Ἐν τούτῳ δὲ Οὐίττιγις στρατιὰν ἄλλην καὶ ἄρχοντα Οὐάκιμον ἐς Αὔξιμον πέμψας τοῖς ἐκείνῃ Γότθοις ἐκέλευεν ἀναμίγνυσθαι, καὶ ξὺν αὐτοῖς ἐπὶ τοὺς ἐν Ἀγκῶνι πολεμίους ἰόντας ἀποπειράσασθαι τοῦ ταύτῃ φρουρίου.ὁ δὲ Ἀγκὼν οὗτος πέτρα τίς ἐστιν ἐγγώνιος, ἀφ’ οὗ καὶ τὴν προσηγορίαν εἴληφε ταύτην· ἀγκῶνι γὰρ ἐπὶ πλεῖστον ἐμφερής ἐστιν.ἀπέχει δὲ σταδίους ὀγδοήκοντα πόλεως μάλιστα Αὐξίμου, ἧς δή ἐστιν ἐπίνειον. καὶ τὸ μὲν τοῦ φρουρίου ὀχύρωμα ἐπὶ πέτρας τῆς ἐγγωνίου ἐν ἀσφαλεῖ κεῖται, τὰ δὲ ἐκτὸς ἅπαντα οἰκοδομήματα, καίπερ ὄντα πολλά,ἐκ παλαιοῦ ἀτείχιστα ἦν. Κόνων δέ, ὃς τῇ τοῦ χωρίου φυλακῇ ἐφειστήκει, ἐπειδὴ τάχιστα τοὺς ἀμφὶ τὸν Οὐάκιμον ἤκουσεν ἐπιέναι τε καὶ ἤδη που οὐκ ἄποθεν εἶναι, ἐπίδειξιν πεποίηται ἀλογίστου γνώμης.παρὰ φαῦλον γὰρ ἡγησάμενος τό τε φρούριον καὶ τοὺς τοῦ φρουρίου οἰκήτορας ξὺν τοῖς στρατιώταις κακῶν ἀπαθεῖς διασώσασθαι, τὸ μὲν ὀχύρωμα εἴασε παντάπασι στρατιωτῶν ἔρημον, ἅπαντας δὲ ἀπαγαγὼν ὅσον ἀπὸ σταδίων πέντε ὡς ἐς παράταξιν διεκόσμησεν, οὐ βαθεῖάν τινα τὴν φάλαγγα ποιησάμενος, ἀλλ’ ὥστε τὴν ὑπώρειαν ὅλην ὥσπερ ἐς κυνηγέσιον περιβάλλεσθαι.οἵπερ ἐπειδὴ τοὺς πολεμίους πλήθει πολλῷ ὑπεραίροντας εἶδον, στρέψαντες τὰ νῶτα ἐπὶ τὸ φρούριον εὐθὺς ἔφυγον.ἐπιδιώξαντές τε οἱ βάρβαροι πλείστους μὲν αὐτῶν, ὅσοι οὐκ ἔφθασαν ἐντὸς τοῦ περιβόλου εἰσιέναι, αὐτοῦ ἔκτειναν, κλίμακας δὲ τῷ τείχει ἐρείσαντες, τῆς ἀνόδου ἀπεπειράσαντο. τινὲς δὲ τὰ ἐκτὸς τοῦ φρουρίου οἰκία ἔκαιον.Ῥωμαῖοι δὲ οἳ καὶ πρότερον τὸ φρούριον ᾤκουν, τοῖς παροῦσιν ἐκπεπληγμένοι, προανακλίναντες τὴν πυλίδα, κόσμῳ οὐδενὶ φεύγοντας τοὺς στρατιώτας ἐδέχοντο.ἐπεὶ δὲ τοὺς βαρβάρους ἄγχιστα ἐγκειμένους τοῖς φεύγουσιν εἶδον, ὅπως μὴ συνεισβάλλωσι δείσαντες, τὰς μὲν πύλας κατὰ τάχος ἐπέθεντο, ἐκ δὲ τῶν ἐπάλξεων βρόχους καθέντες, ἄλλους τέ τινας καὶ Κόνωνα αὐτὸν ἀνέλκοντες διεσώσαντο.ταῖς μέντοι κλίμαξιν ἀνιόντες οἱ βάρβαροι παρ’ ὀλίγον ἦλθον τὸ φρούριον κατὰ κράτος ἑλεῖν, εἰ μὴ ἄνδρες δύο, ἔργα θαυμάσια ἐνδεικνύμενοι, ἤδη αὐτοὺς τοὺς ἐν ταῖς ἐπάλξεσι γενομένους ἀρετῇ ὤσαντο, ὧν ὁ μὲν Βελισαρίου δορυφόρος ἦν ἐκ Θρᾴκης, Οὐλιμοὺθ ὄνομα, ὁ δὲ Βαλεριανοῦ, Γουβουλγουδοῦ,Μασσαγέτης γένος. τούτω γὰρ τὼ ἄνδρε τύχῃ μέν τινι καταπεπλευκότε ὀλίγῳ πρότερον ἐς τὸν Ἀγκῶνα ἐτυχέτην· ἐν δὲ τῷ πόνῳ τούτῳ τοὺς ἀνιόντας τοῖς ξίφεσιν ἀμυνόμενοι τὸ μὲν φρούριον παρὰ δόξαν ἔσωσαν, αὐτοὶ δὲ ἡμιθνῆτες καὶ τὸ σῶμα κρεουργηθέντες ὅλον ἐνθένδε ἀπεκομίσθησαν.