εἰ μὲν οὖν Ἰωάννης ἐς τὰς σὰς ἐντολὰς ὕβρισεν, ἄριστε Βελισάριε, πολλήν γε τὴν δίκην ἔχεις παρ’ ἐκείνου λαβών, ἐπεί σοι πάρεστι σώζειν τε τὸν ἐπταικότα καὶ τοῖς πολεμίοις προΐεσθαι.σκόπει δὲ μὴ τὰς ποινὰς ὧν Ἰωάννης ἀγνοήσας ἥμαρτε παρὰ βασιλέως τε καὶ ἡμῶν λάβῃς. εἰ γὰρ νῦν Ἀρίμινον ἐξέλωσι Γότθοι, στρατηγόν τε αὐτοῖς Ῥωμαίων δραστήριον καὶ στράτευμα ὅλον καὶ πόλιν κατήκοον βασιλεῖ δορυάλωτον πεποιῆσθαι ξυμβήσεται.καὶ οὐκ ἄχρι τούτου στήσεται τὸ δεινόν, ἀλλὰ καὶ ξύμπασαν καταστῆσαι τὴν τοῦ πολέμου δυνήσεται τύχην. οὑτωσὶ γὰρ λογίζου περὶ τῶν πολεμίων, ὡς πλήθει μὲν στρατιωτῶν ἔτι καὶ νῦν ἡμῶν παρὰ πολὺ προὔχουσιν, ἐς ἀνανδρίαν δὲ οἷς πολλάκις ἐσφάλησαν ἐμπεπτώκασιν. εἰκότως· τὸ γὰρ τῆς τύχης ἐναντίωμα πᾶσαν αὐτῶν τὴν παρρησίαν ἀφείλετο.ἢν τοίνυν ἐν τῷ παρόντι εὐημερήσωσι, τό τε φρόνημα οὐκ ἐς μακρὰν ἀπολήψονται καὶ τὸ λοιπὸν οὐκ ἐξ ἀντιπάλου μόνον ἡμῖν τῆς τόλμης, ἀλλὰ καὶ πολλῷ μειζόνως τὸν πόλεμον τόνδε διοίσουσι.φιλοῦσι γὰρ οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυχηκότων ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι.” Ναρσῆς μὲν τοσαῦτα εἶπε.Στρατιώτης δέ τις ἐξ Ἀριμίνου λαθὼν τῶν βαρβάρων τὴν φυλακὴν ἔς τε τὸ στρατόπεδον ἦλθε καὶ Βελισαρίῳ γράμματα ἔδειξεν ἃ πρὸς αὐτὸν Ἰωάννης ἔγραψεν.ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἅπαντα ἡμᾶς τὰ ἐπιτήδεια χρόνου πολλοῦ ἐπιλελοιπέναι καὶ τὸ λοιπὸν μήτε πρὸς τὸν δῆμον ἀντέχειν ἡμᾶς ἴσθι μήτε τοὺς ἐπιόντας ἀμύνεσθαι οἵους τε εἶναι, ἀλλ’ ἑπτὰ ἡμερῶν ἀκουσίους ἡμᾶς τε αὐτοὺς καὶ πόλιν τήνδε τοῖς πολεμίοις ἐγχειριεῖν·περαιτέρω γὰρ βιάζεσθαι τὴν παροῦσαν ἀνάγκην ἥκιστα ἔχομεν, ἥνπερ ἀπολογεῖσθαι ὑπὲρ ἡμῶν, ἤν τι οὐκ εὐπρεπὲς δράσωμεν,ἀξιόχρεων οἶμαι.” Ἰωάννης μὲν ἔγραψεν ὧδε. Βελισάριος δὲ διηπορεῖτό τε καὶ ἐς ἀμηχανίαν ἐπὶ πλεῖστον ἐξέπιπτε. περί τε γὰρ τοῖς πολιορκουμένοις ἐδείμαινε καὶ τοὺς ἐν Αὐξίμῳ πολεμίους ὑπώπτευε δῃώσειν μὲν ἀδεέστερον ἅπαντα περιιόντας τὰ ἐκείνῃ χωρία, σφῶν δὲ κατόπισθεν τὸ στρατόπεδον ἐνεδρεύσοντας, ἄλλως τε καὶ ἡνίκα ἂν τοῖς ἐναντίοις προσμίξειαν, πολλά τε κακὰ καὶ ἀνήκεστα, ὡς τὸ εἰκός, διεργάσεσθαι.ἔπειτα μέντοι ἐποίει τάδε. Ἀράτιον μὲν ξὺν χιλίοις ἀνδράσιν αὐτοῦ ἔλιπεν, ἐφ’ ᾧ πρὸς τῇ θαλάσσῃ στρατόπεδον ποιήσονται, πόλεως Αὐξίμου σταδίους διακοσίους ἀπέχον.οὓς δὴ ἐκέλευε μήτε πη ἐξανισταμένους ἐνθένδε ἰέναι μήτε διαμάχεσθαι τοῖς πολεμίοις, πλήν γε δὴ ὅσα ἐκ τοῦ στρατοπέδου ἀμυνομένους, ἢν ἐκεῖνοί ποτε ἐπ’ αὐτοὺς ἴωσι.