ὀλίγῳ δὲ ὕστερον ἐν μάχῃ ἑτέρᾳ κνήμην τὴν ἀριστερὰν βληθέντι τούτῳ ἐνομίσθη εἶναι ἄκρου ὀστέου τὸ βέλος ἁψάμενον.ἀπόμαχος μέντοι ἡμέρας ὅσας δὴ ἐπὶ ταύτῃ γεγονὼς τῇ πληγῇ ἅτε ἀνὴρ βάρβαρος οὐκ ἤνεγκε πρᾴως, ἀλλ’ ἠπείλησε τῆς ἐς τὸ σκέλος ὕβρεως τοὺς Γότθους ὅτι τάχιστα τίσασθαι.ῥαΐσας οὖν οὐ πολλῷ ὕστερον ἔν τε ἀρίστῳ οἰνωμένος, ὥσπερ εἰώθει, μόνος ἐπὶ τοὺς πολεμίους ἐβούλευσεν ἰέναι καὶ τῆς ἐς τὸν πόδα ὕβρεως τίσασθαι, ἔν τε Πιγκιανῇ γενόμενος πυλίδι, στέλλεσθαι πρὸς Βελισαρίου ἔφασκεν ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον.οἱ δὲ ταύτῃ φρουροὶ ʽοὐ γὰρ ἀπιστεῖν ἀνδρὶ τῶν Βελισαρίου δορυφόρων ἀρίστῳ εἶχον’ τάς τε πύλας ἀνέῳξαν καὶ ὅπη βούλοιτο ἀφῆκαν ἰέναι.κατιδόντες τε αὐτὸν οἱ πολέμιοι, τὰ μὲν πρῶτα αὐτόμολον σφίσι τινὰ προσχωρεῖν ᾤοντο, ἐπεὶ δὲ ἀγχοῦ γενόμενος τοῦ τόξου εἴχετο, οὐκ εἰδότες ὅστις ποτὲ εἴη, χωροῦσιν ἐπ’ αὐτὸν εἴκοσιν.οὓς δὴ εὐπετῶς ἀπωσάμενος ἀπήλαυνε βάδην, πλειόνων τε Γότθων ἐπ’ αὐτὸν ἰόντων οὐκ ἔφυγεν.ὡς δὲ πλήθους πολλοῦ ἐπιρρέοντος ἀμύνεσθαι ἠξίου, Ῥωμαῖοι ἐκ τῶν πύργων θεώμενοι μαίνεσθαι μὲν τὸν ἄνδρα ὑπώπτευον, ὡς δὲ Χορσάμαντις εἴη οὔπω ἠπίσταντο.ἔργα μὲν ἐπιδειξάμενος μεγάλα τε καὶ λόγου πολλοῦ ἄξια, ἔς τε κύκλωσιν ἐμπεπτωκὼς τοῦ τῶν πολεμίων στρατεύματος,ποινὰς ἀλόγου θράσους ἐξέτισεν. ἅπερ ἐπειδὴ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πένθει μεγάλῳ γενόμενοι, ἅτε τῆς πάντων ἐλπίδος ἐπὶ τῷ ἀνθρώπῳ διαφθαρείσης, ὠδύροντο.Εὐθάλιος δέ τις ἀμφὶ θερινὰς τροπὰς ἐς Ταρακίναν ἐκ Βυζαντίου ἧκε, χρήματα ἔχων ἅπερ τοῖς στρατιώταις βασιλεὺς ὦφλε.δείσας τε μὴ κατὰ τὴν ὁδὸν ἐντυχόντες πολέμιοι τὰ χρήματά τε ἀφέλωνται καὶ αὐτὸν κτείνωσι, γράφει πρὸς Βελισάριον ἀσφαλῆ οἱ ἐς Ῥώμην τὴν πορείαν ποιήσασθαι.ὁ δὲ ἄνδρας μὲν ἑκατὸν τῶν αὑτοῦ ὑπασπιστῶν δοκίμους ἀπολεξάμενος ξὺν δορυφόροις δύο πέμπει ἐς Ταρακίναν οἵπερ αὐτῷ τὰ χρήματα ξυγκομίσαιεν.δόκησιν δὲ ἀεὶ τοῖς βαρβάροις παρείχετο ὡς παντὶ τῷ στρατῷ μαχεσόμενος, ὅπως μὴ ἐνθένδε τῶν πολεμίων τινὲς ἢ τροφῶν ξυγκομιδῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἴωσιν.ἐπεὶ δὲ τῇ ὑστεραίᾳ τοὺς ἀμφὶ Εὐθάλιον ἔγνω παρέσεσθαι, διεῖπέ τε καὶ διεκόσμει ὡς ἐς μάχην τὸ στράτευμα, καὶ οἱ βάρβαροι ἐν παρασκευῇ ἦσαν.ὅλην μὲν οὖν δείλην πρωίαν κατεῖχεν ἀμφὶ τὰς πύλας τοὺς στρατιώτας· ᾔδει γὰρ Εὐθάλιόν τε καὶ τοὺς ξὺν αὐτῷ ἐς νύκτα ἀφίξεσθαι.ἐς δὲ ἡμέραν μέσην ἄριστον ἐκέλευε τὸ στράτευμα αἱρεῖσθαι, καὶ οἱ Γότθοι ταὐτὸ τοῦτο ἐποίουν, ἐς τὴν ὑστεραίαν αὐτὸν οἰόμενοι τὴν ξυμβολὴν ἀποτίθεσθαι.