ὧδε μὲν ἐς Βυζάντιον Ναρσῆς ἐπανῆκε, τῶν στρατιωτῶν ὀλίγους τινὰς ἄγων. Ἔρουλοι δὲ μένειν ἐν Ἰταλίᾳ Ναρσοῦ ἐνθένδε ἀναχωροῦντος οὐκέτι ἠξίουν, καίτοι Βελισαρίου πολλὰ ὑποσχομένου σφίσι πρός τε αὐτοῦ καὶ βασιλέως ἀγαθὰ μένουσιν ἔσεσθαι, ἀλλὰ συσκευασάμενοι ἅπαντες τὰ μὲν πρῶτα ἐπὶ Λιγουρίας ἀπεχώρησαν.οὗ δὴ ἐντυχόντες τῷ Οὐραΐα στρατῷ, ἀνδράποδά τε καὶ ἄλλα ζῷα ὅσα ἐπῆγον τοῖς πολεμίοις ἀπέδοντο, καὶ χρήματα πολλὰ κεκομισμένοι ἀπώμοσαν, μήποτε Γότθοις ἀντιτάξεσθαι ἢ εἰς χεῖρας ἰέναι.οὕτω τε εἰρηναίαν τὴν ἀναχώρησιν ποιησάμενοι ἐς τὰ ἐπὶ Βενετίας χωρία ἦλθον. ἐνταῦθα αὐτοῖς Βιταλίῳ ξυγγενομένοις τῶν ἐς βασιλέα Ἰουστινιανὸν ἡμαρτημένων μετέμελεν.ἀφοσιούμενοί τε τὸ ἔγκλημα Οὐίσανδον μὲν τῶν ἀρχόντων ἕνα ξὺν τοῖς ἑπομένοις αὐτοῦ εἴασαν, οἱ δὲ λοιποὶ ἐς Βυζάντιον ἀπεκομίσθησαν ἅπαντες, Ἀλουίθ τε ἡγουμένου σφίσι καὶ Φιλιμούθ, ὅσπερ Φανιθέου τετελευτηκότος ἐν Καισήνῃ τὴν ἀρχὴν ἔσχεν.Οὐίττιγις δὲ καὶ οἱ ξὺν αὐτῷ Γότθοι Βελισάριον ἅμα ἦρι ἀρχομένῳ ἐπὶ σφᾶς τε καὶ Ῥάβενναν ἥξειν ἀκούοντες ἐν δείματι μεγάλῳ καθίσταντο καὶ τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο· καὶ αὐτοῖς πολλὰ βουλευσαμένοις ʽοὐ γὰρ ἀξιόμαχοι τοῖς πολεμίοις κατὰ μόνας ᾤοντο εἶναἰ ἔδοξεν ἄλλων τινῶν βαρβάρων ἐπικουρίαν ἐπάγεσθαι.Γερμανῶν μὲν οὖν τοῦ τε δολεροῦ καὶ ἀπίστου ἤδη ἐν πείρᾳ γεγενημένοι ἀπέσχοντο, ἀγαπῶντες, ἢν μὴ καὶ αὐτοὶ ξὺν Βελισαρίῳ ἐπὶ σφᾶς ἴωσιν,ἀλλ’ ἀμφοτέροις ἐκποδὼν στήσωνται. ἐς δὲ Λαγγοβαρδῶν τὸν ἄρχοντα Οὐάκην πρέσβεις ἔπεμψαν, χρήματά τε μεγάλα προτεινόμενοι καὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες.οἳ δή, ἐπεὶ βασιλεῖ φίλον τε καὶ ξύμμαχον τὸν Οὐάκην ἔγνωσαν εἶναι, ἄπρακτοι ἀνεχώρησαν.Οὐίττιγις τοίνυν τοῖς παροῦσιν, ὡς τὸ εἰκός, ἀπορούμενος τῶν πρεσβυτέρων ἀεὶ ξυνεκάλει πολλούς. παρ’ ὧν δὴ συχνὰ ἐπυνθάνετο ὅ τί ποτέ οἱ βουλευομένῳ τε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα ἕξει.γνῶμαι οὖν πολλαὶ πρὸς τῶν ἐς τὴν βουλὴν ξυνιόντων ἐλέγοντο, αἱ μὲν ἐπιτηδείως τοῖς παροῦσιν οὐδαμῆ ἔχουσαι, αἱ δέ τι καὶ λόγου ἄξιον φέρουσαι.ἐν αἷς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς οὐ πρότερόν ποτε Ῥωμαίων βασιλεὺς τοῖς ἐν τῇ ἑσπερίᾳ βαρβάροις πολεμεῖν ἴσχυσε, πλήν γε δὴ ὅτε αἱ σπονδαὶ ἐς Πέρσας γεγένηνται.τούς τε γὰρ Βανδίλους καὶ Μαυρουσίους τηνικαῦτα ἀπολωλέναι καὶ Γότθοις τὰ παρόντα ξυμπεπτωκέναι. ὥστε, ἤν τις καὶ νῦν Ἰουστινιανῷ αὐτοκράτορι τὸν Μήδων βασιλέα ξυγκρούῃ, οὐ μήποτε Ῥωμαῖοι, τούτου δὴ ἐκπεπολεμωμένου σφίσι τοῦ ἔθνους, πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ λοιπὸν ἕξουσι.