ἐπεὶ δὲ ὅμιλος Γερμανῶν πολὺς ἐπιρρεύσας ἔργου τε εἴχοντο καὶ τοὺς πελέκυς ἐσακοντίζοντες συχνοὺς ἤδη ἐσίνοντο, στρέψαντες τὰ νῶτα ἐς φυγὴν ὥρμηντο, καὶ διὰ τοῦ Ῥωμαίων στρατοπέδου ἰόντες τὴν ἐπὶ Ῥάβενναν ἔθεον.φεύγοντάς τε αὐτοὺς ἰδόντες Ῥωμαῖοι Βελισάριον ἐπιβεβοηθηκότα σφίσιν ᾤοντο ἑλεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ἐνθένδε τε αὐτοὺς ἐξελάσαι μάχῃ νικήσαντα. ᾧ δὴ ξυμμῖξαι βουλόμενοι ἄραντες τὰ ὅπλα κατὰ τάχος ᾔεσαν.ἐντυχόντες δὲ παρὰ δόξαν πολεμίων στρατῷ οὔτι ἐθελούσιοι ἐς χεῖρας ἦλθον, παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐς μὲν τὸ στρατόπεδον ἀναστρέφειν οὐκέτι εἶχον, ἐπὶ Τουσκίαν δὲ ἅπαντες ἔφευγον.ἔν τε τῷ ἀσφαλεῖ ἤδη γενόμενοι ἅπαντα ἐς Βελισάριον τὰ ξυμπεσόντα σφίσιν ἀνήνεγκαν.Φράγγοι δὲ ἀμφοτέρους, ὥσπερ ἐρρήθη, νενικηκότες, τά τε στρατόπεδα ἑκάτερα ἑλόντες παντάπασιν ἀνδρῶν ἔρημα, ἐν μὲν τῷ παραυτίκα τὰ ἐπιτήδεια ἐνταῦθα εὗρον, δι’ ὀλίγου δὲ ἅπαντα διὰ πολυανθρωπίαν δαπανήσαντες, ἄλλο τι οὐδὲν ἐν χώρᾳ ἐρήμῳ ἀνθρώπων ὅτι μὴ βόας τε καὶ τοῦ Πάδου τὸ ὕδωρ προσφέρεσθαι εἶχον.ταῦτα τὰ κρέα τῇ τοῦ ὕδατος περιουσίᾳ καταπέψαι οὐχ οἷοί τε ὄντες γαστρός τε ῥύσει καὶ δυσεντερίας νόσῳ οἱ πλεῖστοι ἡλίσκοντο, ὧν δὴ ἀπαλλάσσεσθαι ἀπορίᾳ τῶν ἐπιτηδείων ὡς ἥκιστα ἴσχυον.φασὶ γοῦν τὸ τριτημόριον τοῦ Φράγγων στρατοῦ τῷ τρόπῳ τούτῳ ἀπολωλέναι. διὸ δὴ περαιτέρω ἰέναι οὐδαμῆ ἔχοντες αὐτοῦ ἔμενον.Βελισάριος δὲ Φράγγων τε στρατὸν παρεῖναι ἀκούσας καὶ τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰωάννην μάχῃ ἡσσηθέντας φυγεῖν ἐς ἀμηχανίαν κατέστη, περί τε τῇ πάσῃ στρατιᾷ δείσας καὶ διαφερόντως περὶ τοῖς ἐν Φισούλῃ πολιορκοῦσιν, ἐπεὶ αὐτῶν μάλιστα ἐγγυτέρω τούτους δὴ τοὺς βαρβάρους ἐπύθετο εἶναι. αὐτίκα δὴ πρὸς Θευδίβερτον ἔγραψε τάδε·“Ἄνδρα μὲν ἀρετῆς μεταποιούμενον μὴ οὐχὶ ἀψευδεῖν, ἄλλως τε καὶ ἄρχοντα ἐθνῶν τοσούτων τὸ πλῆθος, οἶμαι, ὦ γενναῖε Θευδίβερτε,οὐκ εὐπρεπὲς εἶναι. τὸ δὲ καὶ ὅρκους ἀδικοῦντας ἐν γράμμασι κειμένους περιορᾶν τὰ ξυγκείμενα οὐδ’ ἂν τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις ἐπιτηδείως ἔχοι. ἅπερ αὐτὸς ἔν γε τῷ παρόντι ἐξαμαρτάνων οἶσθα, καίτοι ὁμολογήσας ἔναγχος πόλεμον ἡμῖν ἐπὶ Γότθους τόνδε ξυλλήψεσθαι.νῦν δὲ οὐχ ὅσον ἀμφοτέροις ἐκποδὼν ἕστηκας, ἀλλὰ καὶ ὅπλα οὕτως ἀνεπισκέπτως ἀράμενος ἐφ’ ἡμᾶς ἥκεις. μὴ σύ γε, ὦ βέλτιστε, καὶ ταῦτα ἐς βασιλέα μέγαν ὑβρίζων, ὃν δή που τὴν ὕβριν μὴ λίαν ἐν τοῖς μεγίστοις ἀμείψεσθαι οὐκ εἰκὸς εἴη.