τῶν δὲ οἰκητόρων οὐδενὸς οἱ Γότθοι ἐφείσαντο, ἀλλὰ ξὺν τῷ τῆς πόλεως ἱερεῖ ἅπαντας ἔκτειναν τρόπῳ δὴ ὅνπερ ἐξεπιστάμενος ἔγωγε ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπανθρωπίας ἀπολείπω μνημεῖα τῷ ὄπισθεν χρόνῳ· ἐν οἷς καὶ Κάτελλος ἀπώλετο ἔν γε Ἰταλιώταις ἀνὴρ δόκιμος.καὶ οἱ μὲν βάρβαροι Τίβουριν ἔσχον, Ῥωμαῖοι δὲ οὐκέτι ἠδύναντο ἐκ Τούσκων τὰ ἐπιτήδεια διὰ τοῦ Τιβέριδος ἐσκομίζεσθαι. πρὸς γὰρ τῷ ποταμῷ ἡ πόλις κειμένη Ῥώμης ὕπερθεν ὡς ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐπιτείχισμα τὸ λοιπὸν τοῖς ἐνταῦθα εἰσπλεῖν βουλομένοις ἐγίνετο.Τὰ μὲν οὖν ἀμφὶ Τιβούρει οὕτω γενέσθαι ξυνέπεσε. Βελισάριος δὲ παντὶ τῷ στόλῳ ἐς Ῥάβενναν ἀφικόμενος Γότθους τε τοὺς παρόντας καὶ Ῥωμαίων στρατιώτας ξυναγαγὼν ἔλεξε τοιάδε· “Οὐ νῦν πρῶτον, ὦ ἄνδρες, τὰ τῆς ἀρετῆς ἔργα πρὸς τῆς κακίας διερρυηκέναι ξυμβέβηκεν.ἄνωθεν γὰρ τοῦτο τοῖς ἀνθρωπίνοις ἐμπέφυκεν ἀτεχνῶς πράγμασι, πολλάς τε ἀνδρῶν ἀγαθῶν πράξεις μοχθηρία τῶν πονηροτάτων ἀναχαιτίζειν τε καὶ διαφθείρειν ἱκανῶς ἴσχυσεν. ὅπερ καὶ νῦν τὰ βασιλέως πράγματα ἔσφηλεν.ᾧ δὴ τοσοῦτον τὰ ἡμαρτημένα ἐπανορθοῦν μέλει, ὥστε τὴν Περσῶν ἐπικράτησιν περὶ ἐλάσσονος τούτων ποιούμενος ἀποστεῖλαί με τανῦν εἰς ὑμᾶς ἔγνωκεν, ὅπως ἐπανορθώσω καὶ ἰάσωμαι εἴ τι τοῖς ἄρχουσι μὴ ὀρθῶς ἢ ἐς τοὺς στρατιώτας τοὺς αὐτοῦ ἢ εἰς Γότθους εἴργασται.τὸ μὲν οὖν μηδὲν ὑφ’ ὁτουοῦν ἁμαρτάνεσθαι οὔτε ἀνθρώπινον καὶ τῆς τῶν πραγμάτων φύσεως ἔξω, τὸ δὲ τὰ ἡμαρτημένα ἐπανορθοῦν βασιλεῖ τε διαρκῶς πρέπον καὶ παραψυχῆς τοῖς ἠγαπημένοις ἱκανῶς ἄξιον.οὐ γὰρ ὅσον ὑμῖν τῶν δυσκόλων ἀπαλλαγῆναι ξυμβήσεται, ἀλλὰ καὶ τῆς βασιλέως εἰς ὑμᾶς εὐνοίας ξυνεῖναί τε καὶ ἀπολαύειν αὐτίκα προσέσται· οὗ τί ἂν ἀξιώτερον γένοιτο ἀνθρώπῳ τῶν πάντων χρημάτων;ἐπειδὴ τοίνυν ἐπ’ αὐτῷ τούτῳ ὑμῖν πάρειμι, προσήκει καὶ ὑμῶν ἕκαστον πάσῃ δυνάμει χρήσασθαι,ὅπως ἂν τῆς ἐντεῦθεν ὠφελείας ἀπόναισθε. ὅτῳ τε ὑμῶν ξυγγενεῖς ἢ φίλοι παρὰ Τουτίλᾳ τῷ τυράννῳ τυγχάνουσιν ὄντες, μεταπεμψάσθω τούτους ὅτι τάχιστα τὴν βασιλέως δηλώσας γνώμην.οὕτω γὰρ ἂν ὑμῖν τά τε ἐκ τῆς εἰρήνης καὶ τὰ ἐκ τοῦ μεγάλου βασιλέως ἀγαθὰ γένοιτο. ὡς ἔγωγε οὔτε τῳ πολεμησείων ἐνθάδε ἀφῖγμαι οὒτ’ ἂν ἑκών ποτε τοῖς βασιλέως κατηκόοις πολέμιος εἴην.εἰ μέντοι καὶ νῦν παρὰ φαῦλον ἡγησάμενοι τὸ τὰ βελτίω σφίσιν αὐτοῖς ἑλέσθαι οἵδε ἀπ’ ἐναντίας ἡμῖν ἴωσιν, ἀνάγκη καὶ ἡμᾶς αὐτοῖς ὡς μάλιστα ἀκουσίους ὡς πολεμίοις χρῆσθαι.”Τοσαῦτα μὲν Βελισάριος εἶπε. προσεχώρει δέ οἱ τῶν ἐναντίων οὐδεὶς οὔτε Γότθος οὔτε Ῥωμαῖος. ἔπειτα δὲ Θουριμούθ τε τὸν δορυφόρον καὶ τῶνἑπομένων τινὰς ξύν τε Βιταλίῳ καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις ἐς Αἰμιλίαν πέμψας, ἐκέλευεν ἀποπειρᾶσθαι τῶν ταύτῃ χωρίων.Βιτάλιος οὖν ξὺν τῷ στρατῷ τούτῳ ἀμφὶ πόλιν Βονώνειαν γενόμενός τινά τε τῶν ἐνταῦθα φρουρίων ὁμολογίᾳ ἑλὼν ἐν Βονωνείᾳ πόλει ἡσύχαζε.χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰλλυριοὶ ξύμπαντες, ὅσοι ξὺν αὐτῷ ἐστρατεύοντο, ἐκ τοῦ αἰφνιδίου, κακὸν οὐδὲν οὔτε παθόντες οὔτε ἀκούσαντες, λάθρα ἐνθένδε ἀναχωρήσαντες ἐπ’ οἴκου ἀπεκομίσθησαν.πρέσβεις τε παρὰ βασιλέα πέμψαντες συγγνώμην διδόναι σφίσιν ἐδέοντο, οὐκ ἄλλου του ἕνεκα εἰς τὰ οἰκεῖα τῷ τρόπῳ τούτῳ ἀφικομένοις ἢ ὅτι συχνὸν σφίσι χρόνον ἐν Ἰταλίᾳ στρατευομένοις τάς τε συντάξεις ὡς ἥκιστα κομιζομένοις χρήματα δὴ πολλὰ τὸ δημόσιον ὤφειλε.στρατεύματος δὲ Οὐννικοῦ τοῖς Ἰλλυριοῖς ἐπισκήψαντος παῖδάς τε καὶ γυναῖκας ἐξηνδραποδίσθαι τετύχηκεν.ἃ δὴ πυθόμενοι καὶ τῶν ἀναγκαίων ἔν γε Ἰταλιώταις σπανίζοντες ἀνεχώρησαν. οἷς δὴ βασιλεὺς τὰ πρῶτα χαλεπήνας, εἶτα συγγνώμων ἐγένετο. Γνοὺς δὲ ὁ Τουτίλας τὴν τῶν Ἰλλυριῶν ἀναχώρησιν στράτευμα ἐπὶ Βονώνειαν ἔπεμψεν, ὡς Βιτάλιον καὶ τοὺς ξὺν αὐτῷ ἀναρπάσοντας.ἀλλὰ Βιτάλιός τε καὶ Θουριμοὺθ προλοχίσαντες ἐνέδραις τισὶ τοὺς ἐπιόντας πολλοὺς μὲν διέφθειραν,τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. ἔνθα Ναζάρης, ἀνὴρ λόγιμος, Ἰλλυριὸς γένος, στρατιωτῶν τε τῶν ἐν Ἰλλυριοῖς ἄρχων, ἔργα θαυμαστὰ ἐς τοὺς πολεμίους πάντων μάλιστα ἐπεδείξατο. οὕτω τε ὁ Θουριμοὺθ παρὰ Βελισάριον ἐς Ῥάβενναν ἦλθε.Τότε δὴ Βελισάριον τρεῖς τῶν δορυφόρων τῶν αὑτοῦ, Θουριμούθ τε καὶ Ῥικίλαν καὶ Σαβινιανόν, ἔστειλε ξὺν χιλίο ς στρατιώταις ἐς Αὔξιμον πόλιν, Μάγνῳ τε καὶ Ῥωμαίοις ἐνταῦθα πολιορκουμένοις ἐπαμυνοῦντας.οἱ δὲ Τουτίλαν τε λαθόντες καὶ τὸ τῶν πολεμίων στρατόπεδον νύκτωρ ἐν Αὐξίμῳ ἐγένοντο, ἐπεκδρομάς τέ τινας ποιεῖσθαι ἐπὶ τοὺς ἐναντίους διενοοῦντο.τῇ δὲ ὑστεραίᾳ πυθόμενοι ἀμφὶ ἡμέραν μέσην τῶν πολεμίων τινὰς ἄγχιστά πη εἶναι ἐξῆλθον μὲν ὡς ὑπαντιάσοντες, κατασκόπους δὲ πέμψαι πρότερον ἐπ’ αὐτοὺς ἔγνωσαν, κατασκεψομένους τὴν δύναμιν, ὡς μὴ ἀνεπισκέπτως ἐπ’ αὐτοὺς ἴωσι.Ῥικίλας δὲ ὁ Βελισαρίου δορυφόρος ʽοἰνωμένος γὰρ τηνικαῦτα ἐτύγχανεν’ ἄλλους μὲν ἐπὶ κατασκοπῇ οὐκ εἴα ἰέναι, μόνος δὲ αὐτὸς τὸν ἵππον ἐξελάσας κατὰ τάχος ᾔει.