ἡνίκα μέντοι Ἀναστάσιος Ῥωμαίων τὴν βασιλείαν παρέλαβεν, οὐκ ἔχοντες Ἔρουλοι ἐφ’ οὕστινας ἀνθρώπους τὸ λοιπὸν ἔλθοιεν, καταθέμενοι τὰ ὅπλα ἡσυχῆ ἔμενον, χρόνος τε αὐτοῖς ἐνιαυτῶν τριῶν ἐν ταύτῃ δὴ τῇ εἰρήνῃ ἐτρίβη.καὶ αὐτοὶ ἐς ἄγαν ἀχθόμενοι Ῥοδοῦλφον ἀνέδην σφῶν τὸν ἡγεμόνα ἐκάκιζον, φοιτῶντές τε ἀεὶ παρ’ αὐτὸν μαλθακόν τε καὶ γυναικώδη ἐκάλουν, ἄλλοις τέ τισιν αὐτὸν ἐρεσχελοῦντες ὀνόμασι κόσμῳ οὐδενὶ ἐλοιδοροῦντο.Ῥοδοῦλφός τε τὴν ὕβριν ὡς ἥκιστα φέρων ἐπὶ Λαγγοβάρδας οὐδὲν ἀδικοῦντας ἐστράτευσεν, οὔτε τινὰ σφίσιν ἁμαρτάδα ἐπενεγκὼν οὔτε λύσιν τινὰ τῶν ξυγκειμένων σκηψάμενος,ἀλλὰ πόλεμον ἐπιφέρων αἰτίαν οὐκ ἔχοντα. ὅπερ ἐπειδὴ Λαγγοβάρδαι ἀκοῇ ἔλαβον, πέμψαντες παρὰ τὸν Ῥοδοῦλφον ἀνεπυνθάνοντο καὶ τὴν αἰτίαν ἠξίουν εἰπεῖν ἧς δὴ ἕνεκα Ἔρουλοι ἐν ὅπλοις ἐπ’ αὐτοὺς ἴοιεν, ὁμολογοῦντες, εἰ μέν τι ἀπεστερήκασι τοῦ φόρου, ἀλλ’ αὐτίκα μάλα ξὺν μεγάλῳ αὐτὸ ἀποτίσειν· εἰ δὲ μέμφονται μέτριον σφίσι τετάχθαι τὸν φόρον, ἀλλὰ μείζω ποιήσειν αὐτὸν οὐ μήποτε Λαγγοβάρδαι ὀκνηροὶ ἔσονται.ταῦτα μὲν τοὺς πρέσβεις προτεινομένους ξὺν ἀπειλῇ ὁ Ῥοδοῦλφος ἀποπεμψάμενος πρόσω ἤλαυνεν. οἱ δὲ καὶ αὖθις πρέσβεις ἑτέρους πρὸς αὐτὸν στείλαντες περὶ τῶν αὐτῶν πολλὰ λιπαροῦντες ἱκέτευον.οὕτω δὲ καὶ τῶν δευτέρων ἀπαλλαγέντων τρίτοι πρέσβεις παρ’ αὐτὸν ἥκοντες ἀπεῖπον Ἐρούλους πόλεμον ἀπροφάσιστον μηδαμῶς σφίσιν ἐπενεγκεῖν.ἢν γὰρ ἐκεῖνοι γνώμῃ τοιαύτῃ ἐπ’ αὐτοὺς ἴωσι, καὶ αὐτοὶ οὐχ ἑκούσιοι, ἀλλ’ ὡς μάλιστα ἠναγκασμένοι, ἀντιτάξονται τοῖς ἐπιοῦσι, μαρτυράμενοι τὸν θεόν, οὗπερ τῆς ῥοπῆς καὶ βραχεῖά τις τὸ παράπαν ἰκμὰς πάσῃ τῇ ἀνθρώπων δυνάμει ἀντίξους ἔσται· αὐτόν τε εἰκὸς ταῖς τοῦ πολέμου αἰτίαις ἠγμένον ἀμφοτέροις πρυτανεῦσαι τῆς μάχης τὸ πέρας.οἱ μὲν ταῦτα εἶπον, δεδίσσεσθαι ταύτῃ τοὺς ἐπιόντας οἰόμενοι, Ἔρουλοι δέ, ὑποστειλάμενοι τῶν πάντων οὐδέν, Λαγγοβάρδαις ἔγνωσαν ἐς χεῖρας ἰέναι.ἡνίκα δὲ ἀμφότεροι ἄγχιστά πη ἀλλήλων ἐγένοντο, τὸν μὲν ὕπερθεν Λαγγοβαρδῶν ἀέρα ξυνέβαινε μελαίνῃ τινὶ νεφέλῃ καὶ ἐς ἄγαν παχείᾳ καλύπτεσθαι, ὑπὲρ δὲ τοὺς Ἐρούλους αἰθρίαν ὑπερφυῶς εἶναι.οἷς δὴ τεκμηριούμενος εἴκασεν ἄν τις ἐπὶ τῷ σφῶν πονηρῷ ἐς τὴν ξυμβολὴν Ἐρούλους ἰέναι· οὐ γάρ τι τούτου πικρότερον βαρβάροις τέρας εἰς μάχην καθισταμένοις οἷόν τε εἶναι.οὐ μέντοι οὐδὲ τούτῳ Ἔρουλοι προσεῖχον τὸν νοῦν, ἀλλὰ παντάπασιν ἀφροντιστήσαντες πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἐχώρουν, πλήθει ὁμίλου τὸ τοῦ πολέμου σταθμώμενοι πέρας.