ὁ δὲ οὐκ ἔφη δώσειν· ἥδιον γὰρ ἂν αὐτοὺς ἐς τοῦ Τιβέριδος τὸ ὕδωρ ἐμβάλλοι ἢ τῷ Πρεσιδίῳ διδοίη.θυμῷ τε ἤδη ἐχόμενος Βελισάριος ἐπυνθάνετο εἰ οὐκ οἴοιτο Κωνσταντῖνος πρὸς αὐτοῦ ἄρχεσθαι. καὶ αὐτὸς τὰ μὲν ἄλλα οἱ ὡμολόγει ἅπαντα πείσεσθαι· βουλομένῳ γὰρ ταῦτα βασιλεῖ εἶναι· τόδε μέντοι, ὃ ἐν τῷ παρόντι ἐπιτάττοι, οὐ μήποτε δράσειν.Βελισάριος μὲν οὖν εἰσιέναι τοὺς δορυφόρους ἐκέλευε, Κωνσταντῖνος δὲ “Ὅπως με δηλαδὴ ἀποκτενοῦσιν,” ἔφη. “Οὐδαμῶς γε,” ὁ Βελισάριος εἶπεν, “ἀλλ’ ἵνα τὸν σὸν ὑπασπιστὴν Μαξεντίολον, ὅς σοι τὰ ξιφίδια βιασάμενος ἤνεγκεν, ἀναγκάσωσι τῷ ἀνθρώπῳ ἀποδιδόναι ἅπερ αὐτοῦβίᾳ λαβὼν ἔτυχεν.” ἀλλὰ Κωνσταντῖνος τεθνήξεσθαι παραυτίκα οἰόμενος δρᾶσαί τι μέγα, πρίν τι αὐτὸς πάθοι, ἐβούλετο.διὸ δὴ τὸ ξιφίδιον εἷλκεν ὅπερ οἱ πρὸς τῷ μηρῷ ἀπεκρέματο, ἄφνω τε αὐτὸ ἐπὶ τὴν Βελισαρίου γαστέρα ὦσεν. ὁ δὲ καταπλαγεὶς ὀπίσω τε ἀπέστη καὶ Βέσσᾳ ἐγγύς που ἑστηκότι περιπλακεὶς διαφυγεῖν ἴσχυσε.Κωνσταντῖνος μὲν οὖν, ἔτι τῷ θυμῷ ζέων, ἐπῄει, κατιδόντες δὲ Ἰλδίγερ τε καὶ Βαλεριανὸς τὸ ποιούμενον ὁ μὲν τῆς δεξιᾶς, ὁ δὲ τῆς ἑτέρας αὐτοῦ χειρὸς λαμβανόμενος ὀπίσω ἀνθεῖλκον.ἐν τούτῳ δὲ εἰσελθόντες οἱ δορυφόροι οὓς δὴ ὀλίγῳ πρότερον ἐκάλεσε Βελισάριος, Κωνσταντίνου τε τὸ ξιφίδιον ξὺν βίᾳ πολλῇ ἐκ χειρὸς αἱροῦσι, καὶ αὐτὸν πολλῷ θορύβῳ ἁρπάσαντες οὐδὲν μὲν ἄχαρι ἐν τῷ παραυτίκα εἰργάσαντο, παρόντας αἰδούμενοι τοὺς ἄρχοντας, οἶμαι, ἐς οἴκημα δὲ ἄλλο ἀπαγαγόντες, Βελισαρίου κελεύσαντος,χρόνῳ τινὶ ὕστερον ἔκτειναν. τοῦτο Βελισαρίῳ εἴργασται μόνον οὐχ ὅσιον ἔργον καὶ ἤθους τοῦ αὐτοῦ οὐδαμῶν ἄξιον· ἐπιεικείᾳ γὰρ πολλῇ ἐς πάντας τοὺς ἄλλους ἐχρῆτο. ἀλλὰ ἔδει, ὅπερ ἐρρήθη, Κωνσταντίνῳ γενέσθαι κακῶς.Γότθοι τε οὐ πολλῷ ὕστερον ἐς Ῥώμης τὸν περίβολον κακουργεῖν ἤθελον. καὶ πρῶτα μέν τινας ἐς τῶν ὀχετῶν ἕνα νύκτωρ καθῆκαν, ὧν αὐτοὶ τὸ ὕδωρ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἀφῄρηντο.οἱ δὲ λύχνα τε καὶ δᾷδας ἐν χερσὶν ἔχοντες ἀπεπειρῶντο τῆς ἐς τὴν πόλιν ἐνθένδε εἰσόδου. ἔτυχε δέ τινα διώρυχα οὐ μακρὰν Πιγκιανῆς πυλίδος τοῦ ὀχετοῦ τούτου κύρτωμα ἔχον,ὅθεν δὴ τῶν τις φυλάκων τὸ πῦρ κατιδὼν τοῖς ξυμφυλάσσουσιν ἔφρασεν· οἱ δὲ λύκον αὐτοῦ παριόντα ἰδεῖν ἔφασαν.ταύτῃ γὰρ τὴν γῆν οὐχ ὑπερέχειν τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν ξυνέβαινε, πυρὶ δὲ εἰκάζεσθαι τοὺς τοῦ λύκου ὀφθαλμοὺς ᾤοντο.