Μετὰ δὲ Ῥωμαῖοι παντὶ τῷ στρατῷ διακινδυνεύειν οὐκέτι ἐτόλμων· ἱππομαχίας δὲ ποιούμενοι ἐξ ἐπιδρομῆς τρόπῳ τῷ προτέρῳ τὰ πολλὰ τοὺς βαρβάρους ἐνίκων.ᾔεσαν δὲ καὶ πεζοὶ ἑκατέρωθεν, οὐκ ἐς φάλαγγα ξυντεταγμένοι,ἀλλὰ τοῖς ἱππεῦσιν ἑπόμενοι. καί ποτε Βέσσας ἐν πρώτῃ ὁρμῇ ἐς τοὺς πολεμίους ξὺν τῷ δόρατι ἐσπηδήσας τρεῖς τε τῶν ἀρίστων ἱππέων ἔκτεινε καὶ τοὺς ἄλλους ἐς φυγὴν ἔτρεψεν.αὖθις δὲ Κωνσταντῖνος τοὺς Οὔννους ἐπαγόμενος ἐν Νέρωνος πεδίῳ ἀμφὶ δείλην ὀψίαν, ἐπειδὴ τῷ πλήθει ὑπερβιαζομένους τοὺς ἐναντίους εἶδεν,ἐποίει τοιάδε. στάδιον μέγα ἐνταῦθα ἐκ παλαιοῦ ἐστιν, οὗ δὴ οἱ τῆς πόλεως μονομάχοι τὰ πρότερα ἠγωνίζοντο, πολλά τε ἄλλα οἱ πάλαι ἄνθρωποι ἀμφὶ τὸ στάδιον τοῦτο ἐδείμαντο, καὶ ἀπ’ αὐτοῦ στενωπούς, ὡς τὸ εἰκός, πανταχόθι τοῦ χωρίου ξυμβαίνει εἶναι.τότε οὖν Κωνσταντῖνος, ἐπεὶ οὔτε περιέσεσθαι τοῦ τῶν Γότθων ὁμίλου εἶχεν οὔτε κινδύνου μεγάλου ἐκτὸς φεύγειν οἷός τε ἦν, ἀπὸ τῶν ἵππων ἅπαντας τοὺς Οὔννους ἀποβιβάσας πεζὸς ξὺν αὐτοῖς ἔς τινα τῶν ἐκείνῃ στενωπῶν ἔστη.ὅθεν δὴ βάλλοντες ἐκ τοῦ ἀσφαλοῦς τοὺς πολεμίους συχνοὺς ἔκτεινον. καὶ χρόνον μέν τινα οἱ Γότθοι βαλλόμενοι ἀντεῖχον.ἤλπιζον γάρ, ἐπειδὰν τάχιστα τῶν Οὔννων τὰς φαρέτρας ἐπιλείπῃ τὰ βέλη, κύκλωσίν τε αὐτῶν οὐδενὶ πόνῳ ποιήσασθαι καὶ δήσαντες ἐς στρατόπεδον αὐτοὺς τὸ σφέτερον ἄξειν.ἐπεὶ δὲ οἱ Μασσαγέται, τοξόται μὲν ἀγαθοὶ ὄντες, ἐς πολὺν δὲ ὅμιλον βάλλοντες, τοξεύματι σχεδόν τι ἑκάστῳ πολεμίου ἀνδρὸς ἐπετύγχανον, ᾔσθοντο μὲν ὑπὲρ ἥμισυ ἀπολωλότες, ἤδη δὲ καὶ ἐς δυσμὰς ἰόντος ἡλίου οὐκ ἔχοντες ὅ τι γένωνται ἐς φυγὴν ὥρμηντο.ἔνθα δὴ αὐτῶν πολλοὶ ἔπεσον· ἐπισπόμενοι γὰρ οἱ Μασσαγέται, ἐπεὶ τοξεύειν ὡς ἄριστα καὶ πολλῷ χρώμενοι δρόμῳ ἐπίστανται, οὐδέν τι ἧσσον ἐς νῶτα βάλλοντες ἔκτεινον. οὕτω τε ἐς Ῥώμην Κωνσταντῖνος ξὺν τοῖς Οὔννοις ἐς νύκτα ἧκε.Περανίου δὲ ἡμέραις οὐ πολλαῖς ὕστερον Ῥωμαίων τισὶ διὰ πύλης Σαλαρίας ἐπὶ τοὺς πολεμίους ἡγησαμένου ἔφευγον μὲν κατὰ κράτος οἱ Γότθοι, παλινδιώξεως δὲ περὶ ἡλίου δυσμὰς ἐκ τοῦ αἰφνιδίου γεγενημένης, τῶν τις Ῥωμαίων πεζὸς ἐς μέγαν καταστὰς θόρυβον ἐς βαθεῖάν τινα κατώρυχα ἐμπίπτει, οἷαι πολλαὶ τοῖς πάλαι ἀνθρώποις πρὸς σίτου παρακαταθήκην ἐνταῦθα,οἶμαι, πεποίηνται. οὔτε δὲ κραυγῇ χρῆσθαι τολμήσας, ἅτε που ἐγγὺς στρατοπεδευομένων τῶν πολεμίων, οὔτε τοῦ βόθρου τρόπῳ ὁτῳοῦν ἀπαλλάσσεσθαι οἷός τε ὤν, ἐπεὶ ἀνάβασιν οὐδαμῆ εἶχεν, αὐτοῦ διανυκτερεύειν ἠνάγκαστο.τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ, τροπῆς αὖθις τῶν βαρβάρων γεγενημένης, τῶν τις Γότθων ἐς τὴν αὐτὴν κατώρυχα ἐμπίπτει.ἔνθα δὴ ἄμφω ἔς τε φιλοφροσύνην καὶ εὔνοιαν ξυνηλθέτην ἀλλήλοιν, ξυναγούσης αὐτοὺς τῆς ἀνάγκης, τά τε πιστὰ ἐδοσαν, ἦ μὴν κατεσπουδασμένην ἑκατέρῳ τὴν θατέρου σωτηρίαν εἶναι, καὶ τότε δὴ μέγα καὶ ἐξαίσιον ἄμφω ἐβόων.Γότθοι μὲν οὖν τῇ τε φωνῇ ἐπισπόμενοι καὶ ὑπὲρ τῆς κατώρυχος διακύψαντες ἐπυνθάνοντο ὅστις ποτὲ ὁ βοῶν εἴη.οὕτω δὲ τοῖν ἀνδροῖν δεδογμένον, σιωπὴν μὲν ὁ Ῥωμαῖος εἶχεν, ἅτερος δὲ τῇ πατρίῳ γλώσσῃ ἔναγχος ἔφασκεν ἐν τῇ γενομένῃ τροπῇ ἐμπεπτωκέναι, βρόχον τε αὐτούς, ὅπως ἀναβαίνοι, ἠξίου καθεῖναι.καὶ οἱ μὲν ὡς τάχιστα τῶν κάλων τὰς ἀρχὰς ἀπορρίψαντες τοῦ Γότθου ποιεῖσθαι τὴν ἀνολκὴν ᾤοντο, λαβόμενος δὲ ὁ Ῥωμαῖος τῶν βρόχων εἵλκετο ἄνω, τοιοῦτον εἰπών, ὡς, ἢν μὲν αὐτὸς ἀναβαίνοι πρῶτος, οὔποτε τοῦ ἑταίρου ἀμελήσειν τοὺς Γότθους, ἢν δέ γε τὸν πολέμιον πύθωνται μόνον ἐνταῦθα εἶναι, οὐδένα ἂν αὐτοῦ ποιοῖντο λόγον.ταῦτα εἰπὼν ἀνέβη. καὶ αὐτὸν ἐπεὶ οἱ Γότθοι εἶδον, ἐθαύμαζόν τε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο, πάντα τε παρ’ αὐτοῦ τὸν λόγον ἀκούσαντες ἐν δευτέρῳ τὸν ἑταῖρον ἀνεῖλκον, ὃς δὴ αὐτοῖς τά τε ξυγκείμενα σφίσι καὶ τὰ δεδομένα πρὸς ἀμφοτέρων πιστὰ ἔφρασε.καὶ αὐτὸς μὲν ξὺν τοῖς ἑταίροις ἀπιὼν ᾤχετο, τὸν δὲ Ῥωμαῖον κακῶν ἀπαθῆ ἐς τὴν πόλιν ἀφῆκαν ἰέναι.ἔπειτα δὲ ἱππεῖς μὲν πολλάκις ἑκατέρωθεν οὐ πολλοὶ ὡς ἐς μάχην ὡπλίζοντο, ἐς μονομαχίαν δὲ ἀεὶ τὰ τῆς ἀγωνίας αὐτοῖς ἐτελεύτα καὶ πάσαις Ῥωμαῖοι ἐνίκων. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν.Ὀλίγῳ δὲ ὕστερον χρόνῳ ξυμβολῆς ἐν Νέρωνος γινομένης πεδίῳ, διώξεις τε ἄλλων ἄλλῃ κατ’ ὀλίγους ἱππεῖς ποιουμένων, Χορσάμαντις, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, Μασσαγέτης γένος, ξὺν ἑτέροις τισὶν ἄνδρας ἑβδομήκοντα τῶν πολεμίων ἐδίωκεν.ἐπειδή τε τοῦ πεδίου πόρρω ἐγένετο, οἱ μὲν ἄλλοι Ῥωμαῖοι ὀπίσω ἀπήλαυνον, Χορσάμαντις δὲ μόνος ἔτι ἐδίωκεν. ὅπερ κατιδόντες οἱ Γότθοι στρέψαντες τοὺς ἵππους ἐπ’ αὐτὸν ᾔεσαν.καὶ ὁ μὲν ἐς μέσους χωρήσας, ἕνα τε τῶν ἀρίστων δόρατι κτείνας, ἐπὶ τοὺς ἄλλους ᾔει, οἱ δὲ αὖθις τραπόμενοι ἐς φυγὴν ὥρμηντο.αἰσχυνόμενοι δὲ τοὺς ἐν τῷ στρατοπέδῳ ʽἤδη γὰρ καὶ πρὸς αὐτῶν καθορᾶσθαι ὑπώπτευον’ πάλιν ἰέναι ἐπ’ αὐτὸν ἤθελον.ταὐτὸ δὲ παθόντες, ὅπερ καὶ πρότερον, ἕνα τε τῶν ἀρίστων ἀποβαλόντες, ἐς φυγὴν οὐδὲν ἧσσον ἐτράποντο, μέχρι τε τοῦ χαρακώματος τὴν δίωξιν ὁ Χορσάμαντις ποιησάμενος ἀνέστρεψε μόνος.