκμαθόντα τε ἤδη καὶ προσποιεῖσθαι ἱκανῶς ἔχοντἀ ἔν τε δεσμωτηρίῳ καθεῖρξε καὶ τὸν πάντα ἐξειπεῖν λόγον ἠνάγκασεν, οὕτω τε ἐς Βυζάντιον ξὺν αὑτῷ ἤγαγεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.Βασιλεὺς μὲν ταῦτα ἅπερ μοι δεδήλωται ἔπρασσεν. ἐν τούτῳ δὲ Βελισάριος Βαλεντῖνόν τε καὶ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, Φωκᾶν ὄνομα, διαφερόντως ἀγαθὸν τὰ πολέμια, ξὺν στρατεύματι ἐς τὸν Ῥωμαίων λιμένα ἔπεμψεν, ἐφ’ ᾧ τό τε ἐν Πόρτῳ φρούριον ξυμφυλάξουσι τοῖς ἐνταῦθα φρουροῖς, ὧνπερ Ἰννοκέντιος ἦρχε, καὶ ὅπη ἂν σφίσι δυνατὰ ᾖ ἐπεκδρομὰς ποιούμενοι ξυνταράξουσι τὸ τῶν πολεμίων στρατόπεδον.οἱ μὲν οὖν ἀμφὶ Βαλεντῖνόν τε καὶ Φωκᾶν πέμψαντες λάθρα ἐς Ῥώμην σημαίνουσι Βέσσᾳ ὡς αὐτίκα δὴ ἐπιέναι τῶν ἐναντίων τῷ χαρακώματι ἐκ τοῦ αἰφνιδίου μέλλουσι· δεήσει οὖν καὶ αὐτὸν τῶν ἐν Ῥώμῃ στρατιωτῶν τοὺς μαχιμωτάτους ἀπολεξάμενον, ἡνίκα αἴσθηται τῆς ἐπιδρομῆς, βοηθεῖν δρόμῳ, ὅπως τι καὶ δρᾶν τοὺς βαρβάρους ἑκάτεροι δυνήσονται μέγα.Βέσσᾳ δὲ ταῦτα οὐδαμῆ ἤρεσκε, καίπερ ἐς τρισχιλίους στρατιώτας ξὺν αὑτῷ ἔχοντι. διὸ δὴ καὶ Βαλεντῖνός τε καὶ Φωκᾶς ξὺν πεντακοσίοις ἐκ τοῦ ἀπροσδοκήτου ἐπισκήψαντες τῷ τῶν πολεμίων στρατοπέδῳ ὀλίγους μέν τινας ἔκτειναν, αἴσθησίς τε τοῦ ἐνθένδε θορύβου τοῖς πολιορκουμένοις ταχὺ γέγονεν.ὡς δὲ οὐδεὶς ἐκ τῆς πόλεως ἐπεξῄει, κατὰ τάχος ἐς τὸν λιμένα κακῶν παντάπασιν ἀπαθεῖς ἀνεχώρησαν.Πέμψαντές τε παρὰ Βέσσαν αὖθις ᾐτιῶντο μὲν ὄκνησίν τινα οὐ δέον αὐτῷ ἐμπεπτωκέναι, ἰσχυριζόμενοι δὲ ὡς ὀλίγῳ ὕστερον ἑτέραν ἐπεκδρομὴν ἐς τοὺς πολεμίους ποιήσονται παρεκάλουν καὶ αὐτὸν ἐς καιρὸν τοῖς βαρβάροις ἐπιθέσθαι δυνάμει τῇ πάσῃ.ὁ δὲ οὐδέν τι ἧσσον τὸ μὴ τοῖς ἐναντίοις ἐπεξιόντα διακινδυνεύειν ἀπεῖπεν. οἱ μέντοι ἀμφὶ Βαλεντῖνόν τε καὶ Φωκᾶν ξὺν στρατῷ πλείονι τοῖς πολεμίοις ἐμπεσεῖσθαι διενοοῦντο καὶ ἐν παρασκευῇ ἤδη ἐγένοντο.στρατιώτης δέ τις ὑπὸ Ἰννοκεντίῳ ταττόμενος αὐτόμολος παρὰ Τουτίλαν ἥκων ἀγγέλλει ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ ἔφοδος ἐκ τοῦ Πόρτου ἐπ’ αὐτοὺς ἔσται.καὶ ὃς τῶν χωρίων ὅσα ἐπιτηδείως ἐς τοῦτο εἶχεν ἐνέδραις ἔγνω προλοχίζειν ἀνδρῶν μαχίμων. οὗ δὴ τῇ ὑστεραίᾳ Βαλεντῖνός τε καὶ Φωκᾶς ξὺν τοῖς ἑπομένοις ἐμπεπτωκότες τούς τε πλείστους ἀποβάλλουσι καὶ αὐτοὶ θνήσκουσιν. ὀλίγοι δέ τινες μόλις διαφυγόντες ἐς τὸν Πόρτον κομίζονται.Τότε καὶ Βιγίλιος, ὁ τῆς Ῥώμης ἀρχιερεύς, ἐν Σικελίᾳ διατριβὴν ἔχων ναῦς ὅτι πλείστας σίτου ἐμπλησάμενος ἔπεμψεν, οἰόμενος ὅτῳ δὴ τρόπῳ τοῖς τὰ φορτία παραπέμπουσιν ἐς τὴν Ῥώμην ἐσιτητὰ εἶναι.αἱ μὲν οὖν νῆες αὗται ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, αἰσθόμενοι δὲ οἱ πολέμιοι χρόνῳ τε βραχεῖ προτερήσαντες ἐν τῷ λιμένι ἐγένοντο καὶ τῶν τειχῶν ἐντὸς σφᾶς αὐτοὺς ἔκρυψαν, ὅπως, ἐπειδὰν τάχιστα αἱ νῆες ἐνταῦθα κατάρωσι, κρατήσωσιν αὐτῶν οὐδενὶ πόνῳ.ὅπερ κατιδόντες ὅσοι φρουρὰν ἐν Πόρτῳ εἶχον, ἔς τε τὰς ἐπάλξεις ἀνέβαινον ἅπαντες καὶ τὰ ἱμάτια σείοντες τοῖς ἐν ταῖς ναυσὶ σημαίνειν ἐβούλοντο μὴ πρόσω ἰέναι, ἀλλ’ ἑτερωσε, ὅπη παρατύχῃ,ἐκτρέπεσθαι. οἱ δὲ τῶν ποιουμένων οὐ ξυνιέντες, ἀλλὰ χαίρειν τε τοὺς ἐν τῷ Πόρτῳ Ῥωμαίους οἰόμενοι καὶ σφᾶς ἐπὶ τὸν λιμένα παρακαλεῖν, τοῦ πνεύματος αὐτοῖς ἐπιφόρου ὄντος, ἐντὸς τοῦ λιμένος κατὰ τάχος ἐγένοντο.ἔπλεον δὲ ταῖς ναυσὶν ἄλλοι τε Ῥωμαίων πολλοὶ καί τις ἐπίσκοπος Βαλεντῖνος ὄνομα. ἔκ τε τῶν ἐνεδρῶν ἀναστάντες οἱ βάρβαροι τῶν πλοίων ἁπάντων οὐδενὸς ἀμυνομένου ἐκράτησαν.καὶ τὸν μὲν ἐπίσκοπον ζωγρήσαντες παρὰ τὸν Τουτίλαν ἤγαγον, τοὺς δὲ ἄλλους ἅπαντας ἔκτειναν, καὶ τὰς ναῦς σὺν τοῖς φορτίοις ἐφέλκοντες ᾤχοντο.