καὶ ὁ χρόνος αὐτὸν τριβόμενος ἐνταῦθα ἠνία, λογιζόμενον ὅπως μὴ χειμῶνος ὥρᾳ ἐπὶ Θευδάτον τε ἀναγκάζηται καὶ Ῥώμην ἰέναι.ἤδη δὲ καὶ τῷ στρατῷ ἐπήγγειλε συσκευάζεσθαι, μέλλων ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι. καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ εὐτυχίᾳ τοιᾷδε ξυνηνέχθη χρῆσθαι.τῶν τινα Ἰσαύρων ἐπιθυμία ἔσχε τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν θεάσασθαι, καὶ ὅντινα τρόπον τῇ πόλει τὴν τοῦ ὕδατος χρείαν παρείχετο.ἐσβάς τε τῆς πόλεως ἄποθεν, ὅθεν αὐτὸν διέρρηξε Βελισάριος, ἐβάδιζε πόνῳ οὐδενί, ἐπεὶ τὸ ὕδωρ αὐτὸν ἅτε διερρωγότα ἐπελελοίπει.ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένετο, πέτρᾳ μεγάλῃ ἐνέτυχεν, οὐκ ἀνθρώπων χερσὶν ἐνταῦθα, ἀλλὰ πρὸς τῆς φύσεως τοῦ χωρίου ἀποτεθείσῃ.ταύτῃ τῇ πέτρᾳ οἱ τὸν ὀχετὸν δειμάμενοι πάλαι τὴν οἰκοδομίαν ἐνάψαντες διώρυχα ἐνθένδε ἐποίουν, οὐκ ἐς δίοδον μέντοι ἀνθρώπου ἱκανῶς ἔχουσαν,ἀλλ’ ὅσον τῷ ὕδατι τὴν πορείαν παρέχεσθαι. καὶ διὰ τοῦτο ξυνέβαινεν οὐκ εὖρος τὸ αὐτὸ πανταχόσε τοῦ ὀχετοῦ εἶναι, ἀλλὰ στενοχωρία ἐν τῇ πέτρᾳ ἐκείνῃ ὑπηντίαζεν, ἀνθρώπῳ, ἄλλως τε καὶ τεθωρακισμένῳ ἢ ἀσπίδα φέροντι, ἀπόρευτος οὖσα.ταῦτα τῷ Ἰσαύρῳ κατανοήσαντι οὐκ ἀμήχανα ἔδοξεν εἶναι τῷ στρατῷ ἐς τὴν πόλιν ἰέναι, ἢν ὀλίγῳ μέτρῳ τὴν ἐκείνῃ διώρυχα εὐρυτέραν ποιήσωνται.ἅτε δὲ αὐτὸς ἀφανής τε ὢν καὶ τῶν ἡγεμόνων οὐδενὶ πώποτε ἐς λόγους ἥκων τὸ πρᾶγμα ἐς Παύκαριν ἤνεγκεν, ἄνδρα Ἴσαυρον, ἐν τοῖς Βελισαρίου ὑπασπισταῖς εὐδοκιμοῦντα. ὁ μὲν οὖν Παύκαρις τὸν πάντα λόγον αὐτίκα τῷ στρατηγῷ ἤγγειλε.Βελισάριος δὲ τῇ τοῦ λόγου ἡδονῇ ἀναπνεύσας καὶ χρήμασι μεγάλοις τὸν ἄνθρωπον δωρήσεσθαι ὑποσχόμενος ἐς τὴν πρᾶξιν ἦγε, καὶ αὐτὸν ἐκέλευεν Ἰσαύρων τινὰς ἑταιρισάμενον ἐκτομὴν ὡς τάχιστα τῆς πέτρας ποιεῖσθαι, φυλασσόμενον ὅπως τοῦ ἔργου μηδενὶ αἴσθησιν δώσουσι.Παύκαρις δέ, Ἰσαύρους ἀπολεξάμενος πρὸς τὸ ἔργον ἐπιτηδείως πάντη ἔχοντας, ἐντὸς τοῦ ὀχετοῦ σὺν αὐτοῖς λάθρα ἐγένετο.ἔς τε τὸν χῶρον ἐλθόντες ἵνα δὴ τὴν στενοχωρίαν ἡ πέτρα ἐποίει, ἔργου εἴχοντο, οὐκ ἀξίναις τὴν πέτραν οὐδὲ πελέκεσι τέμνοντες, ὅπως μὴ ἔνδηλα τῷ κτύπῳ τοῖς πολεμίοις ποιήσωσι τὰ πρασσόμενα, ἀλλὰ σιδηρίοις τισὶν ὀξέσιν αὐτὴν ἐνδελεχέστατα ξέοντες.καὶ χρόνῳ ὀλίγῳ κατείργαστο, ὥστε ἀνθρώπῳ δυνατὰ εἶναι θώρακά τε ἀμπεχομένῳ καὶ ἀσπίδα φέροντι ταύτῃ ἰέναι.Ἐπειδὴ δὲ ἅπαντα ἤδη ὡς ἄριστα εἶχεν, ἔννοια Βελισαρίῳ ἐγένετο ὡς, ἢν πολέμῳ ἐς Νεάπολιν τῷ στρατῷ ἐσιτητὰ εἴη, τοῖς τε ἀνθρώποις ἀπολωλέναι ξυμβήσεται καὶ τἄλλα ξυμπεσεῖν ἅπαντα, ὅσα πόλει πρὸς πολεμίων ἁλούσῃ γίνεσθαι εἴωθε.Στέφανόν τε εὐθὺς μεταπεμψάμενος ἔλεξε τοιάδε· “Πολλάκις εἶδον πόλεις ἁλούσας καὶ τῶν τηνικαῦτα γινομένων εἰμὶ ἔμπειρος.τοὺς μὲν γὰρ ἄνδρας ἀναιροῦσιν ἡβηδὸν ἅπαντας, γυναῖκας δὲ θνήσκειν αἰτουμένας οὐκ ἀξιοῦσι κτείνειν, ἀλλ’ ἐς ὕβριν ἀγόμεναι πάσχουσιν ἀνήκεστά τε καὶ ἐλέου πολλοῦ ἄξια.παῖδας δὲ οὔτε τροφῆς οὔτε παιδείας οὕτω μεταλαχόντας δουλεύειν ἀνάγκη, καὶ ταῦτα τοῖς πάντων ἐχθίστοις, ὧν ἐν ταῖς χερσὶ τὸ τῶν πατέρων αἷμα τεθέανται.ἐῶ γάρ, ὦ φίλε Στέφανε, λέγειν τὸ πῦρ, ᾧ τά τε ἄλλα χρήματα καὶ τὸ τῆς πόλεως ἀφανίζεται κάλλος. ταῦτα Νεάπολιν τήνδε ὥσπερ ἐν κατόπτρῳ ταῖς πρότερον ἁλούσαις πόλεσιν ὁρῶν πάσχουσαν, αὐτῆς τε καὶ ὑμῶν ἐς οἶκτον ἥκω.μηχαναὶ γάρ μοι πεποίηνται νῦν ἐς αὐτήν, ἣν μὴ οὐχὶ ἁλῶναι ἀδύνατον. πόλιν δὲ ἀρχαίαν καὶ οἰκήτορας Χριστιανούς τε καὶ Ῥωμαίους ἄνωθεν ἔχουσαν ἐς τοῦτο τύχης οὐκ ἂν εὐξαίμην, ἄλλως τε καὶ ὑπ’ ἐμοῦ Ῥωμαίων στρατηγοῦντος, ἐλθεῖν, μάλιστα ἐπεὶ βάρβαροι πολλοί μοι τὸ πλῆθος ἐν τῷ στρατοπέδῳ εἰσίν, ἀδελφοὺς ἢ ξυγγενεῖς πρὸ τοῦδε ἀπολωλεκότες τοῦ τείχους· ὧν δὴ κατέχειν τὸν θυμόν, ἢν πολέμῳ τὴν πόλιν ἕλωσιν, οὐκ ἂν δυναίμην.οὐκοῦν ἕως ἔτι τὸ τὰ ξυνοίσοντα ἑλέσθαι τε καὶ πράσσειν ἐφ’ ὑμῖν ἐστι, βουλεύσασθε μὲν τὰ βελτίω, φύγετε δὲ ξυμφοράν· ἧς, ὡς τὸ εἰκός, ξυμπιπτούσης ὑμῖν οὐ τὴν τύχην δικαίως, ἀλλὰ τὴν ὑμετέραν αἰτιάσεσθε γνώμην.”τοσαῦτα εἰπὼν Βελισάριος Στέφανον ἀπεπέμψατο. ὃς ἐς Νεαπολιτῶν τὸν δῆμον παρῆλθε δεδακρυμένος τε καὶ πάντα ξὺν οἰμωγῇ ἀγγέλλων ὅσα Βελισαρίου λέγοντος ἤκουσεν.οἱ δὲ ʽοὐδὲ γὰρ χρῆν Νεαπολίτας ἀθῴους βασιλεῖ κατηκόους γενέσθαἰ οὔτε ἔδεισάν τι οὔτε Βελισαρίῳ προσχωρεῖν ἔγνωσαν.Τότε δὴ καὶ αὐτὸς τὰ ἐς τὴν εἴσοδον κατεστήσατο ὧδε. ἄνδρας ἀμφὶ τετρακοσίους ἀπολεξάμενος περὶ λύχνων ἁφὰς καὶ ἄρχοντε αὐτοῖς ἐπιστήσας Μάγνον τε, ὃς ἱππικοῦ καταλόγου ἡγεῖτο, καὶ τὸν τῶν Ἰσαύρων ἀρχηγὸν Ἔννης, θωρακίσασθαί τε ἅπαντας καὶ τάς τε ἀσπίδαν τά τε ξίφη ἀνελομένους ἡσυχάζειν, ἄχρι αὐτὸς σημήνῃ, ἐκέλευε.καὶ Βέσσαν μεταπεμψάμενος αὐτοῦ μένειν ἐπήγγειλε· βούλεσθαι γὰρ ξὺν αὐτῷ βουλήν τινα περὶ τοῦ στρατοπέδου ποιήσασθαι·καὶ ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, Μάγνῳ τε καὶ Ἔννῃ τὰ σφίσι παρόντα εἰπὼν καὶ τὸ χωρίον ἐπιδείξας οὗ πρότερον διελὼν τὸν ὀχετὸν ἔτυχε, τοῖς τετρακοσίοις ἐς τὴν πόλιν ἐξηγήσασθαι,