οἱ μέντοι ἄλλοι βοτάναις τισὶν ἀπέζων, οἷαι πολλαὶ ἀμφί τε τὰ προάστεια καὶ τοῦ περιβόλου ἐντὸς γίνονται. βοτάνη γὰρ γῆν τὴν Ῥωμαίων οὔτε χειμῶνος ὥρᾳ οὔτε ἐς ἄλλον τινὰ ἐπιλείπει καιρόν, ἀλλ’ ἀνθεῖ τε ἀεὶ καὶ τέθηλεν ἐς πάντα τὸν χρόνον.ἀφ’ οὗ δὴ καὶ ἱπποφορβεῖν ἐνταῦθα τοὺς πολιορκουμένους τετύχηκε. τινὲς δὲ καὶ ἐξ ἡμιόνων τῶν ἐν Ῥώμῃ θνησκόντων ἀλλᾶντας ποιούμενοι ἀπεδίδοντο λάθρα.ἐπεὶ δὲ σῖτον τὰ λήϊα οὐκέτι εἶχε καὶ ἐς μέγα κακὸν ἅπαντες Ῥωμαῖοι ἀφίκοντο, Βελισάριόν τε περιίσταντο καὶ μάχῃ μιᾷ διακρίνεσθαι πρὸς τοὺς πολεμίους ἠνάγκαζον, Ῥωμαίων οὐδένα τῆς ξυμβολῆς ἀπολείψεσθαι ὑποσχόμενοι. καὶ αὐτῷ ἀπορουμένῳ τε τοῖς παροῦσι καὶ λίαν ἀχθομένῳ τῶν ἀπὸ τοῦ δήμου ἔλεξάν τινες τοιάδε·“Οὐ προσδεχομένους ἡμᾶς ἡ παροῦσα, ὦ στρατηγέ, κατέλαβε τύχη, ἀλλ’ εἰς πᾶν ἡμῖν τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε.τετυχηκότες γὰρ ὧν πρότερον ἐν ἐπιθυμίᾳ κατέστημεν, τανῦν ἐς τὴν παροῦσαν ξυμφορὰν ἥκομεν, καὶ περιέστηκεν ἡμῶν ἡ προλαβοῦσα δόξα τὸ καλῶς τῆς βασιλέως προμηθείας ἐφίεσθαι, νῦν ἄνοιά τε οὖσα καὶ κακῶν τῶν μεγίστων ὑπόθεσις.ἀφ’ οὗ δὴ ἐς τόδε ἀνάγκης ἀφίγμεθα ὥστε ἐν τῷ παρόντι ἔτι βιάζεσθαι καὶ πρὸς τοὺς βαρβάρους ὁπλίζεσθαι τετολμήκαμεν.καὶ συγγνώμη μὲν εἰ πρὸς Βελισάριον θρασυνόμεθα, γαστὴρ γὰρ οὐκ οἶδεν ἀποροῦσα τῶν ἀναγκαίων αἰσχύνεσθαι,ἀπολελογήσθω δὲ ἡμῖν τῆς προπετείας ἡ τύχη. πάντων γὰρ εἰκότως ἀνιαρότατος εἶναι δοκεῖ μηκυνόμενος τοῖς οὐκ εὖ φερομένοις ὁ βίος. τὰ μὲν οὖν ξυμπεσόντα ἡμῖν ὁρᾷς δήπουθεν.ἀγροὶ μὲν οὗτοι καὶ χώρα ξύμπασα ὑποπέπτωκε ταῖς τῶν πολεμίων χερσίν· ἡ πόλις δὲ αὕτη τῶν ἀγαθῶν ἀποκέκλεισται πάντων οὐκ ἴσμεν ἐξ ὅτου δὴ χρόνου.Ῥωμαίων δὲ οἱ μὲν ἤδη κεῖνται, τὸ μηδὲ γῇ κρύπτεσθαι κληρωσάμενοι, ἡμεῖς δὲ οἱ περιόντες, ὡς ἂν συλλήβδην εἴπωμεν ἅπαντα τὰ δεινά, ξυντετάχθαι τοῖς οὕτω κειμένοις εὐχόμεθα.πάντα γὰρ τοῖς ἐντυγχάνουσιν ὁ λιμὸς τὰ κακὰ φορητὰ δείκνυσιν, ἔνθα τε ἂν φαίνηται, μετὰ τῆς τῶν ἄλλων ἐπέρχεται λήθης καὶ θανάτους ἅπαντας, πλὴν τοῦ παρ’ αὐτοῦ προσιόντος πρὸς ἡδονῆς εἶναι τοῖς ἀνθρώποις ἐργάζεται.ἕως τοίνυν ἔτι μὴ κεκράτηκεν ἡμῶν τὸ κακόν, δὸς ἡμῖν ὑπὲρ ἡμῶν αὐτῶν ἀνελέσθαι τὴν ἀγωνίαν, ἐξ ἧς ἡμῖν ἢ περιεῖναι τῶν πολεμίων ἢ τῶν δυσχερῶν ἀπηλλάχθαι ξυμβήσεται.οἷς μὲν γὰρ ἐλπίδα σωτηρίας ἡ μέλλησις φέρει, πολλὴ ἄνοια ἂν εἴη προτερήσασιν ἐς κίνδυνον τὸν ὑπὲρ τῶν ὅλων καθίστασθαι, οἷς δὲ τῇ βραδυτῆτι δυσκολώτερος ὁ ἀγὼν γίνεται, τὸ καὶ πρὸς ὀλίγον ἀναβάλλεσθαι χρόνον τῆς παραυτίκα προπετείας μεμπτότερον.”