ὀλίγῳ δὲ ὕστερον Μαρτῖνον μὲν καὶ Βαλεριανὸν ξὺν τοῖς ἑπομένοις ἐς Νέρωνος πεδίον Βελισάριος ἔπεμψε, ξυνταράσσειν ὅτι μάλιστα ἐπιστείλας τὸ τῶν πολεμίων στρατόπεδον.ἐκ δὲ πυλίδος Πιγκιανῆς ἱππέας ἑξακοσίους ἐπὶ τῶν βαρβάρων τὰ χαρακώματα ἔστελλεν·οἷς δὴ τρεῖς τῶν αὑτοῦ δορυφόρων ἐπέστησεν, Ἀρτασίρην τε ἄνδρα Πέρσην καὶ Βώχαν Μασσαγέτην γένος καὶ Κουτίλαν Θρᾷκα. καὶ πολλοὶ μὲν αὐτοῖς τῶν ἐναντίων ἀπήντησαν.χρόνον δὲ πολὺν ἡ μάχη ἐν χερσὶν οὐκ ἐγίνετο, ἀλλ’ ἐπιοῦσί τε ὑπεχώρουν ἀλλήλοις καὶ τὰς διώξεις ἑκάτεροι ἀγχιστρόφους ποιούμενοι ἐῴκεισαν βουλομένοις ἐς τοῦτο σφίσι δαπανᾶσθαι τὸν τῆς ἡμέρας χρόνον.προϊόντες μέντοι ὀργῇ ἐς ἀλλήλους εἴχοντο ἤδη· καρτερᾶς τε γεγενημένης τῆς ξυμβολῆς, ἑκατέρων μὲν πολλοὶ καὶ ἄριστοι ἔπεσον, ἀμφοτέροις δὲ ἀπό τε τῆς πόλεως καὶ τῶν χαρακωμάτων ἐπίκουροι ἦλθον.ὧν δὴ ἀναμιγνυμένων τοῖς μαχομένοις ἔτι μᾶλλον ὁ πόνος ἐπὶ μέγα ᾔρετο. καὶ ἡ κραυγὴ τήν τε πόλιν καὶ τὰ στρατόπεδα περιλαβοῦσα τοὺς μαχομένους ἐξέπλησσε.τέλος δὲ Ῥωμαῖοι ἀρετῇ ὠσάμενοι τοὺς πολεμίους ἐτρέψαντο. Ἐν τούτῳ τῷ ἔργῳ Κουτίλας μέσην τὴν κεφαλὴν ἀκοντίῳ πληγεὶς καὶ ταύτῃ τὸ δοράτιον ἐμπεπηγὸς ἔχων ἐδίωκε.τῆς τε τροπῆς γενομένης ἅμα τοῖς περιοῦσιν ἐς τὴν πόλιν ἀμφὶ ἡλίου δύσιν ἐσήλασε, κραδαινομένου οἱ ἐν τῇ κεφαλῇ τοῦ ἀκοντίου, θέαμα λόγου πολλοῦ ἄξιον.ἐν τούτῳ δὲ καὶ Ἄρζην, τῶν Βελισαρίου ὑπασπιστῶν ἕνα, τῶν τις Γότθων τοξότης μεταξὺ τῆς τε ῥινὸς καὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ βάλλει.καὶ τοῦ μὲν τοξεύματος ἡ ἀκὶς ἄχρι ἐς τὸν αὐχένα ὀπίσω διῆλθεν, οὐ μέντοι διεφάνη, τοῦ δὲ ἀτράκτου τὸ λειπόμενον ἐπῆν τε τῷ προσώπῳ καὶ ἱππευομένου τοῦ ἀνθρώπου ἐσείετο.ὃν δὴ ξὺν τῷ Κουτίλᾳ θεώμενοι ἐν θαύματι μεγάλῳ ἐποιοῦντο Ῥωμαῖοι ὅτι δὴ ἱππεύοντο, οὐδεμίαν ἐπιστροφὴν τοῦ κακοῦ ἔχοντες. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.Ἐν δὲ Νέρωνος πεδίῳ τὰ βαρβάρων πράγματα καθυπέρτερα ἦν. οἵ τε ἀμφὶ Βαλεριανὸν καὶ Μαρτῖνον, πλήθει πολλῷ πολεμίων μαχόμενοι, καρτερῶς μὲν ὑφίσταντο, ἔπασχον δὲ τὰ δεινότατα, καὶ κινδύνου ἐς μέγα τι ἀφίκοντο χρῆμα.καὶ τότε δὴ Βελισάριος Βώχαν ἐκέλευεν ἐπαγόμενον τοὺς ξὺν αὐτῷ ἀκραιφνέσι σώμασί τε καὶ ἵπποις ἐκ τῆς ξυμβολῆς ἐπανήκοντας ἐς Νέρωνος πεδίον ἰέναι.ἤδη δὲ ἦν τῆς ἡμέρας ὀψέ. καὶ Ῥωμαίοις τῶν ἀμφὶ Βώχαν ἐπιβεβοηθηκότων ἐκ τοῦ αἰφνιδίου τροπὴ τῶν βαρβάρων ἐγίνετο, ἐς ἣν ἐπὶ πλεῖστον Βώχας ἐμπεσὼν ἐς κύκλωσιν δυοκαίδεκα πολεμίων δόρατα φερόντων ἀφίκετο.