οὐκοῦν ὥρα σοι ἑκόντι ἐπιτελεῖν ὅσα βασιλεῖ ὡμολόγησας. ἐπ’ αὐτὸ γὰρ τοῦτο ἡμεῖς ἥκομεν. καὶ τὴν μὲν ἐπιστολὴν ἥν σοι ἔγραψεν ἤδη λαβὼν ἔχεις, τὰ δὲ γράμματα ἃ τοῖς Γότθων πρώτοις ἔπεμψεν, οὐκ ἄλλοις τισὶν ἢαὐτοῖς δώσομεν.” ταῦτα τῶν πρέσβεων εἰπόντων ἐπεὶ παρόντες οἱ τῶν βαρβάρων ἄρχοντες ἤκουσαν, Θευδάτῳ ἐγχειρίσαι τὰ γεγραμμένα σφίσιν ἐπέστελλον.εἶχε δὲ ὧδε· “Ἐπιμελὲς γέγονεν ἡμῖν ἐς πολιτείαν ὑμᾶς ἀνελέσθαι τὴν ἡμετέραν, ᾧπερ ὑμᾶς ἡσθῆναι εἰκός. οὐ γὰρ ἐπὶ τῷ ἐλασσοῦσθαι, ἀλλ’ ὅπως ἀξιώτεροι ἔσεσθε, ἐς ἡμᾶς ἥξετε.ἄλλως τε οὐκ ἐς ἤθη ξένα ἢ ἀλλόγνωτα Γότθους καλοