Γότθοι γὰρ οὐ βίᾳ Ῥωμαίους ἀφελόμενοι γῆν τὴν Ἰταλίας ἐκτήσαντο, ἀλλ’ Ὀδόακρός ποτε τὸν αὐτοκράτορα καθελὼν ἐς τυραννίδα τὴν τῇδε πολιτείαν μεταβαλὼν εἶχε.Ζήνων δὲ τότε τῆς ἑῴας κρατῶν καὶ τιμωρεῖν μὲν τῷ ξυμβεβασιλευκότι βουλόμενος καὶ τοῦ τυράννου τήνδε τὴν χώραν ἐλευθεροῦν, Ὀδοάκρου δὲ καταλῦσαι τὴν δύναμιν οὐχ οἷός τε ὤν, Θευδέριχον ἀναπείθει τὸν ἡμῶν ἄρχοντα, καίπερ αὐτόν τε καὶ Βυζάντιον πολιορκεῖν μέλλοντα, καταλῦσαι μὲν τὴν πρὸς αὐτὸν ἔχθραν τιμῆς ἀναμνησθέντα πρὸς αὐτοῦ ἧς τετύχηκεν ἤδη, πατρίκιός τε καὶ Ῥωμαίων γεγονὼς ὕπατος, Ὀδόακρον δὲ ἀδικίας τῆς ἐς Αὐγούστουλον τίσασθαι, καὶ τῆς χώρας αὐτόν τε καὶ Γότθους τὸ λοιπὸν κρατεῖν ὀρθῶς καὶ δικαίως.οὕτω τοίνυν παραλαβόντες τὴν τῆς Ἰταλίας ἀρχὴν τούς τε νόμους καὶ τὴν πολιτείαν διεσωσάμεθα τῶν πώποτε βεβασιλευκότων οὐδενὸς ἧσσον, καὶ Θευδερίχου μὲν ἢ ἄλλου ὁτουοῦν διαδεξαμένου τὸ Γότθων κράτος νόμος τὸ παράπαν οὐδεὶς οὐκ ἐν γράμμασιν, οὐκ ἄγραφός ἐστι.τὰ δὲ τῆς εἰς θεὸν εὐσεβείας τε καὶ πίστεως οὕτω Ῥωμαίοις ἐς τὸ ἀκριβὲς ἐφυλάξαμεν, ὥστε Ἰταλιωτῶν μὲν τὴν δόξαν οὐδεὶς οὐχ ἑκὼν οὐκ ἀκούσιος ἐς τήνδε τὴν ἡμέραν μετέβαλε, Γότθων δὲ μεταβεβλημένων ἐπιστροφή τις οὐδαμῶς γέγονε.καὶ μὴν καὶ τὰ Ῥωμαίων ἱερὰ τιμῆς παρ’ ἡμῶν τῆς ἀνωτάτω τετύχηκεν· οὐ γὰρ οὐδεὶς εἴς τι τούτων καταφυγὼν πώποτε πρὸς οὐδενὸς ἀνθρώπων βεβίασται, ἀλλὰ καὶ πάσας τὰς τῆς πολιτείας ἀρχὰς αὐτοὶ μὲν διαγεγόνασιν ἔχοντες,Γότθος δὲ αὐτῶν μετέσχεν οὐδείς. ἢ παρελθών τις ἡμᾶς ἐλεγχέτω, ἢν μὴ μετὰ τοῦ ἀληθοῦς ἡμῖν εἰρῆσθαι οἴηται. προσθείη δ’ ἄν τις ὡς καὶ τὸ τῶν ὑπάτων ἀξίωμα Γότθοι ξυνεχώρουν Ῥωμαίοις πρὸς τοῦ τῶν ἑῴων βασιλέως ἐς ἕκαστον ἔτος κομίζεσθαι.ὑμεῖς δέ, τούτων τοιούτων ὄντων, Ἰταλίας μὲν οὐ προσεποιεῖσθε κακουμένης ὑπὸ τῶν Ὀδοάκρου βαρβάρων, καίπερ οὐ δι’ ὀλίγου, ἀλλ’ ἐς δέκα ἐνιαυτοὺς τὰ δεινὰ εἰργασμένου, νῦν δὲ τοὺς δικαίως αὐτὴν κεκτημένους, οὐδὲν ὑμῖν προσῆκον, βιάζεσθε.οὐκοῦν ἐντεῦθεν ἡμῖν ἐκποδὼν ἵστασθε, τά τε ὑμέτερα αὐτῶν ἔχοντες καὶ ὅσα ληϊσάμενοι τετυχήκατε.” Καὶ ὁ Βελισάριος· “Ἡ μὲν ὑπόσχεσις ὑμῶν βραχέα τε εἰρῆσθαι καὶ μέτρια προὔλεγεν, ἡ δὲ ῥῆσις μακρά τε καὶ οὐ πόρρω ἀλαζονείας ὑμῖν γέγονε.Θευδέριχον γὰρ βασιλεὺς Ζήνων Ὀδοάκρῳ πολεμήσοντα ἔπεμψεν, οὐκ ἐφ’ ᾧ Ἰταλίας αὐτὸς τὴν ἀρχὴν ἔχοι· τί γὰρ ἂν καὶ τύραννον τυράννου διαλλάσσειν βασιλεῖ ἔμελεν; ἀλλ’ ἐφ’ ᾧ ἐλευθέρα τε καὶ βασιλεῖ κατήκοος ἔσται.