τῆς τε πόλεως ἀγχοῦ ἐλθόντες παρὰ τοῦ λόφου τὸν πρόποδα ἐστρατοπέδευσαν δίχα· οὐ γάρ πη ἀλλήλοις ξυνετετάχατο, ἀλλ’ οἱ μὲν ἀμφὶ Βελισάριον τὰ πρὸς ἕω τῆς πόλεως εἶχον, οἱ δὲ ἀμφὶ Ναρσῆν τὰ πρὸς ἑσπέραν.κεῖται δὲ Οὐρβῖνος ἐπὶ λόφου περιφεροῦς τε καὶ ὑψηλοῦ λίαν. οὐ μέντοι ὁ λόφος οὔτε κρημνώδης οὔτε παντάπασιν ἀπόρευτός ἐστι, μόνον δὲ δύσοδος τῷ ἀνάντης ἐς ἄγαν εἶναι, ἄλλως τε καὶ τῆς πόλεως ἀγχοτάτω ἰόντι.μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει πρὸς βορρᾶν ἄνεμον. Ῥωμαῖοι μὲν οὖν ἐς τὴν πολιορκίαν ἐτετάχατο ὧδε. Βελισάριος δὲ ῥᾷον σφίσι προσχωρήσειν ὁμολογίᾳ τοὺς βαρβάρους οἰόμενος ἅτε κατωρρωδηκότας τὸν κίνδυνον, πρέσβεις τε παρ’ αὐτοὺς ἔπεμψε καὶ πολλὰ ὑποσχόμενος αὐτοῖς ἀγαθὰ ἔσεσθαι κατηκόους βασιλέως γενέσθαι παρῄνει.οἱ μὲν οὖν πρέσβεις τῶν πυλῶν ἀγχοῦ γενόμενοι ʽοὐ γὰρ τῇ πόλει σφᾶς ἐδέξαντο οἱ πολέμιοἰ πολλά τε καὶ λίαν ἐπαγωγὰ εἶπον, οἱ δὲ Γότθοι χωρίου τε ἰσχύϊ θαρροῦντες καὶ τῶν ἐπιτηδείων τῇ ἀφθονίᾳ τοὺς μὲν λόγους ἥκιστα ἐνεδέχοντο, κατὰ τάχος δὲ Ῥωμαίους ἐνθένδε ἐκέλευον ἀπαλλάσσεσθαι.Βελισάριος οὖν ταῦτα ἀκούσας ῥάβδους παχείας τῷ στρατῷ ξυλλέγειν ἐπήγγελλε, στοάν τε ἀπ’ αὐτῶν ποιεῖσθαι μακράν.ἧς δὴ ἐντὸς κρυπτόμενοι ἔμελλον τῶν τε πυλῶν ξὺν αὐτῇ ἀγχοτάτω ἰέναι, ᾗ μάλιστα ὁ χῶρος ὁμαλός ἐστι, καὶ τῇ ἐς τὸ τεῖχος ἐπιβουλῇ χρῆσθαι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.Ναρσῇ δὲ ξυγγενόμενοι τῶν ἐπιτηδείων τινές, ἀπέραντά τε ποιεῖν Βελισάριον καὶ τὰ ἀμήχανα ἐπινοεῖν ἔφασκον. ἤδη γὰρ Ἰωάννην τοῦ χωρίου ἀποπειρασάμενον, καὶ ταῦτα ὀλίγων τινῶν τηνικαῦτα φρουρὰν ἔχοντος, ἀνάλωτον αὐτὸ ᾐσθῆσθαι παντάπασιν εἶναι ʽκαὶ ἦν δὲ οὕτωσ̓, ἀλλ’ αὐτὸν χρῆναι βασιλεῖ ἀνασώσασθαι τὰ ἐπὶ Αἰμιλίας χωρία.ταύτῃ ὁ Ναρσῆς τῇ ὑποθήκῃ ἀναπεισθεὶς νύκτωρ τὴν προσεδρείαν διέλυσε, καίπερ Βελισαρίου πολλὰ λιπαροῦντος μένειν τε αὐτοῦ καὶ Οὐρβῖνον πόλιν σφίσι ξυνελεῖν.οὗτοι μὲν ἐς Ἀρίμινον κατὰ τάχος ξὺν τῷ ἄλλῳ στρατῷ ἵκοντο. Μώρας δὲ καὶ οἱ βάρβαροι ἐπεὶ κατὰ ἥμισυ τοὺς πολεμίους ἀναχωρήσαντας ἅμα ἡμέρᾳ εἶδον, ἐτώθαζον ἀπὸ τοῦ περιβόλου τοὺς μεμενηκότας ἐρεσχελοῦντες.Βελισάριος δὲ τῇ λειπομένῃ στρατιᾷ τειχομαχεῖν ἤθελε. καί οἱ ταῦτα βουλευομένῳ εὐτύχημα γενέσθαι ξυνηνέχθη θαυμάσιον οἷον.μία τις ἦν ἐν Οὐρβίνῳ πηγή, ἐξ ἧς δὴ πάντες οἱ ταύτῃ οἰκοῦντες ὑδρεύοντο. αὕτη κατὰ βραχὺ ἀπὸ ταὐτομάτου ἀποξηρανθεῖσα ὑπέληγεν.