Γότθοις τε τρισὶν ἐντυχὼν ἐν χώρῳ κρημνώδει τὰ μὲν πρῶτα ὡς ἀντιταξόμενος ἔστη· ἐπὶ πλεῖστον γὰρ ἀνδριας ἐτύγχανεν ἥκων· πολλοὺς δὲ πανταχόθεν ἰδὼν ἐπ’ αὐτὸν ἐπιρρέοντας ἐς φυγὴν ὥρμητο.τοῦ δέ οἱ ἵππου ἐν δυσχωρίᾳ ὀκλάσαντος, κραυγή τε πολλὴ τῶν πολεμίων γέγονε καὶ τὰ δοράτια ἠκόντιζον ἐπ’ αὐτὸν ἅπαντες. ὧν δὴ Ῥωμαῖοι αἰσθόμενοι ἐβοήθουν δρόμῳ.καὶ Ῥικίλας μὲν δόρασι πολλοῖς κεκαλυμμένος θνήσκει, τρέψαντες δὲ τοὺς ἐναντίους οἱ ἀμφὶ Θουριμούθ, ἄραντές τε τὸν νεκρόν, ἐς Αὔξιμον πόλιν ἐκόμισαν, οὐκ ἐπαξίως τῆς ἀρετῆς τὴν τοῦ βίου καταστροφὴν κληρωσάμενον.Ἔπειτα Σαβινιανός τε καὶ Θουριμοὺθ Μάγνῳ κοινολογησάμενοι ἀξύμφορον σφίσιν εὕρισκον εἶναι περαιτέρω διατριβήν τινα ἐνταῦθα ποιεῖσθαι, λογισάμενοι ὅτι δὴ οὔτε τοῖς πολεμίοις πολλοῖς γε οὖσιν ἀξιόμαχοί ποτε γένοιντο καὶ τὰς τῶν πολιορκουμένων καταδαπανῶντες τροφὰς ἁλώσιμον ἔτι θᾶσσον τὴν πόλιν τοῖς ἐναντίοις ποιήσονται.καὶ ἐπεὶ ταῦτα ἐδέδοκτο, αὐτοὶ μὲν καὶ οἱ χίλιοι παρεσκευάζοντο εἰς τὴν ἄφοδον, ὡς νύκτωρ τῆς ἀποπορείας ἀρξόμενοι· αὐτίκα δὲ τῶν τις στρατιωτῶν αὐτομολήσας λάθρα ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἔκπυστα ἐποίησε τὰ πρασσόμενα.Τουτίλας τοίνυν ἄνδρας δισχιλίους ἀριστίνδην ἀπολεξάμενος νυκτὸς ἐπιλαβούσης ἐφύλασσε τὰς ὁδοὺς ἀπὸ σταδίων Αὐξίμου τριάκοντα, οὐδενὶ αἴσθησιν παρεχόμενος.οἳ ἐπεὶ παριόντας ἀμφὶ νύκτα μέσην τοὺς πολεμίους εἶδον, σπασάμενοι τὰ ξίφη ἔργου εἴχοντο.καὶ αὐτῶν διακοσίους μὲν ἔκτειναν, Σαβινιανὸς δὲ καὶ Θουριμοὺθ ξὺν τοῖς λοιποῖς ἅτε ἐν σκότῳ λαθεῖν τε καὶ φυγεῖν ἐς τὴν Ἀρίμινον ἴσχυσαν.τῶν μέντοι ὑποζυγίων ἁπάντων Γότθοι ἐκράτησαν, ἃ τῶν στρατιωτῶν τήν τε θεραπείαν καὶ τὰ ὅπλα καὶ τὰ ἱμάτια ἔφερεν.Ἔστι δὲ πολίσματα δύο πρὸς τῇ ἀκτῇ τοῦ Ἰονίου κόλπου, Πίσαυρός τε καὶ Φανός, μεταξὺ τῆς τε Αὐξίμου καὶ Ἀριμίνου πόλεως κείμενα. ὧν δὴ τὰς οἰκίας τοῦδε τοῦ πολέμου κατ’ ἀρχὰς Οὐίττιγις ἐμπρήσας τὰ τείχη καθεῖλεν ἄχρι ἐς ἥμισυ μάλιστα, ὅπως μὴ καταλαβόντες αὐτὰ Ῥωμαῖοι πράγματα Γότθοις παρέξωσι.τούτων θάτερον, Πίσαυρον, Βελισάριος καταλαβεῖν ἔγνω· ἔδοξε γάρ οἱ ἐς ἵππων νομὰς ἐπιτηδείως τὸ χωρίον κεῖσθαι. πέμψας οὖν νύκτωρ τῶν οἱ ἐπιτηδείων τινὰς ἐς τὸ ἀκριβὲς εὖρός τε καὶ μῆκος πύλης ἑκάστης ξυνεμετρήσατο λάθρα.