αὐτὸς γὰρ ἕκαστος τὴν γέφυραν διαβαίνειν ἠπείγετο πρῶτος. ἀφ’ οὗ δὴ ἐς στενοχωρίαν πολλὴν ἀφικόμενοι τὰ χαλεπώτατα ἔπασχον· πρός τε γὰρ σφῶν αὐτῶν καὶ τῶν πολεμίων ἐκτείνοντο.πολλοὶ δὲ καὶ τῆς γεφύρας ἐφ’ ἑκάτερα ἐξέπιπτον ἐς τὸν Τίβεριν καὶ αὐτοῖς ὅπλοις καταδυόμενοι ἔθνησκον. οὕτω δὲ τοὺς πλείστους ἀποβαλόντες οἱ λοιποὶ τοῖς πρότερον διαβᾶσι ξυνέμιξαν.Λογγῖνος δὲ Ἴσαυρος καὶ Μουνδίλας, οἱ Βελισαρίου δορυφόροι, διαφερόντως ἐν ταύτῃ τῇ μάχῃ ἠρίστευσαν. ἀλλὰ Μουνδίλας μὲν τέτρασι βαρβάροις καθ’ ἕκαστον ἐς χεῖρας ἐλθὼν ἔκτεινέ τε ἅπαντας καὶ αὐτὸς ἐσώθη·Λογγῖνος δὲ τῆς τῶν πολεμίων τροπῆς αἰτιώτατος γεγονὼς αὐτοῦ ἔπεσε πολὺν αὑτοῦ πόθον τῷ Ῥωμαίων στρατοπέδῳ ἀπολιπών.Οὐίττιγις μὲν οὖν στρατῷ τῷ καταλοίπῳ ἐπὶ Ῥαβέννης ἰὼν τῶν χωρίων τὰ ὀχυρώματα πλήθει φρουρῶν ἐκρατύνατο, ἐν Κλουσίῳ μὲν τῇ Τούσκων πόλει χιλίους τε ἄνδρας καὶ ἄρχοντα Γιβίμερα ἀπολιπών, ἔν τε Οὐρβιβεντῷ τοσούτους, οἷς δὴ ἄρχοντα Ἀλβίλαν ἄνδρα Γότθον ἐπέστησε. καὶ Οὐλιγίσαλον ἐν τῇ Τουδέρᾳ ξὺν τετρακοσίοις κατέλιπεν.ἐν δὲ δὴ Πικηνῶν τῇ χώρᾳ τετρακοσίους μὲν ἐς Πέτραν τὸ φρούριον εἴασεν, οἳ καὶ πρότερον ταύτῃ ᾤκηντο, ἐν Αὐξίμῳ δέ, ἣ πασῶν μεγίστη τῶν ἐκείνῃ πόλεών ἐστι, Γότθους τε ἀριστίνδην ξυνειλεγμένους τετρακισχιλίους κατέλιπε καὶ ἄρχοντα ἐς ἄγαν δραστήριον Οὐίσανδον ὄνομα, ξύν τε τῷ Μώρᾳ δισχιλίους ἐν Οὐρβίνῳ τῇ πόλει.ἔστι δὲ καὶ ἄλλα φρούρια δύο, Καισῆνά τε καὶ Μοντεφέρετρα, ὧν δὴ ἐν ἑκατέρῳ φρουρὰν οὐχ ἧσσον ἢ κατὰ πεντακοσίων ἀνδρῶν κατεστήσατο. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ εὐθὺ Ἀριμίνου ὡς πολιορκήσων ἐχώρει.Ἐτύγχανε δὲ Βελισάριος, ἐπειδὴ τάχιστα Γότθοι τὴν πολιορκίαν διέλυσαν, Ἰλδίγερά τε καὶ Μαρτῖνον ξὺν ἱππεῦσι χιλίοις πέμψας, ἐφ’ ᾧ δὴ ἑτέρας ὁδοῦ θᾶττον ἰόντες φθάσωσι τοὺς πολεμίους ἐς Ἀρίμινον ἀφικόμενοι, καὶ σφίσιν ἐπέστελλεν Ἰωάννην μὲν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας ἐνθένδε ἐξαναστῆσαι ὡς τάχιστα, πολλοὺς δὲ ἀντ’ αὐτῶν ἱκανοὺς μάλιστα ἐς τῆς πόλεως τὴν φυλακὴν καταστήσασθαι, ἐκ φρουρίου ἀφελομένους ὃ δὴ πρὸς κόλπῳ τῷ Ἰονίῳ ἐστίν, Ἀγκὼν ὄνομα,δυοῖν ἡμέραιν ὁδὸν Ἀριμίνου διέχον. ἤδη γὰρ αὐτὸ οὐ πολλῷ πρότερον κατειλήφει, Κόνωνα ξύν τε Ἰσαύρων καὶ Θρᾳκῶν στρατεύματι οὐκ ὀλίγῳ πέμψας.