καὶ πῦρ ἐνταῦθα ὁρᾶν πάρεστιν, ἤν τις ὑπερκύπτειν τολμήσειε, καὶ χρόνῳ μὲν τῷ ἄλλῳ ἡ φλὸξ ἐφ’ ἑαυτὴν στρέφεται, πράγματα οὐδενὶ παρεχομένη τῶν ταύτῃ ἀνθρώπων, ἐπειδὰν δὲ κτύπον τινὰ μυκηθμῷ ἐμφερῆ τὸ ὄρος ἀφῇ, κόνεως μέγα τι χρῆμα οὐ πολλῷ ὕστερον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνίησι.καὶ ἢν μέν τινα ὁδῷ τὸ κακὸν τοῦτο βαδίζοντα λάβῃ, τοῦτον δὴ τὸν ἄνθρωπον οὐδεμία μηχανὴ βιώσεσθαί ἐστιν, ἢν δὲ οἰκίαις τισὶν ἐπιπέσῃ, πίπτουσι καὶ αὐταὶ τῷ τῆς κόνεως πλήθει ἀχθόμεναι.ἀνέμου δὲ σκληροῦ, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἀνιέναι μὲν αὐτὴν ξυμβαίνει ἐς ὕψος μέγα, ὡς μηκέτι ἀνθρώπῳ ὁρατὴν εἶναι, φέρεσθαι δὲ ὅπη ἂν αὐτῇ τὸ πνεῦμα ἐπίφορον ἴοι, ἐμπίπτειν τε ἐς γῆν ἣ ὡς ἑκαστάτω τυγχάνει οὖσα.καί ποτε μέν φασιν ἐν Βυζαντίῳ ἐπιπεσοῦσαν οὕτως ἐκπλῆξαι τοὺς ταύτῃ ἀνθρώπους ὥστε πανδημεὶ ἐξ ἐκείνου δὴ καὶ ἐς τόδε τοῦ χρόνου λιταῖς ἐνιαυσίοις ἐξιλάσκεσθαι τὸν θεὸν ἔγνωσαν, ἐς Τρίπολιν δὲ τῆς Λιβύης χρόνῳ ἑτέρῳ ἐμπεπτωκέναι.καὶ πρότερον μὲν ἐνιαυτῶν ἑκατὸν ἢ καὶ πλειόνων τὸν μυκηθμὸν τοῦτόν φασι γενέσθαι, ὕστερον δὲ καὶ πολλῷ ἔτι θᾶσσον ξυμβῆναι.τοῦτο μέντοι ἀπισχυρισάμενοι λέγουσιν, ὅτι δὴ ἐπειδὰν τῷ Βεβίῳ ταύτην ἐρεύξασθαι τὴν κόνιν ξυμβαίη, εὐθηνεῖν ἀνάγκη τὴν ἐκείνην χώραν καρποῖς ἅπασιν.ἀὴρ δὲ λεπτότατός ἐστι καὶ πρὸς ὑγείαν ἱκανῶς πεφυκὼς ἐν τῷ ὄρει τούτῳ πάντων μάλιστα. ἐς τοῦτο ἀμέλει τοὺς φθόῃ ἁλόντας ἐκ τῶν ἄνωθεν χρόνων ἰατροὶ πέμπουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ Βεβίῳ ταύτῃ πη ἔχει.Ἐν τούτῳ δὲ καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου κατέπλευσεν, Ἰσαύρων μὲν ἐς τὸν Νεαπόλεως λιμένα τρισχίλιοι, ὧν Παῦλος καὶ Κόνων ἡγοῦντο, ἐς Δρυοῦντα δὲ Θρᾷκες ἱππεῖς ὀκτακόσιοι, ὧν Ἰωάννης ἦρχεν ὁ Βιταλιανοῦ τοῦ πρώην τετυραννηκότος ἀδελφιδοῦς καὶ ξὺν αὐτοῖς ἕτεροι στρατιῶται ἐκ καταλόγου ἱππικοῦ χίλιοι· ὧν ἄλλοι τε καὶ Ἀλέξανδρός τε καὶ Μαρκέντιος ἦρχον.ἐτύγχανε δὲ ἤδη καὶ Ζήνων ξὺν τριακοσίοις ἱππεῦσιν ἐς Ῥώμην διά τε Σαμνίου καὶ Λατίνης ὁδοῦ ἀφικόμενος. ἐπεὶ δὲ καὶ Ἰωάννης ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Καμπανίαν ἦλθεν, ἁμάξας πολλὰς ἐκ Καλαβρῶν ἔχων, ἀνεμίγνυντο αὐτοῖς πεντακόσιοι ἠθροισμένοι ἐκ Καμπανίας,ὥσπερ μοι εἴρηται. οὗτοι μὲν ὁδὸν τὴν παραλίαν ξὺν ταῖς ἁμάξαις ᾔεσαν ἐν νῷ ἔχοντες, ἤν τι ἀπαντήσῃ πολέμιον σφίσι, κύκλον τέ τινα καὶ χαρακώματος σχῆμα τὰς ἁμάξας ποιησάμενοι ἐνθένδε τοὺς ἐπιόντας ἀμύνασθαι, τοὺς δὲ ἀμφὶ Παῦλόν τε καὶ Κόνωνα πλεῖν κατὰ τάχος ἐκέλευον, καὶ σφίσιν ἐς Ὀστίαν συμμῖξαι τὸ Ῥωμαίων ἐπίνειον, σῖτον μὲν ἱκανὸν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ναῦς δὲ ἁπάσας οὐ σίτου μόνον ἐμπλησάμενοι, ἀλλὰ καὶ οἴνου καὶ τῶν ἀναγκαίων ἁπάντων.