διὸ δὴ καὶ ὑπερήμεροι γεγενημένοι ἐς τῶν στρατιωτῶν τὰς συντάξεις ἐπιτάττειν αὐτοῖς ἥκιστα ἔχομεν· ἀφείλετο γὰρ ἡμῶν τὴν παρρησίαν τὸ ὄφλημα.εὖ δὲ καὶ τοῦτο, ὦ δέσποτα, ἴσθι, ὡς τῶν ὑπὸ σοὶ στρατευομένων οἱ πλείους πρὸς τοὺς πολεμίους ηὐτομοληκότες τυγχάνουσιν ὄντες.εἰ μὲν οὖν ἔδει Βελισάριον ἐς Ἰταλίαν στέλλεσθαι μόνον, ἄριστά σοι τὰ ἐς τὸν πόλεμον παρεσκεύασται· εἰμὶ γὰρ ἐν Ἰταλιώταις ἤδη που μέσοις· εἰ δὲ περιεῖναι βούλει τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ τὰ ἄλλα ἐξαρτύεσθαι δεῖ.στρατηγὸς γάρ τις, οἶμαι, τῶν ὑπουργούντων χωρὶς οὐκ ἂν γένοιτο. δορυφόρους τοίνυν καὶ ὑπασπιστὰς τοὺς ἐμοὺς μάλιστά μοι πάντων σταλῆναι προσήκει, ἔπειτα πάμπολύ τι πλῆθος Οὔννων τε καὶ ἄλλων βαρβάρων, οἷς καὶ χρήματα ἤδη δοτέον.”Τοσαῦτα μὲν Βελισάριος ἔγραψεν. Ἰωάννης δὲ χρόνον ἐν Βυζαντίῳ διατρίψας πολὺν οὐδὲν μὲν διεπράξατο ὧν ἕνεκα ἦλθεν, ἔγημε δὲ τοῦ Γερμανοῦ βασιλέως ἀνεψιοῦ παῖδα.ἐν τούτῳ δὲ Τουτίλας Φίρμον τε καὶ Ἄσκουλον ὁμολογίᾳ εἷλεν· ἐς Τούσκους τε ἀφικόμενος Σπολίτιόν τε καὶ Ἀσίσην ἐπολιόρκει. ἦρχε δὲ τοῦ μὲν ἐν Σπολιτίῳ φυλακτηρίου Ἡρωδιανός, τοῦ δὲ ἐν Ἀσίσῃ Σισίφριδος, Γότθος μὲν γένος, εὐνοϊκῶς δὲ λίαν ἔς τε Ῥωμαίους καὶ τὰ βασιλέως πράγματα ἔχων.Ἡρωδιανὸς μὲν οὖν τοῖς πολεμίοις ἐς λόγους ἦλθεν, ἐφ’ ᾧ τριάκοντα ἡμέρας ἡσυχῆ μείνωσιν.ὧν ἢν μὴ ἐπικουρία τις αὐτοῖς ἐπιγένηται, αὑτόν τε καὶ τὴν πόλιν ξύν τε τοῖς στρατιώταις καὶ τοῖς ἐνοικοῦσι Γότθοις ἐνδώσειν. τόν τε παῖδα ὅμηρον ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρέσχετο.ἐπειδὴ δὲ παρῆν μὲν ἡ κυρία, στράτευμα δὲ οὐδαμόθεν Ῥωμαίων ἦλθεν, Ἡρωδιανός τε καὶ ὅσοι φρουρὰν ἐνταῦθα εἶχον κατὰ τὰ ξυγκείμενα Τουτίλᾳ καὶ Γότθοις σφᾶς τε αὐτοὺς καὶ Σπολίτιον ἐνεχείρισαν.φασὶ δὲ Ἡρωδιανὸν κατὰ τὸ ἐς Βελισάριον ἔχθος αὑτόν τε καὶ Σπολίτιον Γότθοις ἐνδοῦναι· λογισμοὺς γὰρ αὐτὸν Βελισάριος τῶν βεβιωμένων ἠπείλησε πράξειν. Τὰ μὲν οὖν ἀμφὶ Σπολιτίῳ ταύτῃ ἐχώρησε.Σισίφριδος δὲ ξὺν τοῖς ἑπομένοις ἐπεκδρομὴν ποιησάμενος, τῶν τε ξὺν αὐτῷ πλείστους ἀποβάλλει καὶ αὐτὸς θνήσκει.Ἀσίσηνοί τε τοῖς παροῦσιν ἀπορούμενοι, αὐτίκα τὴν πόλιν τοῖς πολεμίοις ἐνέδοσαν. πέμψας δὲ καὶ παρὰ Κυπριανὸν εὐθὺς Τουτίλας, ἐνδοῦναί οἱ αὐτῷ Περυσίαν ἠξίου, δεδιττόμενος μὲν ἢν ἀπειθήσῃ, χρήμασι δὲ αὐτὸν δωρήσασθαι μεγάλοις ἐπαγγελλόμενος,ἤν γε ταῦτα ἐπιτελοίη. ἐπεί τέ οί πρὸς Κυπριανοῦ οὐδὲν προὐχώρει, τῶν ἐκείνου δορυφόρων ἕνα, Οὔλιφον ὄνομα, χρήμασιν ἀναπείθει δόλῳ τὸν ἄνθρωπον διαχρήσασθαι.