Ῥωμαῖοι μὲν τοσαῦτα εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε· “Ἀλλ’ ἔμοιγε καὶ λίαν προσδεχομένῳ τὰ παρ’ ὑμῶν γεγένηται πάντα, ἐκβέβηκε δὲ παρὰ δόξαν οὐδέν.ἐγὼ γὰρ πάλαι οἶδα δῆμον ὅτι πρᾶγμα ἀβουλότατόν ἐστι, καὶ οὔτε τὰ παρόντα φέρειν πέφυκεν οὔτε τὰ μέλλοντα προβουλεύεσθαι, ἀλλ’ ἐγχειρεῖν μὲν εὐπετῶς ἀεὶ τοῖς ἀμηχάνοις, διαφθείρεσθαι δὲ ἀνεπισκέπτως ἐπίσταται μόνον.ἐγὼ μέντοι οὐκ ἄν ποτε διὰ τὴν ὑμετέραν ὀλιγωρίαν οὔτε ὑμᾶς ἀπολέσαιμι ἑκών γε εἶναι οὔτε ὑμῖν τὰ βασιλέως συνδιαφθείραιμι πράγματα.πόλεμος γὰρ οὐκ ἐξ ἀλογίστου σπουδῆς κατορθοῦσθαι φιλεῖ, ἀλλ’ εὐβουλίᾳ τε καὶ προμηθείᾳ τὴν τῶν καιρῶν ἀεὶ σταθμώμενος ῥοπήν.ὑμεῖς μὲν οὖν πεττεύειν οἰόμενοι τὸν ἕνα βούλεσθε ὑπὲρ ἁπάντων ἀναρρίπτειν κύβον, ἐμοὶ δὲ οὐ σύνηθες αἱρεῖσθαι πρὸ τοῦ ξυμφόρου τὸ σύντομον.εἶτα σὺν ἡμῖν ἐπαγγέλλεσθε τοῖς πολεμίοις διὰ μάχης ἰέναι, πότε τὰς μελέτας τοῦ πολέμου πεποιημένοι; ἢ ποῖος τὰ τοιαῦτα ἐκμαθὼν τοῖς ὅπλοις οὐκ οἶδεν ὅτι οὐ χωρεῖ ἄχρι τῆς διαπείρας ἡ μάχη; οὐδὲ αὐτός οἱ ἐμμελετᾶν ὁ πολέμιος ἐν τοῖς ἀγῶσι παρέχεται.νῦν μὲν τὴν προθυμίαν ὑμῶν ἄγαμαι καὶ συγγνώμων εἰμὶ ταραχῆς τῆσδε·ὡς δὲ ὑμῖν ταῦτα οὐκ εἰς καιρὸν γέγονε καὶ ἡμεῖς μελλήσει προμηθεῖ χρώμεθα ἐγὼ δηλώσω. στράτευμα ἡμῖν ἀριθμοῦ κρεῖσσον ἐκ πάσης γῆς ἀθροίσας βασιλεὺς ἔπεμψε καὶ στόλος ὅσος οὐ πώποτε Ῥωμαίοις ξυνέστη τήν τε Καμπανίας ἀκτὴν καὶ κόλπου τοῦ Ἰονίου τὰ πλεῖστα καλύπτει.ὀλίγων τε ἡμερῶν ξὺν πᾶσι τοῖς ἐπιτηδείοις παρ’ ἡμᾶς ἥξουσι, τήν τε ἀπορίαν ἡμῖν διαλύσοντες καὶ πλήθει βελῶν τὰ τῶν βαρβάρων στρατόπεδα καταχώσοντες.ἐλογισάμην οὖν ἐς τὴν ἐκείνων παρουσίαν τὸν τῆς ξυμβολῆς μᾶλλον ἀποθέσθαι καιρὸν καὶ ξὺν τῷ ἀσφαλεῖ τὸ τοῦ πολέμου πορίζεσθαι κράτος, ἢ σπουδῇ ἀλογίστῳ θρασυνόμενος τὴν τῶν ὅλων σωτηρίαν προΐεσθαι. ὅπως δὲ αὐτίκα τε ἥξουσι καὶ μὴ περαιτέρω μελλήσουσιν, ἐγὼ προνοήσω.”Τούτοις μὲν Ῥωμαίων τὸν δῆμον παραθρασύνας Βελισάριος ἀπεπέμψατο, Προκόπιον δέ, ὃς τάδε ξυνέγραψεν, αὐτίκα ἐς Νεάπολιν ἐκέλευεν ἰέναι. φήμη γάρ τις περιήγγελλεν ὡς στράτευμα ἐνταῦθα βασιλεὺς πέμψειε.καί οἱ ἐπέστελλε ναῦς τε ὅτι πλείστας σίτου ἐμπλήσασθαι καὶ στρατιώτας ἀγεῖραι ἅπαντας ὅσους ἐν τῷ παρόντι ἐκ Βυζατίου ἥκειν τετύχηκεν, ἢ ἵππων φυλακῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἐνταῦθα λελεῖφθαι, οἵους δὴ πολλοὺς ἐς τὰ ἐν Καμπανίᾳ χωρία ἠκηκόει ἰέναι, τινὰς δὲ καὶ τῶν ταύτῃ φρουρῶν ἀφελέσθαι, ἥξειν τε ξὺν αὐτοῖς τὸν σῖτον παρακομίζοντι ἐς Ὀστίαν, ὅθι τὸ Ῥωμαίων ἐπίνειον.