διὸ δὴ Βελισάριος τοῖς παροῦσι διηπορεῖτο, πολεμίους μὲν τοιούτους τε τὴν ἀρετὴν καὶ τοσούτους τὸ πλῆθος τοῖς ἐν Ῥαβέννῃ ἀναμίγνυσθαι ἀξύμφορον εἶναι οἰόμενος, τοῦ δὲ καιροῦ ὑστερῆσαι ὡς ἥκιστα ἤθελεν, ἀλλ’ ἐπὶ Ῥάβεννάν τε καὶ Οὐίττιγιν, ᾐωρημένων ἔτι τῶν πραγμάτων, ἰέναι.Φράγγοι γὰρ αὐτὸν ξυνετάρασσον, Γότθοις ἐς ἐπικουρίαν ἀφίξεσθαι αὐτίκα δὴ μάλα ἐπίδοξοι ὄντες. ὧν δὴ προτερῆσαι τὴν παρουσίαν ἐν σπουδῇ ἔχων διαλύειν τὴν προσεδρείαν μήπω Αὐξίμου ἁλούσης οὐχ οἷός τε ἦν.οἵ τε στρατιῶται οὐκ εἴων συγχωρεῖν τοῖς βαρβάροις τὰ χρήματα, τραύματα μὲν πολλὰ ἐνδεικνύμενοι ὧνπερ ἐνταῦθα πρὸς αὐτῶν ἔτυχον, πόνους δὲ πάντας ἀπαριθμοῦντες τοὺς ἐν ταύτῃ σφίσι τῇ πολιορκίᾳ ξυμπεπτωκότας, ὧν δὴ ἆθλα εἶναι τῶν ἡσσημένων τὰ λάφυρα ἰσχυρίζοντο.τέλος δὲ οἵ τε Ῥωμαῖοι καιροῦ ὀξύτητι ἀναγκασθέντες, καὶ Γότθοι τῷ λιμῷ βιαζόμενοι ξυνίασιν ἀλλήλοις, ἐφ’ ᾧ τῶν μὲν χρημάτων τὰ ἡμίσεια Ῥωμαῖοι ἐν σφίσιν αὐτοῖς διανέμωνται, τὰ δὲ λειπόμενα Γότθοι ἔχοντες βασιλέως κατήκοοι ὦσιν.ἑκάτεροι τοίνυν ὑπὲρ τούτων τὰ πιστὰ ἔδοσαν, Ῥωμαίων μὲν οἱ ἄρχοντες τὰ ξυγκείμενα κύρια εἶναι, Γότθοι δὲ τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποκρύψασθαι.οὕτω τε δὴ τὰ χρήματα πάντα ἐνείμαντο καὶ Ῥωμαῖοι μὲν Αὔξιμον ἔσχον, οἱ δὲ βάρβαροι τῷ βασιλέως στρατεύματι ἀνεμίγνυντο.Ἐπεὶ δὲ Βελισάριος Αὔξιμον εἷλε, Ῥάβενναν πολιορκεῖν ἐν σπουδῇ ἐποιεῖτο καὶ ἅπαν τὸ στράτευμα ἐνταῦθα ἐπῆγε. Μάγνον τε πέμψας ξὺν πλήθει πολλῷ ὑπὲρ Ῥαβέννης ἐκέλευε Πάδου τοῦ ποταμοῦ τὴν ὄχθην ἀεὶ περιιόντα φυλακὴν ἔχειν, ὅπως δὴ μὴ τὸ λοιπὸν ἐνθένδε οἱ Γότθοι τὰ ἐπιτήδεια ἐσκομίζωνται.καὶ Βιτάλιος δέ οἱ ξὺν στρατῷ ἐκ Δαλματίας ἀφικόμενος ὄχθην τοῦ ποταμοῦ τὴν ἑτέραν ἐφύλασσεν. ἐνταῦθα αὐτοῖς ξυνέβη τις τύχη, δήλωσιν ἄντικρυς ποιουμένη ὅτι δὴ αὐτὴ πρυτανεύει ἀμφοτέροις τὰ πράγματα.συχνὰς γὰρ οἱ Γότθοι ἀκάτους πρότερον ἐν Λιγούροις συλλέξαντες ἐς τὸν Πάδον καθῆκαν, ἅσπερ ἐμπλησάμενοι σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων πλεῖν ἐπὶ Ῥαβέννης διενοοῦντο.οὕτω δὲ τοῦ ποταμοῦ τούτου τὸ ὕδωρ ἐκείνῳ τῷ χρόνῳ ὑπέληγεν ὥστε αὐτοῦ ναυτίλλεσθαι τὸ παράπαν ἀδύνατα ἦν, ἕως ἐπελθόντες Ῥωμαῖοι τὰς ἀκάτους σὺν τοῖς φορτίοις ἅπασιν εἷλον.ὅ τε ποταμὸς οὐ πολλῷ ὕστερον ἐς ῥοῦν ἐπανιὼν τὸν καθήκοντα ναυσίπορος τὸ λοιπὸν ἐγεγόνει. τοῦτο δὲ αὐτῷ ξυμβῆναι οὐ πώποτε πρότερον ἀκοῇ ἴσμεν.ἤδη τε οἱ βάρβαροι ἤρξαντο τῶν ἐπιτηδείων ὑποσπανίζειν. οὔτε γὰρ διὰ κόλπου τι ἐσκομίζεσθαι τοῦ Ἰονίου εἶχον, θαλασσοκρατούντων πανταχῆ τῶν πολεμίων, καὶ τοῦ ποταμοῦ ἀπεκέκλειντο.