ἐπεὶ δὲ ἡ μάχη ἐν χερσὶ γέγονε, θνήσκουσι μὲν τῶν Ἐρούλων πολλοί, θνήσκει δὲ καὶ Ῥοδοῦλφος αὐτός, οἵ τε ἄλλοι πάντες φεύγουσιν ἀνὰ κράτος, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι.καὶ τῶν πολεμίων σφίσιν ἐπισπομένων οἱ μὲν πλεῖστοι αὐτοῦ ἔπεσον, ὀλίγοι δέ τινες διεσώθησαν.Διὸ δὴ ἐνδιατρίβειν ἤθεσι τοῖς πατρῴοις οὐκέτι εἶχον, ἀλλ’ ἐνθένδε ὅτι τάχιστα ἐξαναστάντες ἐπίπροσθεν ἀεὶ ἐχώρουν, τὴν γῆν ξύμπασαν ἣ ἐκτὸς Ἴστρου ποταμοῦ ἐστι ξύν τε παισὶ καὶ γυναιξὶ περιιόντες.ἐπεὶ δὲ ἀφίκοντο ἐς χώραν οὗ δὴ Ῥογοὶ τὸ παλαιὸν ᾤκηντο, οἳ τῷ Γότθων στρατῷ ἀναμιχθέντες ἐς Ἰταλίαν ἐχώρησαν, ἐνταῦθα ἱδρύσαντο.ἀλλ’ ἐπεὶ τῷ λιμῷ ἐπιέζοντο ἅτε ἐν χώρᾳ ἐρήμῳ ἐνθένδε οὐ πολλῷ ὕστερον ἐξαναστάντες, ἄγχιστά που τῆς Γηπαίδων χώρας ἀφίκοντο.καὶ αὐτοὺς Γήπαιδες τὰ μὲν πρῶτα ἱκέτας γενομένους ἐνοικίζεσθαί τε καὶ προσοίκους σφίσι ξυνεχώρουν εἶναι.ἔπειτα δὲ ἤρξαντο ἐξ αἰτίας οὐδεμιᾶς ἀνόσια ἔργα ἐς αὐτοὺς ἐνδείκνυσθαι. γυναῖκάς τε γὰρ ἐβιάζοντο καὶ βοῦς τε καὶ ἄλλα χρήματα ἥρπαζον, καὶ ἀδικίας οὐδ’ ὁτιοῦν ὑπελείποντο, καὶ τελευτῶντες ἀδίκων χειρῶν ἐς αὐτοὺς ἦρχον.ἅπερ Ἔρουλοι φέρειν τὸ λοιπὸν οὐχ οἷοί τε ὄντες Ἴστρον τε ποταμὸν διαβαίνουσι καὶ τοῖς ἐκείνῃ Ῥωμαίοις προσοικεῖν ἔγνωσαν, Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, ὅσπερ αὐτοὺς πολλῇ φιλοφροσύνῃ δεξάμενος ἱδρύεσθαι αὐτοῦ εἴασε.χρόνῳ δὲ οὐ πολλῷ ὕστερον προσκεκρούκασιν αὐτῷ οἱ βάρβαροι οὗτοι, ἀνόσια ἔργα ἐργασάμενοι τοὺς ταύτῃ Ῥωμαίους· διὸ δὴ στράτευμα ἐπ’ αὐτοὺς ἔπεμψε.νικήσαντες δὲ τῇ μάχῃ Ῥωμαῖοι πλείστους μὲν ἔκτειναν, ἐν ἐξουσίᾳ δὲ πολλῇ ξύμπαντας διαφθεῖραι γεγόνασιν.ἀλλ’ εἰς ἱκετείαν τῶν στρατηγῶν οἱ κατάλοιποι αὐτῶν γεγονότες ἐδέοντο διασώσασθαί τε αὐτοὺς καὶ ξυμμάχους τε καὶ βασιλέως ὑπηρέτας τὸ λοιπὸν ἔχειν.ταῦτά τε μαθόντα τὸν Ἀναστάσιον ἤρεσκε, καὶ ἀπ’ αὐτοῦ λειφθῆναι μέν τισιν Ἐρούλων ξυνέβη, οὐ μέντοι οὔτε ξύμμαχοι Ῥωμαίοις γεγένηνται οὔτε τι εἰργάσαντο αὐτοὺς ἀγαθόν.Ἐπεὶ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβε. χώρᾳ τε ἀγαθῇ καὶ ἄλλοις χρήμασιν αὐτοὺς δωρησάμενος, ἑταιρίζεσθαί τε παντελῶς ἴσχυσε καὶ Χριστιανοὺς γενέσθαι ἅπαντας ἔπεισε.διόπερ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες τοῖς Χριστιανῶν νόμοις ἐπὶ πλεῖστον προσχωρεῖν ἔγνωσαν, καὶ Ῥωμαίοις κατὰ τὸ ξυμμαχικὸν τὰ πολλὰ ἐπὶ τοὺς πολεμίους ξυντάσσονται.