ταῦτα Οὐιττίγιδί τε αὐτῷ ἤρεσε καὶ Γότθοις τοῖς ἄλλοις. Ἔδοξεν οὖν πρέσβεις παρὰ τὸν Μήδων βασιλέα Χοσρόην στέλλεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Ῥωμαίους, οἵπερ αὐτὸν Ἰουστινιανῷ βασιλεῖ πολέμιον καταστήσουσι.διὸ δὴ τῶν ἐν Λιγούροις ἱερέων δύο χρήμασι πολλοῖς ἐς ταύτην ἀναπείθουσι τὴν ὑπουργίαν.ὧν ἅτερος μέν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, ἐπισκόπου δόκησίν τε καὶ ὄνομα περιβεβλημένος, οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο.γράμματά τε αὐτοῖς ἐγχειρίσας πρὸς Χοσρόην γεγραμμένα Οὐίττιγις ἔπεμψεν. οἷς δὴ Χοσρόης ἠγμένος ἀνήκεστα ἐν σπονδαῖς ἔργα Ῥωμαίους εἰργάσατο, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.ταῦτα δὲ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς Χοσρόην τε καὶ Πέρσας βουλεύεσθαι ἤκουσε, καταλύειν μὲν τὸν ἐν τῇ ἑσπερίᾳ πόλεμον ὡς τάχιστα ἔγνω, Βελισάριον δὲ μεταπέμψασθαι ἐφ’ ᾧ ἐπὶ Πέρσας στρατεύσειε.τοὺς μὲν οὖν Οὐιττίγιδος πρέσβεις ʽἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον’ αὐτίκα δὴ ἀπεπέμψατο, ἄνδρας παρ’ αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς θήσονται ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ.τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόν τε καὶ Πέτρον ἀφῆκαν.οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστησάμενος, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένου ἀρχὴν παρασχόμενος.καὶ ὁ χειμὼν ἔληγε καὶ τέταρτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.Βελισάριος δὲ Αὔξιμόν τε καὶ Φισούλαν ἐξελεῖν πρότερον ἤθελε, οὕτω τε ἐπί τε Οὐίττιγιν καὶ Ῥάβενναν ἰέναι, οὐδενὸς ἔτι τῶν πολεμίων οὔτε σφίσιν ἐμποδὼν ἵστασθαι δυναμένου, οὔτε τὰ ὄπισθε κακουργεῖν ἔχοντος.Κυπριανὸν μὲν οὖν καὶ Ἰουστῖνον ξὺν τοῖς ἑπομένοις καὶ Ἰσαύρων τισὶν ἐς Φισούλαν ἔπεμψε, καὶ πεντακοσίους πεζοὺς ἐκ καταλόγου οὗ Δημήτριος ἦρχεν, οἳ δὴ τοὺς ἐκείνῃ βαρβάρους ἀμφὶ τὸ φρούριον στρατοπεδευσάμενοι ἐπολιόρκουν.Μαρτῖνον δὲ καὶ Ἰωάννην ξὺν τοῖς ἑπομένοις καὶ στρατεύματι ἄλλῳ οὗπερ Ἰωάννης ἡγεῖτο ὃν καὶ Φαγᾶν ἐκάλουν, ἀμφὶ Πάδον ποταμὸν ἔστελλεν.οὓς δὴ φροντίδα ἔχειν ἐκέλευεν ὅπως μὴ Οὐραΐας τε καὶ οἱ ξὺν αὐτῷ ἐκ Μεδιολάνου ἐπὶ σφᾶς ἴωσιν, ἢν δὲ τῶν πολεμίων τὴν ἔφοδον ἀποκρούεσθαι οὐχ οἷοί τε ὦσιν, ὄπισθεν αὐτοὺς λάθρα ἐπισπομένους κατὰ νώτου ἰέναι.