γνόντες δὲ οἱ Φράγγων ἄρχοντες τὰ ποιούμενα προσποιεῖσθαί τε τὴν Ἰταλίαν ἐθέλοντες, πρέσβεις παρὰ τὸν Οὐίττιγιν πέμπουσι, ξυμμαχίας ὑπόσχεσιν προτεινόμενοι,ἐφ’ ᾧ τῆς χώρας ξὺν αὐτῷ ἄρξουσιν. ὅπερ Βελισάριος ὡς ἤκουσε, πρέσβεις καὶ αὐτὸς ἀντεροῦντας Γερμανοῖς ἔπεμψεν ἄλλους τε καὶ Θεοδόσιον τὸν τῇ οἰκία τῇ αὐτοῦ ἐφεστῶτα.Πρῶτοι μὲν οὖν οἱ Γερμανῶν πρέσβεις Οὐιττίγιδι ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· “Ἔπεμψαν ἡμᾶς οἱ Γερμανῶν ἄρχοντες, δυσχεραίνοντες μὲν ὅτι δὴ πρὸς Βελισαρίου πολιορκεῖσθαι ὑμᾶς ἤκουσαν, τιμωρεῖν δὲ ὑμῖν ὅτι τάχιστα κατὰ τὸ ξυμμαχικὸν ἐν σπουδῇ ἔχοντες.τὸ μὲν οὖν στρατόπεδον ἀνδρῶν μαχίμων οὐχ ἧσσον ἢ ἐς μυριάδας πεντήκοντα ἤδη που τὰς Ἄλπεις ὑπερβεβηκέναι οἰόμεθα, οὕσπερ τοῖς πελέκεσι τὴν Ῥωμαίων στρατιὰν ξύμπασαν ἐν τῇ πρώτῃ ὁρμῇ καταχώσειν αὐχοῦμεν.ὑμᾶς δὲ οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον, ἀλλὰ τῶν ἐς κίνδυνον πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων.ἄλλως τε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελείψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν ἐς χεῖρας ἰέναι, ἀλλ’ αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησόμεθα τὸ τοῦ πολέμου κράτος.ἢν δέ γε ξὺν Ῥωμαίοις τετάξονται Γότθοι, οὐδ’ ὣς τῷ Φράγγων ἔθνει ἀνθέξουσιν ʽοὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσταἰ, ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάντων πολεμιωτάτοις ἡσσῆσθαι.ἐς προὖπτον δὲ κακὸν ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέστηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν.ἡμεῖς μὲν οὖν ξυνάρξομέν τε βουλομένοις ὑμῖν Ἰταλίας ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα ὅπη ἂν δοκῇ ὡς ἄριστα ἔχειν. σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκὸς ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ.” Φράγγοι μὲν τοσαῦτα εἶπον.Παρελθόντες δὲ καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν ὧδε· “Ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως στρατῷ λυμανεῖται τὸ Γερμανῶν πλῆθος, ᾧπερ οὗτοι δεδίττεσθαι ὑμᾶς ἀξιοῦσι, τί ἄν τις ἐν ὑμῖν μακρολογοίη, οἷς γε διὰ μακρὰν ἐμπειρίαν ἅπασαν ἐξεπίστασθαι τὴν τοῦ πολέμου ῥοπὴν ξυμβαίνει, καὶ ὡς ἥκιστα ἀρετὴ ἀνθρώπων ὁμίλῳ φιλεῖ ἐλασσοῦσθαι;ἐῶμεν γὰρ λέγειν ὡς καὶ πάντων μάλιστα βασιλεῖ πάρεστι πλήθει στρατιωτῶν περιεῖναι τῶν πολεμίων. τὸ δὲ δὴ τούτων πιστόν, ᾧ χρῆσθαι αὐχοῦσιν ἐς πάντας βαρβάρους, μετά γε Θορίγγους καὶ τὸ Βουργουζιώνων ἔθνος, καὶ ἐς τοὺς ξυμμάχους ὑμᾶς παρὰ τῶν ἀνδρῶν ἐπιδέδεικται.