Οὔλιφος μὲν οὖν μόνῳ τῷ Κυπριανῷ ἐντυχὼν ἔκτεινέ τε αὐτὸν καὶ παρὰ Τουτίλαν φεύγων ᾤχετο. οὐδὲν δὲ ἧσσον οἱ Κυπριανοῦ στρατιῶται βασιλεῖ τὴν πόλιν ἐφύλασσον· διὸ δὴ Γότθοι ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν.Μετὰ δὲ Τουτίλας ἐπὶ Ῥώμην ᾔει, καὶ ἐπεὶ ἀγχοῦ ἐγένετο, ἐς πολιορκίαν καθίστατο· τοὺς μέντοι γεωργοὺς οὐδὲν ἄχαρι ἀνὰ πᾶσαν τὴν Ἰταλίαν εἰργάσατο, ἀλλὰ τὴν γῆν ἀδεῶς ἐκέλευεν, ᾗπερ εἰώθασιν, ἐς ἀεὶ γεωργεῖν, τοὺς φόρους αὐτῷ ἀποφέροντας ὅσους τὸ πρότερον ἔς τε τὸ δημόσιον καὶ ἐς τοὺς κεκτημένους ἀποφέρειν ἠξίουν.Γότθων δέ τινων ἄγχιστα τοῦ Ῥώμης περιβόλου ἀφικομένων Ἀρτασίρης τε καὶ Βαρβατίων, πολλούς τε τῶν ἑπομένων ἐπαγαγόμενοι, Βέσσα ὡς ἥκιστα ἐπαινοῦντος, ἐπεκδρομὴν ἐπ’ αὐτοὺς ἐποιήσαντο.καὶ πολλοὺς μὲν εὐθὺς ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. οἷς δὴ ἐπισπόμενοι, ἔς τε τὴν δίωξιν ἐπὶ πλεῖστον ἐκπεπτωκότες ἐνέδραις ὑπὸ τῶν πολεμίων ἐνέτυχον.οὗ δὴ τοὺς πλείστους ἀποβαλόντες αὐτοὶ ξὺν ὀλίγοις τισὶ διέφυγον μόλις, καὶ τὸ λοιπὸν ἐπεξιέναι τοῖς ἐναντίοις, καίπερ ἐγκειμένοις, οὐκέτι ἐτόλμων.Καὶ ἀπ’ αὐτοῦ λιμός τις ἀκριβὴς τοὺς Ῥωμαιους ἐπίεζεν, οὐκέτι δυναμένους τι τῶν ἀναγκαίων ἐκ τῶν ἀγρῶν εἰσκομίζεσθαι, καὶ τῶν ἐκ θαλάσσης ἀποκεκλεισμένων φορτίων.ἐπειδὴ γὰρ Γότθοι Νεάπολιν εἷλον, ναυτικὸν ἐνταῦθα καταστησάμενοι ἀκάτων πολλῶν κἀν ταῖς νήσοις ταῖς Αἰόλου καλουμέναις καὶ ὅσαι ἄλλαι τῇδε ἐπίκεινται, ἐς τὸ ἀκριβὲς τὸν διάπλουν ἐφύλασσον.ὅσαι οὖν νῆες ἐκ Σικελίας ἀναγόμεναι ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, πᾶσαι γεγόνασιν αὐτοῖς ἀνδράσιν ὑπὸ ταῖς ἐκείνων χερσί.Τουτίλας δὲ στράτευμα ἐς Αἰμιλίαν πέμψας, πόλιν Πλακεντίαν ἐξελεῖν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐκέλευεν.αὕτη δὲ πρώτη μέν ἐστιν Αἰμιλίων τῆς χώρας, ὀχύρωμα ἰσχυρὸν ἔχουσα. πρὸς δὲ τῷ ποταμῷ Ἠριδανῷ κεῖται καὶ μόνη τῶν τῇδε χωρίων Ῥωμαίων κατήκοος οὖσα ἔτι ἐλέλειπτο.ἐπεὶ δὲ ὁ στρατὸς οὗτος Πλακεντίας ἀγχοῦ ἐγένοντο, λόγους προὔφερον τοῖς ἐνταῦθα φρουροῖς, ὅπως τὴν πόλιν ὁμολογίᾳ Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοῖεν.ὡς δὲ οὐδὲν σφίσι προὐχώρει, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, τῶν ἐπιτηδείων ἐνδεῖν τοὺς ἐν τῇ πόλει αἰσθόμενοι.Τότε τοῖς ἐν Ῥώμῃ τοῦ βασιλέως στρατοῦ ἄρχουσιν ὑποψία προδοσίας πέρι ἐγένετο ἐς Κέθηγον, πατρίκιον ἄνδρα καὶ πρῶτον τῆς Ῥωμαίων βουλῆς. διὸ δὴ ἐς Κεντουκέλλας ἀπιὼν ᾤχετο.Βελισάριος δὲ περί τε τῇ Ῥώμῃ καὶ τοῖς ὅλοις πράγμασι δείσας, ἐπεὶ ἐκ Ῥαβέννης ἀμύνειν ἄλλως τε καὶ στρατῷ ὀλίγῳ ἀδύνατα ἦν, ἀπανίστασθαί τε ἐνθένδε καὶ τὰ ἐπὶ Ῥώμης χωρία καταλαβεῖν ἔγνω, ὅπως δὴ ἀγχοῦ γενόμενος τοῖς ταύτῃ κάμνουσιν ἐπιβοηθεῖν οἷός τε εἴη.