ἔν τε ἡμέραις τρισὶν οὕτως αὐτὴν τὸ ὕδωρ ἀπέλιπεν ὥστε ξὺν τῷ πηλῷ ἐνθένδε αὐτὸ οἱ βάρβαροι ἀρυόμενοι ἔπινον. διὸ δὴ Ῥωμαίοις προσχωρεῖν ἔγνωσαν.Βελισάριος δὲ ταῦτα μὲν οὐδαμῆ πεπυσμένος ἤθελεν ἀποπειράσασθαι τοῦ περιβόλου. καὶ τὸ μὲν ἄλλο στράτευμα ἐξοπλίσας κύκλῳ ἀμφὶ τὸν λόφον ἅπαντα ἔστησε, τινὰς δὲ ἐκέλευσεν ἐν τῷ ὁμαλεῖ τὴν ἀπὸ τῶν ῥάβδων ἐπάγειν στοάν·οὕτω γὰρ καλεῖν τὴν μηχανὴν νενομίκασι ταύτην. οἱ δὲ αὐτῆς ἐντὸς ὑποδύντες ἐβάδιζόν τε καὶ τὴν στοὰν ἐφεῖλκον τοὺς πολεμίους λανθάνοντες.οἱ μὲν οὖν βάρβαροι χεῖρας τὰς δεξιὰς ἀπὸ τῶν ἐπάλξεων προτεινόμενοι ἐδέοντο τῆς εἰρήνης τυχεῖν. Ῥωμαῖοι δὲ οὐκ εἰδότες τι τῶν ἀμφὶ τῇ πηγῇ ξυμπεπτωκότων τόν τε πόλεμον αὐτοὺς καὶ τὴν μηχανὴν δεδιέναι ὑπώπτευον. ἀμφότεροι γοῦν τῆς μάχης ἄσμενοι ἀπέσχοντο.καὶ Γότθοι Βελισαρίῳ σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως κατήκοοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ γεγενημένοι.Ναρσῆς δὲ ταῦτα ἀκούσας ἐν θαύματί τε καὶ ξυμφορᾷ τὸ πρᾶγμα ἐποιεῖτο.καὶ αὐτὸς μὲν ἐν Ἀριμίνῳ ἔτι ἡσύχαζεν, Ἰωάννην δὲ τῷ παντὶ στρατῷ ἐπὶ Καισῆναν ἐξηγεῖσθαι ἐκέλευεν. οἱ δὲ κλίμακας φέροντες ᾔεσαν.ἐπεὶ δὲ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προσέβαλλόν τε καὶ τοῦ περιβόλου ἀπεπειρῶντο. καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ἄλλοι τε πολλοὶ αὐτοῦ ἔπεσον καὶ Φανίθεος ὁ τῶν Ἐρούλων ἡγούμενος.Ἰωάννης δὲ Καισήνης τότε τοῦ φρουρίου ἀποτυχὼν ἀποπειρᾶσθαι οὐκέτι ἠξίου, ἐπεί οἱ ἀνάλωτον ἔδοξεν εἶναι, ξύν τε Ἰουστίνῳ καὶ τῷ ἄλλῳ στρατῷ πρόσω ἤλαυνε.καὶ πόλιν μὲν ἀρχαίαν ἐκ τοῦ αἰφνιδίου κατέλαβεν ἣ Φοροκορνήλιος ὠνόμασται, τῶν δὲ βαρβάρων οἱ ἀεί τε ὑποχωρούντων καὶ οὐδαμῆ ἐς χεῖρας ἰόντων, ξύμπασαν βασιλεῖ τὴν Αἰμιλίαν ἀνεσώσατο. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.Βελισάριος δέ, ἐπεὶ Οὐρβῖνον ἀμφὶ τροπὰς χειμερινὰς εἷλεν, ἐς μὲν Αὔξιμον ἐν τῷ παραυτίκα ἰέναι ἀξύμφορον ᾤετο εἶναι· χρόνον γὰρ σφίσι τετρίψεσθαι πολὺν ἐν τῇ ἐς αὐτὴν προσεδρείᾳ ὑπώπτευε.βίᾳ τε γὰρ τὸ χωρίον ἑλεῖν ἐρύματος ἰσχύϊ ἀδύνατον ἦν, καὶ οἱ βάρβαροι πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὥσπερ μοι προδεδήλωται, φυλακὴν ἔχοντες, πολλήν τινα ληϊσάμενοι χώραν μέγα τι τῶν ἐπιτηδείων χρῆμα ἐσηνέγκαντο σφίσιν.Ἀράτιον δὲ σὺν πολλῇ στρατιᾷ ἐν Φίρμῳ διαχειμάζειν ἐκέλευε φυλάσσειν τε ὅπως τὸ λοιπὸν μὴ κατ’ ἐξουσίαν οἱ βάρβαροι τὰς ἐπεκδρομὰς ἐνθένδε ποιουμενοι ἀδεέστερον τὰ ἐκείνῃ χωρία βιάζωνται· αὐτὸς μέντοι ἐπὶ Οὐρβιβεντὸν ἐπῆγε τὸ στρατευμα.