ὁ δὲ τὰ περὶ τὸν τύραννον εὖ διαθέμενος ἀγνωμοσύνῃ ἐς τἄλλα οὐκ ἐν μετρίοις ἐχρήσατο· ἀποδιδόναι γὰρ τῷ κυρίῳ τὴν γῆν οὐδαμῆ ἔγνω.οἶμαι δὲ ἔγωγε τόν τε βιασάμενον καὶ ὃς ἂν τὰ τοῦ πέλας ἑκουσίως μὴ ἀποδιδῷ ἴσον γε εἶναι. ἐγὼ μὲν οὖν χώραν τὴν βασιλέως ἑτέρῳ τῳ οὔποτε οὐκ ἂν παραδοίην.εἰ δέ του ἄλλου τυχεῖν βούλεσθε, λέγειν ἀφίημι.”Οἱ δὲ βάρβαροι· “Ὡς μὲν οὖν ἀληθῆ πάντα ἡμῖν εἴρηται οὐδὲ ὑμῶν τινα λέληθεν. ἡμεῖς δὲ ὅπως ἥκιστα φιλονεικεῖν δόξαιμεν, καὶ Σικελίας, τοσαύτης τε τὸ μέγεθος καὶ τοιαύτης τὸν πλοῦτον οὔσης, ὑμῖν ἐξιστάμεθα, ἧς δὴ ἐκτὸς Λιβύην ὑμᾶς ἀσφαλῶς κεκτῆσθαι οὐ δυνατόν.”Καὶ ὁ Βελισάριος· “Καὶ ἡμεῖς δὲ Γότθους Βρεττανίαν ὅλην ξυγχωροῦμεν ἔχειν, μείζω τε παρὰ πολὺ Σικελίας οὖσαν καὶ Ῥωμαίων κατήκοον τὸ ἀνέκαθεν γεγενημένην.τοὺς γὰρ εὐεργεσίας ἢ χάριτός τινος ἄρξαντας τοῖς ἴσοις ἀμείβεσθαι ἄξιον.”Βάρβαροι· “Οὐκοῦν, ἤν τι καὶ περὶ Καμπανίας ὑμῖν ἢ Νεαπόλεως αὐτῆς εἴποιμεν, οὐκ ἂν δέξαισθε;”Βελισάριος· “Οὐ γάρ ἐσμεν κύριοι τὰ βασιλέως πράγματα διοικήσασθαι οὐχ ὅπη αὐτῷ βουλομένῳ ἐστίν.” Βάρβαροι· “Οὐδ’ ἢν χρήματα ῥητὰ φέρειν βασιλεῖ ἐφ’ ἕκαστον ἔτος ἡμᾶς αὐτοὺς τάξωμεν;”Βελισάριος· “Οὐ δῆτα. οὐ γὰρ ἄλλου του ἡμεῖς αὐτοκράτορες ἢ ὥστε τῷ κεκτημένῳ φυλάξαι τὴν χώραν.”Βάρβαροι· “Φέρε δή, στέλλεσθαι ἡμᾶς παρὰ βασιλέα ἀνάγκη καὶ πρὸς ἐκεῖνον τὰς ξυνθήκας περὶ τῶν ὅλων ποιήσασθαι. δεῖ δὲ καὶ τακτόν τινα ὁρίζεσθαι χρόνον καθ’ ὃν προσήκει τὰ στρατόπεδα ἐς ἐκεχειρίαν παρίστασθαι.”Βελισάριος· “Ἔστω· γινέσθω ταῦτα. οὐ γάρ ποτε ὑμῖν εἰρηναῖα βουλευομένοις ἐμποδὼν στήσομαι.”Τοσαῦτα εἰπόντες διελύθησάν τε ἐκ τῶν λόγων ἑκάτεροι καὶ οἱ πρέσβεις τῶν Γότθων ἐς τὸ σφέτερον στρατόπεδον ἀπεχώρησαν.ἡμέραις δὲ ταῖς ἐπιγινομέναις συχνὰ παρ’ ἀλλήλους φοιτῶντες τά τε ἀμφὶ τῇ ἐκεχειρίᾳ διετίθεντο καὶ ὅπως δὴ ἐπὶ ταύτῃ τῶν τινας ἐπισήμων ἑκάτεροι ἀλλήλοις ἐν ὁμήρων λόγῳ παρέχωνται.Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ ὅ τε τῶν Ἰσαύρων στόλος τῷ Ῥωμαίων λιμένι προσέσχε καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐς Ὀστίαν ἦλθον, καὶ τῶν μὲν πολεμίων οὐδεὶς οὔτε καταίρουσιν οὔτε στρατοπεδευομένοις ἐμπόδιος σφίσιν ἐγένετο αὐτοῖς.ὅπως δὲ ἐν τῷ ἀσφαλεῖ διανυκτερεύειν οἷοί τε ὦσιν ἐξ ἐπιδρομῆς τῆς πρὸς τῶν ἐναντίων, οἵ τε Ἴσαυροι τάφρον βαθεῖαν ἄγχιστα τοῦ λιμένος ὀρύξαντες φυλακὰς ἐκ περιτροπῆς ἀεὶ ἐποιοῦντο καὶ οἱ ξὺν τῷ Ἰωάννῃ ταῖς ἁμάξαις φραξάμενοι τὸ στρατόπεδον ἡσυχίαν εἶχον.