ταύτῃ γὰρ τοὺς βαρβάρους μάλιστα ἤλπιζεν ἄγχιστά που στρατοπεδευομένων Ῥωμαίων ἔν τε Αὐξίμῳ ἡσυχῆ μενεῖν καὶ οὔποτε κακουργήσοντας σφίσιν ἕψεσθαι.στρατιὰν δὲ ἀξιολογωτάτην ξὺν ναυσὶν ἔπεμψεν, ἧς Ἡρωδιανός τε καὶ Οὐλίαρις καὶ Ναρσῆς Ἀρατίου ἀδελφὸς ἦρχον.αὐτοκράτωρ δὲ τῷ στόλῳ Ἰλδίγερ ἐφειστήκει, ᾧ δὴ εὐθὺ Ἀριμίνου Βελισάριος ἐπέστελλε πλεῖν, φυλασσομένῳ ὅπως μὴ μακρὰν ἀπολελειμμένου τοῦ πεζοῦ στρατοῦ καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἐγχειρήσωσιν· ὁδῷ γὰρ αὐτοὺς πορεύεσθαι τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν.καὶ στρατιὰν μὲν ἄλλην, ἧς Μαρτῖνος ἦρχε, ταῖς ναυσὶ ταύταις παρακολουθοῦντας κατὰ τὴν παραλίαν ἐκέλευεν ἰέναι, ἐντειλάμενος, ἐπειδὰν ἄγχιστα τῶν πολεμίων ἵκωνται, πυρὰ πλείονα καὶ οὐ κατὰ λόγον τοῦ στρατοῦ καίειν, δόκησίν τε πλήθους πολλῷ πλείονος τοῖς ἐναντίοις παρέχεσθαι.αὐτὸς δὲ ἄλλην ὁδὸν τῆς ἠϊόνος ἀπωτάτω οὖσαν ξύν τε Ναρσῇ καὶ τῷ ἄλλῳ στρατῷ διὰ πόλεως Οὐρβισαλίας ᾔει, ἣν δὴ ἐν τοῖς ἔμπροσθεν χρόνοις οὕτως Ἀλάριχος καθεῖλεν ὥστε ἄλλο γε αὐτῇ οὐδ’ ὁτιοῦν ἀπολέλειπται τοῦ πρότερον κόσμου, ὅτι μὴ πύλης μιᾶς καὶ τῆς κατασκευῆς τοῦ ἐδάφους λείψανόν τι βραχύ.Ἐνταῦθά μοι ἰδεῖν θέαμα ξυνηνέχθη τοιόνδε. ἡνίκα ὁ ξὺν τῷ Ἰωάννῃ στρατὸς ἐς Πικηνοὺς ἦλθε, γέγονεν, ὡς τὸ εἰκός, ταραχή τις πολλὴ τοῖς ταύτῃ ἀνθρώποις.τῶν τε γυναικῶν αἱ μὲν ἔφευγον ἐξαπιναίως ὅπη αὐτῶν ἑκάστῃ δυνατὰ ἐγεγόνει, αἱ δὲ καταλαμβανόμεναι ἤγοντο κόσμῳ οὐδενὶ πρὸς τῶν ἐντυχόντων.ἐν τούτῳ οὖν τῷ χωρίῳ μία τις γυνὴ ἀρτίως τεκοῦσα καὶ τὸ παιδίον ἀπολιποῦσα ἐν τοῖς σπαργάνοις ἔτυχε ἐπὶ γῆς κείμενον, καὶ εἴτε φευγουσα εἴτε ὑφ’ ὁτουοῦν καταληφθεῖσα ἐνταῦθα ἐπανήκειν οὐκέτι ἔσχεν· ἀφανισθῆναι γὰρ αὐτῇ δηλονότι ἢ ἐξ ἀνθρώπων ἢ ἐξ Ἰταλίας ξυνέπεσε.τὸ μὲν οὖν παιδίον ἐν ταύτῃ δὴ τῇ ἐρημίᾳ γεγονὸς ἔκλαιεν. αἲξ δὲ αὐτὸ μία ἰδοῦσα ᾠκτίζετό τε καὶ πλησίον ἀφικομένη ʽἔναγχος γὰρ τεκοῦσα καὶ αὐτὴ ἔτυχἐ τὸν τιτθὸν ἐδίδου καὶ τὸ παιδίον ξὺν ἐπιμελείᾳ ἐφύλασσε,μὴ κύων ἤ τι θηρίον αὐτὸ λυμάνηται. χρόνου τε τῇ ταραχῇ τριβέντος συχνοῦ τούτου δὴ τοῦ τιτθοῦ ἐπὶ πλεῖστον μεταλαχεῖν τὸ παιδίον ξυνέβη.γνωσθὲν δὲ Πικηνοῖς ὕστερον ὅτι δὴ ὁ βασιλέως στρατὸς ἐπὶ Γότθων μὲν τῷ πονηρῷ ἐνταῦθα ἥκοι, Ῥωμαῖοι δὲ οὐ πείσονται οὐδὲν πρὸς αὐτοῦ ἄχαρι,ἐπανῆλθον εὐθὺς οἴκαδε ἅπαντες. ἔν τε Οὐρβισαλίᾳ ξὺν τοῖς ἀνδράσιν αἱ γυναῖκες γενόμεναι, ὅσαι γένος Ῥωμαῖαι ἦσαν, ἐπειδὴ τὸ παιδίον ἐν τοῖς σπαργάνοις περιὸν εἶδον, τὸ γεγονὸς ξυμβάλλειν οὐδαμῆ ἔχουσαι ἐν θαύματι μεγάλῳ ὅτι δὴ βιῴη πεποίηνται.