αὐτίκα οὖν οἱ Νεαπολῖται Στέφανον πέμπουσιν. ὃς ἐπεὶ παρὰ Βελισάριον ἧκεν, ἔλεξε τοιάδε· “Οὐ δίκαια ποιεῖς, ὦ στρατηγέ, ἐπ’ ἄνδρας Ῥωμαίους τε καὶ οὐδὲν ἀδικοῦντας στρατεύων, οἳ πόλιν τε μικρὰν οἰκοῦμεν καὶ βαρβάρων δεσποτῶν φρουρὰν ἔχομεν, ὥστε οὐδ’ ἀντιπρᾶξαι,ἢν ἐθέλωμεν, ἐφ’ ἡμῖν εἶναι. ἀλλὰ καὶ φρουροῖς τοῖσδε ξυμβαίνει παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς Θευδάτου χερσὶν ἀπολιποῦσιν ἐπὶ τῇ ἡμετέρᾳ φυλακῇ ἥκειν.οὐκοῦν, ἤν τι ἐς ὑμᾶς πράξωσιν, οὐ τὴν πόλιν, ἀλλὰ σφᾶς αὐτοὺς καταπροδιδόντες φανήσονται.εἰ δὲ δεῖ τἀληθὲς οὐδὲν ὑποστειλάμενον εἰπεῖν, οὐδὲ τὰ ξύμφορα ὑμῖν αὐτοῖς βουλευσάμενοι ἐφ’ ἡμᾶς ἥκετε. Ῥώμην μὲν γὰρ ἑλοῦσιν ὑμῖν καὶ Νεάπολις οὐδενὶ πόνῳ ὑποχειρία ἔσται, ἐκείνης δέ, ὡς τὸ εἰκός, ἀποκρουσθέντες οὐδὲ ταύτην ἀσφαλῶς ἕξετε.ὥστε τηνάλλως ὁ χρόνος ὑμῖν ἐν τῇ προσεδρείᾳ τετρίψεται ταύτῃ.” Τοσαῦτα μὲν Στέφανος εἶπε. Βελισάριος δὲ ἀμείβεται ὧδε·“Τὸ μὲν εὖ ἢ ἄλλως ἡμᾶς βουλευσαμένους ἐνθάδε ἥκειν οὐ Νεαπολίταις σκοπεῖν δώσομεν. ἃ δέ ἐστι τῆς ὑμετέρας βουλῆς ἄξια, βουλόμεθα σκοπουμένους ὑμᾶς οὕτω δὴ πράσσειν ὅσα ἂν ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλῃ.δέξασθε τοίνυν τῇ πόλει τὸν βασιλέως στρατὸν ἐπὶ τῇ ἐλευθερίᾳ ὑμῶν τε καὶ τῶν ἄλλων Ἰταλιωτῶν ἥκοντα, καὶ μὴ τὰ πάντων ἀνιαρότατα ἐφ’ ὑμῖν ἕλησθε.ὅσοι μὲν γὰρ δουλείαν ἢ ἄλλο τι ἀναδυόμενοι τῶν αἰσχρῶν ἐς πόλεμον χωροῦσιν, οὗτοι δὴ ἔν γε τῷ ἀγῶνι εὐημεροῦντες εὐτυχήματα διπλᾶ ἔχουσι, ξὺν τῇ νίκῃ καὶ τὴν τῶν κακῶν ἐλευθερίαν κτησάμενοι, καὶ ἡσσώμενοι φέρονταί τι αὑτοῖς παραμύθιον, τὸ μὴ ἑκόντες τῇ χείρονι ἕπεσθαι τύχῃ.οἷς δὲ παρὸν ἀμαχητὶ ἐλευθέροις εἶναι, οἱ δὲ ὅπως τὴν δουλείαν βέβαιον ἕξουσιν ἐς ἀγῶνα καθιστῶνται, οὗτοι δὴ καὶ νενικηκότες, ἂν οὕτω τύχοι, ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν, καὶ κατὰ τὴν μάχην ἐλασσόνως ἢ ἐβούλοντο ἀπαλλάξαντες ξὺν τῇ ἄλλῃ κακοδαιμονίᾳ καὶ τὴν ἀπὸ τῆς ἥσσης ξυμφορὰν ἕξουσι. πρὸς μὲν οὖν Νεαπολίτας ἡμῖν τοσαῦτα εἰρήσθω.Γότθοις δὲ τοῖσδε τοῖς παροῦσιν αἵρεσιν δίδομεν, ἢ ξὺν ἡμῖν τοῦ λοιποῦ ὑπὸ βασιλεῖ τῷ μεγάλῳ τετάχθαι, ἢ κακῶν ἀπαθέσιν τὸ παράπαν οἴκαδε ἰέναι.ὡς, ἢν τούτων ἁπάντων αὐτοί τε καὶ ὑμεῖς ἀμελήσαντες ὅπλα ἡμῖν ἀνταίρειν τολμήσητε, ἀνάγκη καὶ ἡμᾶς, ἢν θεὸς θέλῃ, τῷ προστυχόντι ὡς πολεμίῳ χρῆσθαι.εἰ μέντοι βουλομένοις ᾖ Νεαπολίταις τά τε βασιλέως ἑλέσθαι καὶ δουλείας οὕτω χαλεπῆς ἀπηλλάχθαι, ἐκεῖνα ὑμῖν ἀναδέχομαι τὰ πιστὰ διδοὺς ἔσεσθαι πρὸς ἡμῶν ἃ Σικελιῶται πρώην ἐλπίσαντες ψευδορκίους ἡμᾶς οὐκ ἔσχον εἰπεῖν.”