τῶν μὲν οὖν βαρβάρων ὅσοι τοῦ ὀχετοῦ ἀπεπειράσαντο, ἐπειδὴ ἐν μέσῃ πόλει ἐγένοντο, ἔνθα δὴ ἄνοδός τις ἦν ἐκ παλαιοῦ ἐς αὐτό που τὸ Παλάτιον φέρονσα, οἰκοδομίᾳ τινὶ ἐνταῦθα ἐνέτυχον οὔτε πρόσω ἰέναι τὸ λοιπὸν συγχωρούσῃ οὔτε τῇ ἀναβάσει τὸ παράπαν χρῆσθαι.ταύτην δὲ τὴν οἰκοδομίαν Βελισάριος προμηθείᾳ τινὶ κατ’ ἀρχὰς τῆσδε τῆς πολιορκίας πεποίηται, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.λίθον οὖν ἕνα βραχὺν ἐνθένδε ἀφελόντες ὀπίσω τε ἀναστρέφειν εὐθὺς ἔγνωσαν καὶ παρὰ τὸν Οὐίττιγιν ἐπανήκοντες τόν τε λίθον ἐνδεικνύμενοι πάντα ἀπήγγελλον.καὶ ὁ μὲν τὰ τῆς ἐπιβουλῆς ἅμα τοῖς Γότθων ἀρίστοις ἐν βουλῇ εἶχε, Ῥωμαίων δὲ ὅσοι φρουρὰν ἀμφὶ πυλίδα Πιγκιανὴν εἶχον, μνήμην τῆς τοῦ λύκου ὑποψίας ἐν σφίσιν αὐτοῖς ἐποιοῦντο τῇ ὑστεραίᾳ.ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς Βελισάριον ἦλθεν, οὐ παρέργως ὁ στρατηγὸς τὸ πρᾶγμα ἤκουσεν, ἀλλ’ ἄνδρας τε αὐτίκα τῶν ἐν τῷ στρατοπέδῳ δοκίμων ξὺν Διογένει τῷ δορυφόρῳ ἐς τὸν ὀχετὸν καθῆκε καὶ διερευνήσασθαι ἅπαντα ξὺν πολλῷ τάχει ἐκέλευσεν.οἱ δὲ τὰ λύχνα τῶν πολεμίων καὶ τῶν δᾴδων ὅσα διερρυήκει πανταχοῦ τοῦ ὀχετοῦ εὗρον, καὶ τὴν οἰκοδομίαν ᾗ ὁ λίθος πρὸς τῶν Γότθων ἀφῄρητο κατανενοηκότες Βελισαρίῳ ἀπήγγελλον.διὸ δὴ αὐτός τε τὸν ὀχετὸν ἐν μεγάλῃ φυλακῇ ἔσχε καὶ οἱ Γότθοι αἰσθόμενοι ταύτης δὴ τῆς πείρας ἀπέσχοντο.Ἔπειτα δὲ καὶ ἐκ τοῦ ἐμφανοῦς ἔφοδον κατὰ τοῦ περιβόλου ἐμηχανῶντο οἱ βάρβαροι. τηρήσαντες οὖν τὸν τοῦ ἀρίστου καιρὸν κλίμακάς τε καὶ πῦρ ἐπαγόμενοι, ἥκιστα τῶν πολεμίων προσδεχομένων, ἐπὶ πυλίδα Πιγκιανὴν ᾔεσαν, ἐλπίδι θαρροῦντες ἐξ ἐπιδρομῆς τὴν πόλιν αἱρήσειν, ἅτε οὐ πολλῶν στρατιωτῶν ἐνταῦθα λειφθέντων.ἔτυχε δὲ Ἰλδίγερ τηνικαῦτα ξὺν τοῖς ἑπομένοις φυλακὴν ἔχων· ἕκαστοι γὰρ ἐκ περιτροπῆς ἐς τὴν φρουρὰν ἐτετάχατο.ἐπεὶ οὖν εἶδε προσιόντας οὐκ ἐν τάξει τοὺς πολεμίους, ἀπήντησέ τε οὐ ξυντεταγμένοις ἐς παράταξιν, ἀλλὰ ξὺν πολλῇ ἀκοσμίᾳ ἰοῦσι, καὶ τοὺς κατ’ αὐτὸν οὐδενὶ πόνῳ τρεψάμενος συχνοὺς ἔκτεινε.κραυγῆς δὲ μεγάλης καὶ ταραχῆς ἀνὰ τὴν πόλιν, ὡς τὸ εἰκός, γεγενημένης Ῥωμαῖοί τε ὡς τάχιστα πανταχόσε τοῦ περιβόλου ξυνέρρεον καὶ οἱ βάρβαροι ἄπρακτοι ἐς τὰ στρατόπεδα οὐκ ἐς μακρὰν ἐχώρησαν.Οὐίττιγις δὲ αὖθις ἐς ἐπιβουλὴν τοῦ περιβόλου καθίστατο. καί, ἦν γάρ τις αὐτῷ ἐπιμαχωτάτη μάλιστα μοῖρα, ᾗ τοῦ Τιβέριδος ἡ ὄχθη ἐστίν, ἐπεὶ ταύτῃ οἱ πάλαι Ῥωμαῖοι θαρσοῦντες τοῦ ὕδατος τῷ ὀχυρώματι τὸ τεῖχος ἀπημελημένως ἐδείμαντο, βραχύ τε αὐτὸ καὶ πύργων ἔρημον παντάπασι ποιησάμενοι, ῥᾷον ἐνθένδε ἤλπιζε τὴν πόλιν αἱρήσειν. οὐδὲ γὰρ οὐδέ τι φυλακτήριον λόγου ἄξιον ἐνταῦθα τετύχηκεν εἶναι.