τάς τε πύλας τεκτηνάμενος καὶ σιδήρῳ περιβαλὼν εἶτά τισιν ἀκατίοις ἐνθέμενος ἔπεμψεν, ἃς δὴ ἐκέλευε τοὺς ἀμφὶ Σαβινιανόν τε καὶ Θουριμοὺθ κατὰ τάχος τοῖς τείχεσιν ἐναρμόσαντας ἐντὸς τοῦ περιβόλου μένειν, ἔν τε τῷ ἀσφαλεῖ γενομένους ὅσα τοῦ περιβόλου κατεπεπτώκει, ὅτῳ δὴ ἀνοικοδομήσασθαι τρόπῳ, λίθους τε καὶ πηλὸν καὶ ἄλλο ὁτιοῦν ἐμβαλλομένους. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν.Τουτίλας δὲ μαθὼν τὰ πρασσόμενα στρατῷ πολλῷ ἐπ’ αὐτοὺς ἦλθε.καὶ ἀποπειρασάμενος χρόνον τε ἐνταῦθα διατρίψας τινά, ἐπεὶ ἐξελεῖν οὐχ οἷός τε ἦν, ἄπρακτος ἐν Αὐξίμῳ εἰς τὸ στρατόπεδον ἀνεχώρησεν.Ἐπεξῄει δὲ Ῥωμαίων ἔτι τοῖς πολεμίοις οὐδείς, ἀλλ’ ἐντὸς τειχῶν ἕκαστοι ἔμενον. ἀλλὰ καὶ τῶν δορυφόρων τῶν αὑτοῦ δύο Βελισάριος ἐς Ῥώμην στείλας, Ἀρτασίρην τε, ἄνδρα Πέρσην, καὶ Βαρβατίωνα Θρᾷκα, ὡς ξυμφυλάξοντας Βέσσᾳ τὴν πόλιν ὃς ἐνταῦθα ἐτύγχανεν ὤν, ἐπέστελλε τοῖς πολεμίοις ὡς ἥκιστα ἐπεξιέναι.Τουτίλας δὲ καὶ ὁ Γότθων στρατός, ἐπεὶ οὐκ ἀξιόχρεων ἀντιτάξασθαι σφίσι τὴν Βελισαρίου δύναμιν ᾔσθοντο οὖσαν, τῶν χωρίων τὰ ἐχυρώτατα ἐνοχλεῖν ἔγνωσαν.διὸ δὴ ἐν Πικηνοῖς ἀμφί τε Φίρμον καὶ Ασκουλον ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.Βελισάριος δὲ ἀμύνειν τοῖς πολιορκουμένοις οὐδαμῆ ἔχων Ἰωάννην τὸν Βιταλιανοῦ ἀνεψιὸν ἐς Βυζάντιον ἔπεμψεν, ὅρκοις αὐτὸν δεινοτάτοις καταλαβὼν ὡς ἐπανήκειν ὅτι τάχιστα ἐν σπουδῇ θήσεται, βασιλέως δεησόμενον στρατιάν τε πολλὴν σφίσι καὶ χρήματα μεγάλα πέμψαι, καὶ μέντοι καὶ ὅπλα καὶ ἵππους.οἱ γὰρ στρατιῶται ὀλίγοι λίαν ὄντες οὐδὲ αὐτοὶ μάχεσθαι ἤθελον, χρήματά τε πολλὰ φάσκοντες τὸ δημόσιον σφίσιν ὀφείλειν καὶ αὐτοὶ ἁπάντων ἐνδεεῖς εἶναι.καὶ ἦν δὲ οὕτως. καὶ γράμματα ὑπὲρ τούτων βασιλεῖ ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὦ βασιλεῦ κράτιστε, ἀνδρῶν τε καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων χωρίς. ὧν οὐδ’ ἄν τις μὴ διαρκῶς ἔχων πόλεμον, οἶμαι, διενεγκεῖν οὐ μή ποτε ἱκανὸς εἴη.Θρᾷκας μὲν γὰρ καὶ Ἰλλυριοὺς ἐνδελεχέστατα περιελθόντες στρατιώτας ξυνήγομεν κομιδῆ ὀλίγους οἰκτροὺς οὐδέ τι ὅπλων ἐν χερσὶν ἔχοντας καὶ μάχης ὄντας παντάπασιν ἀμελετήτους.ὁρῶμεν δὲ καὶ τοὺς ἀπολελειμμένους ἐνταῦθα οὔτε αὐτάρκεις ὄντας καὶ κατεπτηχότας τοὺς πολεμίους δεδουλωμένους τε τὸ φρόνημα τῷ πρὸς ἐκείνων πολλάκις ἡσσῆσθαι, οἵ γε οὐδὲ εἰκῆ τοὺς ἐναντίους διέφυγον, ἀλλὰ τούς τε ἵππους ἀφέντες καὶ τὰ ὅπλα ἐς τὴν γῆν ῥίψαντες.χρημάτων δὲ πρόσοδον ἐξ Ἰταλίας πορίζεσθαι ἡμῖν ἀδύνατά ἐστι, πάλιν πρὸς τῶν πολεμίων κατειλημμένης.