τούς τε γὰρ Ἐρούλους καὶ τοὺς δορυφόρους τε καὶ ὑπασπιστὰς τοὺς αὐτοῦ, καὶ ὧν Ἰουστῖνός τε καὶ αὐτὸς Ἰωάννης ἦρχον, ξὺν τοῖς Ἀρατίῳ τε καὶ Ναρσῇ ἑπομένοις οὖχ ἧσσον ἢ μυρίους ἔφασκον εἶναι, ἀνδρείους τε ὄντας καὶ διαφερόντως ἀγαθοὺς τὰ πολέμια, βούλεσθαί τε τὴν Ἰταλίας ἐπικράτησιν οὐ Βελισαρίῳ λογίζεσθαι μόνῳ, ἀλλὰ τὸ μέρος καὶ Ναρσῆν φέρεσθαι.τὴν γὰρ βασιλέως αὐτὸν οἴεσθαι ὁμιλίαν ἀπολιπεῖν, οὐκ ἐφ’ ᾧ κινδύνοις ἰδίοις τὴν Βελισαρίου δόξαν κρατύνηται, ἀλλ’ ἐφ’ ᾧ ἔργα ξυνέσεώς τε καὶ ἀνδρείας ἐπιδειξάμενος διαβόητος ἀνθρώποις ἅπασιν, ὡς τὸ εἰκός, εἴη.καίτοι οὐδὲ Βελισάριον ἔφασκον δυνήσεσθαί τι ἄνευ γε αὐτῶν τὸ λοιπὸν δρᾶσαι.στρατιᾶς γὰρ ἧς ἐκεῖνος ἄρχοι τὸ πλεῖστον ἤδη ἔν τε φρουρίοις καὶ πόλεσιν ἀπολελεῖφθαι ἅσπερ αὐτὸς εἷλε, καὶ κατέλεγον ἀπὸ Σικελίας ἀρξάμενοι ἄχρι ἐς Πικηνοὺς ἑξῆς ἅπαντα.Ναρσῆς τε ἐπεὶ ταῦτα ἤκουσεν, ἥσθη ἐς ἄγαν τῇ ὑποθήκῃ καὶ οὔτε κατέχειν τὴν διάνοιαν οὔτε μένειν ἐν τοῖς καθεστῶσιν ἔτι ἐδύνατο.πολλάκις οὖν Βελισαρίου ἄλλου του ἔργου ἔχεσθαι ἀξιοῦντος ἐς σκήψεις τινὰς ἄλλοτε ἄλλας ἀναχωρῶν τὴν παρακέλευσιν ἀπεκρούετο.ὧν δὴ αἰσθόμενος Βελισάριος ξυγκαλέσας τοὺς ἄρχοντας ἅπαντας ἔλεξε τοιάδε· “Οὐ ταὐτὰ ὑμῖν, ἄνδρες ἄρχοντες, περὶ τοῦδε τοῦ πολέμου δοκῶ μοι γιγνώσκειν.ὑμᾶς μὲν γὰρ ὁρῶ τῶν πολεμίων ἅτε παντάπασιν ἡσσημένων ὑπερφρονοῦντας.ἐγὼ δὲ ταύτῃ ὑμῶν τῇ παρρησίᾳ ἐς προὖπτον ἡμᾶς ἐμπεσεῖσθαι κίνδυνον οἶμαι, ἐπεὶ τοὺς μὲν βαρβάρους οὔτε ἀνανδρίᾳ τινὶ οὔτε ὀλιγανθρωπίᾳ ἡσσῆσθαι ἡμῶν, προνοίᾳ δὲ μόνῃ καὶ βουλῇ καταστρατηγηθέντας ἐς φυγὴν ἐνθένδε τετράφθαι οἶδα.δέδοικα δὲ μὴ ταῦτα ὑμεῖς τῇ οὐκ ἀληθεῖ δόξῃ σφαλλόμενοι τὰ ἀνήκεστα ὑμᾶς τε αὐτοὺς καὶ τὰ Ῥωμαίων πράγματα δράσητε.ῥᾷον γὰρ οἱ νενικηκέναι δοκοῦντες τοῖς πεπραγμένοις ἐπαιρόμενοι διαφθείρονται ἢ οἱ παρὰ δόξαν μὲν ἐπταικότες, δέει δὲ τὸ λοιπὸν καὶ φροντίδι πολλῇ ἐς τοὺς ἐναντίους ἐχόμενοι.ῥᾳθυμία μὲν γὰρ τῶν εὖ καθεστώτων τινὰς ἔφθειρε, πόνος δὲ ξὺν μερίμνῃ τῶν δεδυστυχηκότων πολλοὺς ὤνησεν.ἐπεὶ τῶν μὲν ὀλιγωρίᾳ εἰκόντων ἡ δύναμις ὡς τὰ πολλὰ ἐλασσοῦσθαι φιλεῖ, μελέτη δὲ ἰσχὺν ἐντιθέναι ἱκανῶς πέφυκεν.οὐκοῦν ἐνθυμείσθω ὑμῶν ἕκαστος ὡς ἐν Ῥαβέννῃ μὲν Οὐίττιγίς τέ ἐστι καὶ Γότθων μυριάδες πολλαί, Οὐραΐας δὲ Μεδιόλανόν τε πολιορκεῖ καὶ περιβέβληται Λιγουρίαν ὅλην, Αὔξιμος δὲ ἤδη στρατιᾶς πλήρης πολλῆς τε καὶ λόγου ἀξίας, ἄλλα τε χωρία πολλὰ πρὸς ἀξιομάχων ἡμῖν φρουρεῖται βαρβάρων μέχρι ἐς Οὐρβιβεντόν, ἣ Ῥώμης ἐν γειτόνων τυγχάνει οὖσα.ὥστε νῦν μᾶλλον ἡμῖν ἢ πρότερον ἐν κινδύνῳ τὰ πράγματα κεῖται, ἐς κύκλωσίν τινα τῶν πολεμίων ἐμπεπτωκόσιν.ἐῶ γὰρ λέγειν ὡς καὶ Φράγγους αὐτοῖς ἐν Λιγουρίᾳ ξυντετάχθαι φασίν, ὅπερ οὐκ ἔξω δέους μεγάλου ἐς μνήμην ἰέναι πᾶσι Ῥωμαίοις ἱκανῶς ἄξιον.φημὶ τοίνυν ἔγωγε χρῆναι μοῖραν μὲν τοῦ στρατοῦ ἐς Λιγουρίαν τε καὶ Μεδιόλανον στέλλεσθαι, τοὺς δὲ λοιποὺς ἐν μὲν τῷ παραυτίκα ἐπί τε Αὔξιμον καὶ τοὺς ἐκείνῃ πολεμίους χωρεῖν, ὅσα ἂν ὁ θεὸς διδῷ πράξοντας· ἔπειτα δὲ καὶ τἄλλα τοῦ πολέμου ἔργα διαχειρίζειν ὅπη ἂν ἄριστά τε δοκῇ καὶ βέλτιστα εἶναι.” Βελισάριος μὲν τοσαῦτα εἶπε.Ναρσῆς δὲ ἀμείβεται ὧδε· “Τὰ μὲν ἄλλα, ὦ στρατηγέ, μὴ οὐχὶ ξὺν ἀληθείᾳ σοι πάντα εἰρῆσθαι οὐδεὶς ἂν ἀντείποι.πάντα δὲ τουτονὶ τὸν βασιλέως στρατὸν ἐς Μεδιόλανόν τε καὶ Αὔξιμον ἀποκεκρίσθαι μόνον ἀξύμφορον εἶναι παντελῶς οἶμαι.ἀλλὰ σὲ μὲν ἐπὶ ταῦτα Ῥωμαίων ἐξηγεῖσθαι οἷς ἂν αὐτὸς βούλοιο οὐδὲν ἀπεικός, ἡμεῖς δὲ βασιλεῖ τὴν Αἰμιλίων ἐπικτησόμεθα χώραν, ἣν μάλιστα Γότθους προσποιεῖσθαί φασι, καὶ Ῥάβενναν ξυνταράξομεν οὕτως ὥστε τοὺς καθ’ ὑμᾶς αὐτοὺς πολεμίους ὅ τι βούλεσθε διεργάσεσθε, πάσης ἀποκεκλεισμένους τῆς τῶν ἀμυνόντων ἐλπίδος.ἢν γὰρ ξὺν ὑμῖν ἐν Αὐξίμῳ προσεδρεύειν ἑλοίμεθα, δέδοικα μὴ τῶν ἐκ Ῥαβέννης ἐπιόντων βαρβάρων περιέσται ἡμῖν ἀμφιβόλοις τε γεγενῆσθαι πρὸς τῶν πολεμίων καὶ τῶν ἀναγκαίων ἀπολελειμμένοις αὐτοῦ διεφθάρθαι.” καὶ Ναρσῆς μὲν τοσαῦτα ἔλεξε.Βελισάριος δὲ δείσας μὴ ἐς πολλὰ Ῥωμαίων ἰόντων καταρρεῖν τε τὰ βασιλέως ξυμβαίη πράγματα καὶ τῇ ἐνθένδε ἀκοσμίᾳ ξυγχεῖσθαι, γράμματα βασιλέως Ἰουστινιανοῦ ἔδειξεν ἃ πρὸς τοὺς στρατοπέδου ἄρχοντας ἔγραψεν.ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ναρσῆν τὸν ἡμέτερον ταμίαν οὐκ ἐφ’ ᾧ ἄρξαι τοῦ στρατοπέδου ἐς Ἰταλίαν ἐπέμψαμεν· μόνον γὰρ Βελισάριον παντὶ τῷ στρατῷ ἐξηγεῖσθαι βουλόμεθα ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν, αὐτῷ τε ὑμᾶς ἕπεσθαι ἅπαντας ἐπὶ τῷ συμφέροντι τῇ ἡμετέρᾳ πολιτείᾳ προσήκει.” τὰ μὲν οὖν βασιλέως γράμματα ὧδέ πη εἶχε.Ναρσῆς δὲ τῆς ἐπιστολῆς τοῦ ἀκροτελευτίου λαβόμενος ἀπ’ ἐναντίας Βελισάριον ἰσχυρίζετο ἐν τῷ παρόντι τοῦ τῆς πολιτείας ξυμφόρου βουλεύεσθαι· διὸ δὴ σφίσιν οὐκ ἀναγκαῖον εἶναι αὐτῷ ἕπεσθαι.Ταῦτα ἀκούσας Βελισάριος Περάνιον μὲν ἐς Οὐρβιβεντὸν ξὺν πολλῇ στρατιᾷ, ἐφ’ ᾧ πολιορκήσουσιν αὐτήν, ἔπεμψεν, αὐτὸς δὲ ἐπὶ Οὐρβῖνον τὸ στράτευμα ἐπῆγε, πόλιν τε ἐχυρὰν καὶ Γότθων φρουρὰν διαρκῆ ἔχουσαν ʽἀπέχει δὲ αὕτη Ἀριμίνου πόλεως ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρἴ, καί οἱ τῆς στρατιᾶς ἐξηγουμένῳ Ναρσῆς τε καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ξύμπαντες εἵποντο.