Τότε Βελισαρίῳ Ναρσῆς ξὺν πολλῇ στρατιᾷ ἐκ Βυζαντίου ἥκειν καὶ ἐν Πικηνοῖς εἶναι ἠγγέλλετο. ὁ δὲ Ναρσῆς οὗτος εὐνοῦχος μὲν ἦν καὶ τῶν βασιλικῶν χρημάτων ταμίας, ἄλλως δὲ ὀξὺς καὶ μᾶλλον ἢ κατ’ εὐνοῦχον δραστήριος.στρατιῶται δὲ αὐτῷ πεντακισχίλιοι εἵποντο, ὧν ἄλλοι τε κατὰ συμμορίας ἡγοῦντο καὶ Ἰουστῖνος ὁ τῶν Ἰλλυριῶν στρατηγὸς καὶ Ναρσῆς ἕτερος, ἐξ Ἀρμενίων τῶν Πέρσαις κατηκόων αὐτόμολος ἐς τὰ Ῥωμαίων ἤθη πρότερον ξὺν Ἀρατίῳ τἀδελφῷ ἥκων, ὃς ὀλίγῳ ἔμπροσθεν ξὺν ἑτέρῳ στρατῷ παρὰ Βελισάριον ἐλθὼν ἔτυχεν.εἵποντο δέ οἱ καὶ τοῦ Ἐρούλων ἔθνους δισχίλιοι μάλιστα, ὧν Οὐίσανδός τε καὶ Ἀλουὶθ καὶ Φανίθεος ἦρχον.Οἵτινες δὲ ἀνθρώπων εἰσὶν Ἔρουλοι καὶ ὅθεν Ῥωμαίοις ἐς ξυμμαχίαν κατέστησαν ἐρῶν ἔρχομαι. ὑπὲρ μὲν Ἴστρον ποταμὸν ἐκ παλαιοῦ ᾤκουν πολύν τινα νομίζοντες θεῶν ὅμιλον, οὓς δὴ καὶ ἀνθρώπων θυσίαις ἱλάσκεσθαι ὅσιον αὐτοῖς ἐδόκει εἶναι.νόμοις δὲ πολλοῖς οὐ κατὰ ταὐτὰ τοῖς ἀνθρώπων ἑτέροις ἐχρῶντο. οὔτε γὰρ γηράσκουσιν οὔτε νοσοῦσιν αὐτοῖς βιοτεύειν ἐξῆν, ἀλλ’ ἐπειδάν τις αὐτῶν ἢ γήρᾳ ἢ νόσῳ ἁλῴη, ἐπάναγκές οἱ ἐγίνετο τοὺς ξυγγενεῖς αἰτεῖσθαι ὅτι τάχιστα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζειν.οἱ δὲ ξύλα πολλὰ ἐς μέγα τι ὕψος ξυννήσαντες καθίσαντές τε τὸν ἄνθρωπον ἐν τῇ τῶν ξύλων ὑπερβολῇ, τῶν τινα Ἐρούλων, ἀλλότριον μέντοι, ξὺν ξιφιδίῳ παρ’ αὐτὸν ἔπεμπον·ξυγγενῆ γὰρ αὐτῷ τὸν φονέα εἶναι οὐ θέμις. ἐπειδὰν δὲ αὐτοῖς ὁ τοῦ ξυγγενοῦς φονεὺς ἐπανῄει, ξύμπαντα ἔκαιον αὐτίκα τὰ ξύλα, ἐκ τῶν ἐσχάτων ἀρξάμενοι.παυσαμένης τε αὐτοῖς τῆς φλογὸς ξυλλέξαντες τὰ ὀστᾶ ἐν τῷ παραυτίκα τῇ γῇ ἔκρυπτον.Ἐρούλου δὲ ἀνδρὸς τελευτήσαντος ἐπάναγκες τῇ γυναικὶ ἀρετῆς τε μεταποιουμένῃ καὶ κλέος αὑτῇ ἐθελούσῃ λείπεσθαι βρόχον ἀναψαμένῃ παρὰ τὸν τοῦ ἀνδρὸς τάφον οὐκ εἰς μακρὰν θνήσκειν.οὐ ποιούσῃ τε ταῦτα περιειστήκει τὸ λοιπὸν ἀδόξῳ τε εἶναι καὶ τοῖς τοῦ ἀνδρὸς συγγενέσι προσκεκρουκέναι. τοιούτοις μὲν ἐχρῶντο Ἔρουλοι τὸ παλαιὸν νόμοις.Προϊόντος δὲ χρόνου δυνάμει τε καὶ πολυανθρωπίᾳ τῶν περιοίκων βαρβάρων ἁπάντων καθυπέρτεροι γεγενημένοι, ἐπιόντες τε, ὡς τὸ εἰκός,ἑκάστους ἐνίκων καὶ βιαζόμενοι ἐληΐζοντο. καὶ τελευτῶντες Λαγγοβάρδας τε Χριστιανοὺς ὄντας καὶ ἄλλα ἄττα ἔθνη ὑπήκοα σφίσιν ἐς ἀπαγωγὴν φόρου πεποίηνται, οὐκ εἰθισμένον τὸ πρᾶγμα τοῦτο τοῖς ἐκείνῃ βαρβάροις, ὑπὸ δὲ φιλοχρηματίας τε καὶ ἀλαζονείας ἐνταῦθα ἠγμένοι.