τὰ δὲ ὅπη ἂν τῆς οἰκοδομίας καὶ κατὰ βραχὺ προσπίπτοντα ψαύοι, κατέσειέ τε ἱκανῶς ἅπαντα καὶ τοὺς βαρβάρους ἐς μέγα τι δέος καθίστη.διὸ δὴ χεῖράς τε οἱ Γότθοι τοῖς ἔτι ἀμφὶ τὴν πυλίδα οὖσιν ὤρεγον καὶ ξὺν τῷ φρουρίῳ σφᾶς αὐτοὺς ὁμολογίᾳ παρέδοσαν, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως τε δοῦλοι καὶ Βελισαρίου κατήκοοι ὄντες.καὶ αὐτῶν Ἰλδίγερ τε καὶ Μαρτῖνος τοὺς μὲν πλείστους ἀναστήσαντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ξὺν αὑτοῖς ἦγον, ὀλίγους δέ τινας ξὺν τοῖς παισί τε καὶ γυναιξὶν αὐτοῦ εἴασαν. ἐλίποντο δέ τινα καὶ Ῥωμαίων φρουράν.ἐνθένδε τε ἐς Ἀγκῶνα ἐλθόντες καὶ πολλοὺς ἀπαγαγόμενοι τῶν ἐκείνῃ πεζῶν ἐς Ἀρίμινον τριταῖοι ἀφίκοντο, τήν τε Βελισαρίου γνώμην ἀπήγγελλον.Ἰωάννης δὲ οὔτε αὐτὸς ἕπεσθαι ἤθελε καὶ Δαμιανὸν ξὺν τοῖς τετρακοσίοις κατεῖχεν. οἱ δὲ τοὺς πεζοὺς αὐτοῦ ἀπολιπόντες κατὰ τάχος ἐνθένδε ξὺν τοῖς Βελισαρίου δορυφόροις τε καὶ ὑπασπισταῖς ἀνεχώρησαν.Καὶ Οὐίττιγις οὐκ ἐς μακρὰν παντὶ τῷ στρατῷ ἐς Ἀρίμινον ἦλθεν, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. αὐτίκα τε πύργον ξύλινον τοῦ τῆς πόλεως περιβόλου καθυπέρτερον τεκτηνάμενοι τροχοῖς τέσσαρσιν ἀνεχόμενον ἐπὶ τὸ τεῖχος ἦγον, ᾗ μάλιστα ἐπιμαχώτατον αὐτοῖς ἔδοξεν εἶναι.ὅπως δὲ μὴ πάθωσιν ὅπερ αὐτοῖς πρὸ τοῦ Ῥώμης περιβόλου ξυνηνέχθη παθεῖν, οὐ διὰ τῶν βοῶν τὸν πύργον ἦγον, ἀλλ’ αὐτοὶ ἔνδον κρυπτόμενοι ἐφεῖλκον.κλῖμαξ δὲ ἦν τις τοῦ πύργου ἐντὸς εὐρεῖα ἐς ἄγαν, δι’ ἧς τὸ τῶν βαρβάρων πλῆθος ἀναβήσεσθαι εὐπετῶς ἔμελλον, ἐλπίδα ἔχοντες ὡς, ἐπειδὰν τάχιστα τὸν πύργον τῷ περιβόλῳ ἐρείσωσιν, ἐνθένδε πόνῳ οὐδενὶ ἐπιβήσονται κατὰ τὰς τοῦ τείχους ἐπάλξεις· οὕτω γὰρ αὐτοῖς ἡ τοῦ πύργου ὑπερβολὴ εἴργαστο.ἐπειδὴ τοίνυν τοῦ περιβόλου ἄγχιστά πη ξὺν τῇ μηχανῇ ταύτῃ ἐγένοντο, τότε μὲν ἡσυχῆ ἔμενον, ἐπεὶ καὶ ξυνεσκόταζεν ἤδη, φύλακας δὲ ἀμφὶ τὸν πύργον καταστησάμενοι ηὐλίσαντο ἅπαντες, ἐναντίωμα οὐδ’ ὁτιοῦν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντες.οὐδὲ γὰρ οὐδέ τι ἄλλο ἐμπόδιον, οὐδὲ τάφρος ἐν μέσῳ ὅτι μὴ βραχεῖα παντάπασιν ἐτύγχανεν οὖσα. Οἵ τε Ῥωμαῖοι ξὺν δέει πολλῷ ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ ἀπολούμενοι ἐνυκτέρευσαν.Ἰωάννης δὲ οὔτε ἀπογνοὺς πρὸς τὸν κίνδυνον οὔτε τῷ δέει ξυνταραχθεὶς ἐπενόει τάδε. τοὺς μὲν ἄλλους ἐν τοῖς φυλακτηρίοις ἀπολιπών, αὐτὸς δὲ ξὺν τοῖς Ἰσαύροις δικέλλας τε καὶ ἄλλα ἄττα τοιαῦτα ὄργανα φέρουσιν, ἀωρὶ τῶν νυκτῶν, οὐδενὶ τῶν πάντων προειρημένον, ἔξω τοῦ περιβόλου γενόμενος ἐκέλευσε σιωπῇ τὴν τάφρον ὀρύσσειν.οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ τὸν χοῦν ὅνπερ ἐνθένδε ἀνῃροῦντο ἐπὶ θάτερα τῆς τάφρου ἐς τὰ πρὸς τῷ τείχει ἐς ἀεὶ ἐτίθεσαν, ὃς δὴ ἐνταῦθα αὐτοῖς ἀντὶ τοίχου ἐγίνετο.λαθόντες τε ἐπὶ πλεῖστον τοὺς πολεμίους καθεύδοντας βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν τὴν τάφρον δι’ ὀλίγου πεποίηνται, οὗ δὴ μάλιστα ἐπιμαχώτατός τε ὁ περίβολος ἦν καὶ προσβάλλειν ξὺν τῇ μηχανῇ οἱ βάρβαροι ἔμελλον.οἱ δὲ πολέμιοι πόρρω που τῶν νυκτῶν αἰσθόμενοι τοῦ ποιουμένου ἐπὶ τοὺς ὀρύσσοντας ἐβοήθουν δρόμῳ, καὶ Ἰωάννης ξὺν τοῖς Ἰσαύροις, ἐπεί οἱ τὰ ἀμφὶ τῇ τάφρῳ ὡς ἄριστα εἶχεν, ἐντὸς τοῦ περιβόλου ἐγένετο.Οὐίττιγις δὲ ἅμα ἡμέρᾳ τά τε πεπραγμένα κατανοήσας καὶ περιαλγήσας τοῖς ξυμπεσοῦσι διεχρήσατο μὲν τῶν φυλάκων τινάς, οὐδὲν δὲ ἧσσον ἐπάγειν τὴν μηχανὴν ἐν σπουδῇ ἔχων ἐκέλευε φακέλλων πλῆθος τοὺς Γότθους ἐν τῇ τάφρῳ κατὰ τάχος ῥίπτειν, οὕτω τε τὸν πύργον ἐνταῦθα ἐφέλκοντας ἄγειν.καὶ οἱ μὲν ταῦτα, ὥσπερ Οὐίττιγις ἐπέτελλεν, ἔπρασσον προθυμίᾳ τῇ πάσῃ, καίπερ τῶν ἐναντίων καρτερώτατα ἐκ τοῦ τείχους ἀμυνομένων. οἱ δὲ φάκελλοι, ἐμπεσόντος σφίσι τοῦ πύργου, βαρυνόμενοι, ὡς τὸ εἰκός, ὑπεχώρουν κάτω.διὸ δὴ οἱ βάρβαροι πρόσω ἰέναι ξὺν τῇ μηχανῇ οὐδαμῆ εἶχον, ἐπεὶ ἄναντες σφίσι πολλῷ ἔτι μᾶλλον ἐγίνετο, οὗ δὴ ξυννήσαντες τὸν χοῦν ἔτυχον, ὥσπερ μοι ἐρρήθη,Ῥωμαῖοι. δείσαντες οὖν μὴ νυκτὸς ἐπιγινομένης ἐπεξελθόντες οἱ πολέμιοι τὴν μηχανὴν καύσωσιν,ὀπίσω αὐτὴν αὖθις ἐφεῖλκον. ὅπερ Ἰωάννης κωλύειν δυνάμει τῇ πάσῃ ἐν σπουδῇ ἔχων τούς τε στρατιώτας ἐξώπλισε καὶ ξυγκαλέσας ἅπαντας τοιάδε παρεκελεύσατο·“Ἄνδρες, οἷς τοῦδε τοῦ κινδύνου ξὺν ἡμῖν μέτεστιν, εἴ τῳ ὑμῶν πρὸς ἡδονήν ἐστι βιῶναί τε καὶ τοὺς οἴκοι ἀπολελειμμένους ἰδεῖν, μὴ ἐπ’ ἄλλῳ τῳ κεκτημένος τὴν τούτων ἐλπίδα ἢ ἐν ταῖς χερσὶ ταῖς αὐτοῦ γνώτω.ἡνίκα μὲν γὰρ Βελισάριος ἡμᾶς τὸ ἐξ ἀρχῆς ἔστελλε, πολλῶν ἡμᾶς ἐλπίς τε καὶ ἔρως ἐς τὴν τοῦ ἔργου προθυμίαν ἐνῆγον.οὔτε γὰρ ἐν γῇ τῇ παραλίᾳ πολιορκηθήσεσθαι ὑπωπτεύομεν, οὕτω δὴ θαλασσοκρατούντων Ῥωμαίων, οὔτε τοσοῦτον ἡμῶν περιόψεσθαι τὸν βασιλέως στρατὸν ὑπετόπησεν ἄν τις.χωρὶς δὲ τούτων τότε μὲν ἡμᾶς ἐς εὐτολμίαν ὥρμα ἐπίδειξίς τε τῆς ἐς τὴν πολιτείαν εὐνοίας καὶ τὸ ἐκ τῶν ἀγώνων ἐσόμενον κλέος ἐς πάντας ἀνθρώπους.νῦν δὲ οὔτε περιεῖναι ἡμᾶς, ὅτι μὴ διὰ τῆς εὐψυχίας, οἷόν τέ ἐστιν, ἐπάναγκές τε οὐκ ἄλλου του ἢ τοῦ βιώσεσθαι ἡμᾶς αὐτοὺς ἕνεκα τοῦτον ὑποστῆναι τὸν κίνδυνον.