Ταῦτα μὲν Στέφανον Βελισάριος ἐς τὸν δῆμον ἀπαγγέλλειν ἐκέλευεν. ἰδίᾳ δέ οἱ μεγάλα ὑπέσχετο ἀγαθὰ ἔσεσθαι, Νεαπολίτας ἐς εὔνοιαν τὴν βασιλέως ὁρμήσοντι.Στέφανος δὲ ἐς τὴν πόλιν ἥκων τούς τε Βελισαρίου λόγους ἀπήγγελλε καὶ γνώμην αὐτὸς ἀπεφαίνετο βασιλεῖ μάχεσθαι ἀξύμφορον εἶναι.καί οἱ ξυνέπρασσεν Ἀντίοχος, Σύρος μὲν ἀνήρ, ἐκ παλαιοῦ δὲ ᾠκημένος ἐν Νεαπόλει ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ καὶ δόξαν πολλὴν ἐπί τε ξυνέσει καὶ δικαιοσύνῃ ἐνταῦθα ἔχων.Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος ῥήτορε μὲν ἤστην καὶ λίαν ἔν γε Νεαπολίταις λογίμω, Γότθοις δὲ φίλω ἐς τὰ μάλιστα, καὶ τὰ παρόντα ὡς ἥκιστα βουλομένω μεταβάλλεσθαι.τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλά τε καὶ μεγάλα τὸ πλῆθος ἐνηγέτην προΐσχεσθαι καὶ Βελισάριον ὅρκοις καταλαμβάνειν ὅτι δὴ τούτων αὐτίκα μάλα πρὸς αὐτοῦ τεύξονται.ἐν βιβλιδίῳ δὲ ἅπαντα γράψαντε ὅσα Βελισάριον οὐκ ἄν τις ἐνδέξασθαι ὑπετόπησε Στεφάνῳ ἔδοσαν.ὅς, ἐπεὶ ἐς τὸ βασιλέως στρατόπεδον αὖθις ἀφίκετο, τῷ στρατηγῷ ἐπιδείξας τὸ γραμματεῖον ἐπυνθάνετο εἴ οἱ πάντα τε ἐπιτελέσαι ὅσα Νεαπολῖται προτείνονται καὶ περὶ τούτων ὀμεῖσθαι βουλομένῳ εἴη. ὁ δὲ αὐτόν, ἅπαντα σφίσιν ἐπιτελῆ ἔσεσθαι ὑποσχόμενος, ἀπεπέμψατο.ταῦτα Νεαπολῖται ἀκούσαντες τούς τε λόγους ἐνεδέχοντο ἤδη καὶ κατὰ τάχος ἐκέλευον τῇ πόλει τὸ βασιλέως στράτευμα δέχεσθαι.ἀπαντήσειν γὰρ σφίσιν αὐτοῖς ἰσχυρίζετο οὐδὲν ἄχαρι, εἴ τῳ ἱκανοὶ Σικελιῶται τεκμηριῶσαι, οἷς δὴ τετύχηκεν ἔναγχος βαρβάρων τυράννων τὴν Ἰουστινιανοῦ βασιλείαν ἀλλαξαμένοις, ἐλευθέροις τε εἶναι καὶ ἀπαθέσι δυσκόλων ἁπάντων.καὶ πολλῷ θορύβῳ ἐχόμενοι ἐπὶ τὰς πύλας ὡς δὴ αὐτὰς ἀνακλινοῦντες ᾔεσαν. Γότθοις δὲ οὐκ ἦν ἐν ἡδονῇ τὰ πρασσόμενα, κωλύειν μέντοι οὐχ οἷοί τε ὄντες ἐκποδὼν ἵσταντο.Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος τόν τε δῆμον καὶ Γότθους ἅπαντας ἐς ἕνα συγκαλέσαντες χῶρον ἔλεξαν τοιάδε· “Πόλεως μὲν πλῆθος ἑαυτούς τε καὶ τὴν ἑαυτῶν σωτηρίαν προΐεσθαι οὐδὲν ἀπεικός, ἄλλως τε ἢν καὶ μηδενὶ τῶν δοκίμων κοινώσαντες εἶτα αὐτόνομον τὴν περὶ τῶν ὅλων ποιήσωνται γνῶσιν.ἡμᾶς δὲ ἀνάγκη ξὺν ὑμῖν ὅσον οὔπω ἀπολουμένους ὕστατον ἔρανον τῇ· πατρίδι τήνδε παρέχεσθαι τὴν παραίνεσιν.ὁρῶμεν τοίνυν ὑμᾶς, ἄνδρες πολῖται, καταπροδιδόναι Βελισαρίῳ ὑμᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐπειγομένους, πολλά τε ὑμᾶς ἀγαθὰ ἐπαγγελλομένῳ ἐργάζεσθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι.