ἀριστῶντα γὰρ τὸν βασιλέα πολλούς τε ἄλλους καὶ τοὺς δορυφόρους περιίστασθαι νόμος. ὁ μὲν οὖν τὴν χεῖρα ἐπιβαλὼν ἐς τὰ βρώματα ἐπὶ τῆς στιβάδος πρηνὴς ἔκειτο, Οὐέλας δὲ αὐτοῦ ἄφνω τῷ ξίφει τὸν τράχηλον παίει.ὥστε, τῶν βρωμάτων ἔτι ἐχομένων ἐν τοῖς τοῦ ἀνθρώπου δακτύλοις, ἡ κεφαλὴ εἰς τὴν τράπεζαν καταρραγεῖσα ἐξέπληξέ τε καὶ ἐς θάμβος τι μέγα τοὺς παρόντας ἤνεγκεν ἅπαντας.αὕτη μὲν τίσις Ἰλδίβαδον περιῆλθε τοῦ Οὐραΐα φόνου. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἕκτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.Ἐράριχος δὲ ἦν τις ἐν τῷ Γότθων στρατῷ Ῥογὸς μὲν γένος, δύναμιν δὲ περιβεβλημένος ἐν τούτοις δὴ τοῖς βαρβάροις μεγάλην. οἱ δὲ Ῥογοὶ οὗτοι ἔθνος μέν εἰσι Γοτθικόν, αὐτόνομοί τε τὸ παλαιὸν ἐβίουν.Θευδερίχου δὲ αὐτοὺς τὸ κατ’ ἀρχὰς ἑταιρισαμένου σὺν ἄλλοις τισὶν ἔθνεσιν, ἔς τε τὸ Γότθων ἀπεκέκριντο γένος καὶ ξὺν αὐτοῖς ἐς τοὺς πολεμίους ἅπαντα ἔπρασσον.γυναιξὶ μέντοι ὡς ἥκιστα ἐπιμιγνύμενοι ἀλλοτρίαις, ἀκραιφνέσι παίδων διαδοχαῖς τὸ τοῦ ἔθνους ὄνομα ἐν σφίσιν αὐτοῖς διεσώσαντο.τοῦτον Ἐράριχον, ἐπεὶ ἐς ταραχὴν ἐπὶ τῷ Ἰλδιβάδου φόνῳ καθεστήκει τὰ πράγματα, βασιλέα ἐκ τοῦ αἰφνιδίου οἱ Ῥογοὶ ἀνεῖπον.ὅπερ τοῖς Γότθοις οὐδαμῶς ἤρεσκεν, ἀλλὰ καὶ εἰς πολλὴν οἱ πλεῖστοι ἀθυμίαν κατέστησαν ἅτε τῶν ἐλπίδων σφίσι διεφθαρμένων ἅσπερ ἐπι Ἰλδιβάδῳ τὰ πρότερα ἔσχον, ὃς δὴ τήν τε ἀρχὴν καὶ τὸ Ἰταλίας κράτος Γότθοις ἀνασώσασθαὶ ἱκανὸς ἦν.Ἐράριχος μέντοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔδρασε· μῆνας γὰρ πέντε ἐπιβιοὺς ἐτελεύτησε τρόπῳ τοιῷδε.Τουτίλας ἦν τις, Ἰλδιβάδου ἀνεψιός, ἐπὶ πλεῖστον ξυνέσεως ἥκων καὶ τὸ δραστήριον ὡς μάλιστα ἔχων καὶ λόγου ἐν Γότθοις πολλοῦ ἄξιος. οὗτος ὁ Τουτίλας Γότθων μὲν τηνικαῦτα τῶν ἐν Ταρβησίῳ ἄρχων ἐτύγχανεν.ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀφανισθῆναι Ἰλδίβαδον οὕτως, ὥσπερ ἐρρήθη, ἐπύθετο, πέμψας πρὸς Κωνσταντιανὸν ἐς Ῥάβενναν, τὰ πιστά οἱ δοθῆναι ὑπὲρ τῆς σωτηρίας ἐδεῖτο, ἐφ’ ᾧ αὑτὸν τε καὶ Γότθους, ὧν ἦρχε, ξὺν Ταρβησίῳ παραδώσει Ῥωμαίοις.ἅπερ Κωνσταντιανὸς ἀσμένως ἀκούσας ὤμοσεν ἅπαντα καθάπερ ὁ Τουτίλας ᾔτησε, τακτή τε ἡμέρα ἐς τὸ ἔργον ἀμφοτέροις ξυνέκειτο, ἐν ᾗ ἔμελλε Τουτίλας τε καὶ Γότθοι οἱ ἐν Ταρβησίῳ φρουρὰν ἔχοντες δέξασθαι τῇ πόλει τινὰς τῶν Κωνσταντιανῷ ἐπιτηδείων καὶ σφᾶς γε αὐτοὺς ξὺν αὐτῇ ἐγχειρίσαι.Ἤδη δὲ Γότθοι τῇ Ἐραρίχου ἀρχῇ ἤχθοντο, οὐκ ἀξιόχρεων τὸν ἄνδρα ὁρῶντες τὸν πόλεμον πρὸς Ῥωμαίους διενεγκεῖν, καὶ αὐτὸν ἐκ τοῦ ἐμφανοῦς οἱ πλεῖστοι ἐκάκιζον ἅτε μεγάλων ἔργων ἐμπόδιον γεγονότα σφίσιν, ὅτι δὴ ἐκποδὼν Ἰλδίβαδον πεποίηται.τέλος δὲ ξυμφρονήσαντες πέμπουσι παρὰ Τουτίλαν ἐς Ταρβήσιον, ἐπὶ τὴν ἀρχὴν παρακαλοῦτες. πολὺν γὰρ ἤδη πόθον τῆς Ἰλδιβάδου ἀρχῆς ἐν αὐτοῖς ἔχοντες τὴν ἐλπίδα τῆς νίκης ἐπὶ Τουτίλαν τὸν ἐκείνου ξυγγενῆ ἔτρεπον, εὐέλπιδες ἐπὶ τῷ ἀνθρώπῳ γενόμενοι τῷ βούλεσθαι ταὐτά.ὁ δὲ τοῖς παρ’ αὐτὸν ἥκουσιν ἄντικρυς τὴν ἐς Ῥωμαίους ὁμολογίαν ἀποκαλύψας ἔφασκεν ὡς, ἢν Γότθοι Ἐράριχον τῆς κυρίας ἐντὸς κτείνουσιν, ἕψεταί τε αὐτοῖς καὶ πάντα ἐπιτελῆ ποιήσει ᾗ αὐτοὶ βούλοιντο.ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπιβουλῇ ἐς τὴν Ἐραρίχου καταστροφὴν εἴχοντο. ταῦτα μὲν ἐν τῷ Γότθων στρατοπέδῳ ἐγίνοντο.Ἐν τούτῳ δὲ ὁ Ῥωμαίων στρατὸς ἐν τῷ ἀσφαλεῖ τῆς τῶν πολεμίων ἀπολαύοντες ἀσχολίας οὔτε ξυνίσταντο οὔτε τι δρᾶν ἐς τοὺς βαρβάρους διενοοῦντο.Ἐράριχος δὲ Γότθους ἅπαντας συγκαλέσας πρέσβεις ἀνέπεισε πρὸς Ἰουστινιανὸν βασιλέα πέμψαι, δεησομένους ἐφ’ ᾧ εἰρήνην πρὸς αὐτοὺς θήσεται, ἐφ’ οἷσπερ Οὐιττίγιδι τὰ πρότερα σπένδεσθαι ἤθελεν· ὥστε τὰ ἐκτὸς Πάδου ποταμοῦ Γότθους ἔχοντας ἀπαλλάσσεσθαι Ἰταλίας τῆς ἄλλης.καὶ ἐπεὶ Γότθοι ταῦτα ἐπῄνεσαν, ἀπολέξας τινὰς τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, πρέσβεις ἔπεμψεν ἄλλους τε καὶ Καβαλλάριον ὄνομα.οἱ δὲ πρὸς βασιλέα ταῦτα δῆθεν τῷ λόγῳ πράξειν ἔμελλον ἅπερ μοι ἔμπροσθεν εἴρηται, λάθρα δὲ αὐτοῖς ἄλλο μηδὲν πρὸς βασιλέα πράσσειν ἐπέστελλε, πλήν γε δὴ ὅπως χρήματά τε αὐτὸς πολλὰ λήψεται καὶ ἐς πατρικίους ἀνάγραπτος εἴη ἐφ’ ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς κατάθοιτο σχῆμα.οἱ μὲν οὖν πρέσβεις ἐπειδὴ ἐν Βυζαντίῳ ἐγένοντο, κατὰ ταῦτα ἔπρασσον. ἐν τούτῳ Γότθοι Ἐράριχον κτείνουσι δόλῳ. τελευτήσαντος δὲ αὐτοῦ παρέλαβε κατὰ τὰ ξυγκείμενα σφίσι τὴν ἀρχὴν Τουτίλας.Ἐπεὶ δὲ Ἰουστινιανὸς βασιλεὺς ἔμαθε τά τε ἀμφὶ Ἐραρίχῳ ξυνενεχθέντα καὶ ὅτι Γότθοι Τουτίλαν σφίσιν ἐς τὴν ἀρχὴν κατεστήσαντο, κακίζων τε καὶ ἐρεσχελῶν τοὺς ἐνταῦθα τοῦ στρατοῦ ἄρχοντας οὐκέτι ἀνίει.διὸ δὴ φυλακτήρια καταστησάμενοι ἐν πόλει ἑκάστῃ Ἰωάννης τε ὁ Βιταλιανοῦ ἀδελφιδοῦς καὶ Βέσσας καὶ Βιτάλιος καὶ οἱ ἄλλοι ξύμπαντες ἐς Ῥάβενναν ξυνελέγοντο, οὗ δὴ Κωνσταντιανὸς καὶ Ἀλέξανδρος, οὗ πρόσθεν ἐμνήσθην, διατριβὴν εἶχον.ἐπειδή τε ἅπαντες ξυνελέγησαν, ἔδοξε σφίσιν ἄμεινον εἶναι πρῶτον ἐπὶ Βερώνην, ἣ ἐν Βενετίαις ἐστί, στρατεύεσθαι, καὶ ἐπειδὰν αὐτήν τε καὶ Γότθους τοὺς ἐνταῦθα ἐξέλωσιν, οὕτω δὴ ἐπί τε Τουτίλαν καὶ Τικινοὺς ἰέναι.