ἤλπιζε γάρ, ἢν πεζοί τε καὶ μόνοι ἀρχόντων οὐκ ἀξιολόγων σφίσι παρόντων Ἀρίμινον ἔχωσιν, οὔποτε αὐτῆς ἐς πολιορκίαν Γότθων τὴν δύναμιν καταστήσεσθαι, ἀλλ’ ὑπεριδόντας ἐπὶ Ῥαβέννης αὐτίκα ἰέναι, ἤν τε Ἀρίμινον πολιορκεῖν ἐθελήσωσι, τοῖς τε πεζοῖς τὰ ἐπιτήδεια ἐς πλείω τινὰ χρόνον ἀρκέσειν·καὶ ὡς ἱππεῖς δισχίλιοι ἔξωθεν ξὺν τῷ ἄλλῳ στρατῷ ἰόντες πολλά τε κακά, ὡς τὸ εἰκός, τοὺς πολεμίους ἐργάσονται καὶ ῥᾷον ἐς τῆς προσεδρείας αὐτοὺς τὴν διάλυσιν ξυνελάσουσι.τοιαύτῃ μὲν γνώμῃ Βελισάριος τοῖς ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα ταῦτα ἐπήγγελλεν. οἱ δὲ διὰ Φλαμινίας ὁδοῦ πορευόμενοι λίαν τε τοὺς βαρβάρους προτερήσαντες ᾔεσαν.ἅτε γὰρ ἐν πολλῷ ὁμίλῳ οἱ Γότθοι σχολαίτεροι ἐπορεύοντο, καὶ περιόδοις ἠναγκάζοντο μακραῖς τισι χρῆσθαι τῶν τε ἀναγκαίων τῇ ἀπορίᾳ καὶ τῶν ἐν Φλαμινίᾳ ὁδῷ ὀχυρωμάτων ἥκιστα ἐθέλοντες ἄγχιστά πη ἰέναι, ἐπεὶ αὐτὰ οἱ πολέμιοι, ὥσπερ μοι ἔμπροσθεν δεδήλωται, Ναρνίαν τε καὶ Σπολίτιον καὶ Περυσίαν εἶχον.Ῥωμαίων δὲ τὸ στράτευμα, ἐπειδὴ τῇ Πέτρᾳ ἐνέτυχον, ὁδοῦ ποιούμενοι πάρεργον, ἀπεπειράσαντο τοῦ ταύτῃ φρουρίου. τοῦτο δὲ τὸ ὀχύρωμα οὐκ ἄνθρωποι ἐτεκτήναντο, ἀλλὰ τοῦ χωρίου ἡ φύσις ἐξεῦρεν· ὁδὸς γάρ ἐστιν ἐς ἄγαν κρημνώδης.ταύτης δὲ τῆς ὁδοῦ ἐν δεξιᾷ μὲν ποταμός τις οὐδενὶ ἐσβατὸς ὀξύτητι τοῦ ῥοῦ κάτεισιν, ἐν ἀριστερᾷ δὲ οὐ πολλῷ ἄποθεν πέτρα ἀνέχει ἀπότομός τε καὶ ὕψους ἐς τόσον διήκουσα, ὥστε τοῖς κάτω οὖσι φαινόμενοι ἄνθρωποι, οἳ ἐν τῇ ἄκρᾳ, ἂν οὕτω τύχοι, ἑστήκασιν, ὄρνισι τοῖς μικροτάτοις μεγέθους πέρι εἰκάζονται.προϊόντι τε διέξοδος οὐδεμία τὸ παλαιὸν ἦν. λήγουσα γὰρ ἡ πέτρα ἐς αὐτόν που μάλιστα τοῦ ποταμοῦ τὸν ῥοῦν διήκει, διάβασιν τοῖς ταύτῃ ἰοῦσιν οὐδεμίαν παρεχομένη.διώρυχα τοίνυν ἐνταῦθα οἱ πάλαι ἄνθρωποι ἐργασάμενοι, πυλίδα τῷ χωρίῳ ταύτῃ πεποίηνται.φράξαντες δὲ καὶ τῆς ἑτέρας εἰσόδου τὸ πλεῖστον, πλήν γε δὴ ὅσον πυλίδα κἀνταῦθα λελεῖφθαι, φρούριόν τε αὐτοφυὲς ἀπειργάσαντο καὶ Πέτραν αὐτὸ λόγῳ τῷ εἰκότι ἐκάλεσαν.οἱ οὖν ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα πρῶτον μὲν ἐς τῶν πυλίδων τὴν ἑτέραν μαχόμενοί τε καὶ πολλὰ βάλλοντες οὐδὲν ἤνυτον, καίπερ ἥκιστα σφᾶς ἀμυνομένων τῶν ταύτῃ βαρβάρων, ἔπειτα δὲ διὰ τοῦ κρημνώδους κατόπισθεν τὴν ἄνοδον βιασάμενοι κατὰ κοφυφὴν λίθοις ἔβαλον ἐνθένδε τοὺς Γότθους.οἱ δὲ ἐς τὰς οἰκίας δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐσελθόντες ἡσύχαζον. καὶ τότε Ῥωμαῖοι, ἐπεὶ τῶν πολεμίων οὐδενὸς ἐπιτυγχάνειν οἶοί τε ἦσαν ταῖς τῶν λίθων βολαῖς, ἐπενόουν τάδε.τμήματα μεγάλα ἐκ τοῦ σκοπέλου ποιούμενοι πολλοί θ’ ἅμα ὠθοῦντες αὐτὰ ἐπὶ τὰς οἰκίας σταθμώμενοι ἐρρίπτουν.