κρεῖσσον δὲ τὰ οἰκεῖα ἀσφαλῶς αὐτόν τινα ἔχειν ἢ τῶν οὐ προσηκόντων μεταποιούμενον ἐς κίνδυνόν τινα ὑπὲρ τῶν ἀναγκαιοτάτων καθίστασθαι.”ταύτην ἐπεὶ Θευδίβερτος τὴν ἐπιστολὴν ἀνελέξατο, τοῖς τε παροῦσιν ἀπορούμενος ἤδη καὶ πρὸς Γερμανῶν κακιζόμενος, ὅτι δὴ ἐξ οὐδεμιᾶς προφάσεως θνήσκοιεν ἐν χώρᾳ ἐφήμῳ, ἄρας τοῖς περιοῦσι τῶν Φράγγων ἐπ’ οἴκου ξὺν τάχει πολλῷ ἀπεχώρησεν.Οὕτω μὲν Θευδίβερτος στρατεύσας ἐς Ἰταλίαν τὴν ἄφοδον ἐποιήσατο. οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Ἰωάννην ἀνέστρεψαν οὐδέν τι ἧσσον, ὅπως μή τινα οἱ πολέμιοι ἔφοδον ἐπὶ σφῶν τοὺς πολιορκοῦντας ποιήσονται.Γότθοι δὲ οἱ ἐν Αὐξίμῳ, Φράγγων μὲν ἀφίξεως πέρι οὐδὲν πεπυσμένοι, ἀπειρηκότες δὲ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα οὕτω μέλλουσαν, αὖθις μὲν Οὐίττιγιν διενοοῦντο μαρτύρεσθαι, λαθεῖν δὲ τῶν πολεμίων τὴν φυλακὴν οὐχ οἷοί τε ὄντες ἐπένθουν.μετὰ δὲ τῶν τινα Ῥωμαίων, Βέσον γένος Βουρκέντιον ὄνομα, ὑπὸ Ναρσῇ τεταγμένον τῷ Ἀρμενίῳ, μόνον ἰδόντες ἐς μέσην ἡμέραν φυλακὴν ἔχοντα, ὡς μή τις ἐκ τῆς πόλεως ἐπὶ τὴν πόαν ληψόμενος ἴοι, ἔς τε λόγους αὐτῷ ξυνῆλθον ἐγγυτέρω ἥκοντες καὶ τὰ πιστὰ δόντες ὡς οὐδὲν ἐς αὐτὸν κακουργήσωσι ξυγγενέσθαι σφίσιν ἐκέλευον, ἔσεσθαί οἱ μεγάλα ἐπαγγειλαμένοις παρὰ σφῶν χρήματα.καὶ ἐπειδὴ ἐν τῷ αὐτῷ ἐγένοντο, ἐδέοντο τοῦ ἀνθρώπου οἱ βάρβαροι ἐπιστολήν τινα ἐς Ῥάβενναν διακομίσαι, τάξαντες μέν οἱ ἐν τῷ παραυτίκα χρυσίον ῥητόν, πλέον δὲ ὑποσχόμενοι δώσειν, ἐπειδὰν σφίσιν Οὐιττίγιδος γράμματα ἐπανήκοι φέρων.τοῖς δὲ χρήμασιν ὁ στρατιώτης ἀναπεισθεὶς ὑπουργήσειν τε ὡμολόγησε ταῦτα καὶ ἐπιτελῆ ἐποίησε τὴν ὑπόσχεσιν. γράμματα γοῦν κατασεσημασμένα λαβὼν ἐς Ῥάβενναν κατὰ τάχος ἀφίκετο. καὶ Οὐιττίγιδι ἐς ὄφιν ἐλθὼν τὴν ἐπιστολὴν ἐνεχείρισεν.ἐδήλου δὲ τάδε· “Ὅπη μὲν ἡμῖν τὰ παρόντα ἔχει σαφῶς εἴσεσθε, πυνθανόμενοι ὅστις ποτὲ ὁ τῆς ἐπιστολῆς παραπομπὸς εἴη.Γότθῳ γὰρ ἀνδρὶ ἔξω γενέσθαι τοῦ περιβόλου ἀμήχανά ἐστι. τῶν δὲ βρωμάτων ἡμῖν τὸ εὐπορώτατον ἡ παρὰ τὸ τεῖχος πόα τυγχάνει οὖσα, ἧς γε ἡμῖν οὐδὲ ὅσον ἅψασθαι τανῦν ἔξεστιν, ὅτι μὴ πολλοὺς ἀποβάλλουσιν ἐν τῷ ὑπὲρ ταύτης ἀγῶνι. ταῦτα ἐς ὅ τι ἡμῖν τελευτήσει σέ τε χρὴ καὶ Γότθους τοὺς ἐν Ῥαβέννῃ λογίζεσθαι.”Ταῦτα ἐπεὶ ὁ Οὐίττιγις ἀνελέξατο, ἀμείβεται ὧδε· “Ἀναπεπτωκέναι δὲ ἡμᾶς, ὦ φίλτατοι ἀνθρώπων ἁπάντων, οἰέσθω μηδείς, μηδὲ ἐς κακίας τοσόνδε ἥκειν ὥστε ῥᾳθυμίᾳ τὰ Γότθων καταπροΐεσθαι πράγματα.ἐμοὶ γὰρ ἔναγχος ἥ τε τῆς ἐξόδου παρασκευὴ ὡς ἔνι μάλιστα ἤσκητο καὶ Οὐραΐας παντὶ τῷ στρατῷ ἐκ Μεδιολάνου μετάπεμπτος ἦλθεν.