καὶ αὐτοὶ μὲν τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Τραϊανὸν ᾤοντο ἐς τὰ ἐπὶ Ταρακίνης χωρία εὑρήσειν καὶ ξὺν αὐτοῖς ἐνθένδε ἰέναι· γεγονότες δὲ ἄγχιστα ἔμαθον ὡς ὀλίγῳ πρότερον ἐς Ῥώμην μετάπεμπτοι ἀνεχώρησαν.Βελισάριος δὲ τοὺς ἀμφὶ τὸν Ἰωάννην προσιέναι μαθὼν καὶ δείσας μὴ σφᾶς οἱ πολέμιοι πλήθει πολλῷ ἀπαντήσαντες διαφθείρωσιν ἐποίει τάδε.πύλην τὴν Φλαμινίαν, οὗ δὴ αὐτῆς ἄγχιστα ἐνστρατοπεδεύσασθαι τοὺς πολεμίους τετύχηκε, λίθων οἰκοδομίαις αὐτὸς κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἀπέφραξεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι εὐπετῶς ἔχωσιν ἢ βιάζεσθαι ἤ τινα ἐπιβουλὴν ἐς τὴν πόλιν ποιεῖσθαι.καὶ ἀπ’ αὐτοῦ ξυμβολὴν οὐδεμίαν ἐν ταύτῃ γεγονέναι ξυμβέβηκεν, οὐδ’ ἄν τι οἱ βάρβαροι ἔσεσθαι σφίσι πολέμιον ἐνθένδε ὑπώπτευον.ταύτης τῆς πύλης νύκτωρ τὴν οἰκοδομίαν περιελών, οὐδενὶ τῶν πάντων προειρημένον, τὸ πλεῖστον τοῦ στρατοῦ ἐνταῦθα ἡτοίμαζεν.ἅμα τε ἡμέρα διὰ πύλης Πιγκιανῆς Τραϊανόν τε καὶ Διογένην ξὺν ἱππεῦσι χιλίοις ἔπεμψεν, οὓς δὴ ἔν τε τοῖς χαρακώμασι βάλλειν ἐκέλευσε καί, ἐπειδὰν οἱ ἐναντίοι ἐπ’ αὐτοὺς ἴωσι, φεύγειν τε ἥκιστα αἰδουμένους καὶ μέχρι ἐς τὸν περίβολον ἀπελαύνειν δρόμῳ.τινὰς δὲ καὶ ταύτης ἐντὸς τῆς πυλίδος ἔστησεν. οἱ μὲν οὖν ἀμφὶ Τραϊανόν, καθάπερ σφίσιν ἐπέστελλε Βελισάριος, τοὺς βαρβάρους ἠρέθιζον, καὶ αὐτοὺς οἱ Γότθοι ἐκ πάντων ἀγειρόμενοι τῶν χαρακωμάτων ἠμύνοντο.ἀμφότεροί τε ὡς τάχιστα ἐπὶ τὸν τῆς πόλεως περίβολον ᾔεσαν, οἱ μὲν ὅτι φεύγουσι δόξαν παρέχοντες, οἱ δὲ διώκειν τοὺς πολεμίους οἰόμενοι.Βελισάριος δέ, ἐπειδὴ τάχιστα τοὺς ἐναντίους ἐς τὴν δίωξιν καθισταμένους εἶδε, πύλην τε τὴν Φλαμινίαν ἀνοίγνυσι καὶ τὸ στράτευμα ἐπὶ τοὺς βαρβάρους οὐ προσδεχομένους ἀφίησιν.ἓν δὲ τῶν Γότθων στρατόπεδον παρὰ τὴν ταύτῃ ὁδὸν ἐτύγχανεν ὄν, καί τις αὐτοῦ ἔμπροσθεν ἦν στενοχωρία κρημνώδης τε καὶ δεινῶς ἄβατος.ἐνταῦθα τῶν τις βαρβάρων τεθωρακισμένος τε καὶ σώματος ἐς ἄγαν εὖ ἥκων, ἐπειδὴ εἶδε προϊόντας τοὺς πολεμίους, προτερήσας εἱστήκει καὶ τοὺς ἑταίρους ἐκάλει τε καὶ τὴν στενοχωρίαν ξυμφυλάσσειν ἠξίου.Μουνδίλας δὲ φθάσας αὐτόν τε ἔκτεινε καὶ τῶν ἄλλων βαρβάρων οὐδένα ἐς τοῦτον διελθεῖν τὸν στενωπὸν ξυνεχώρησε.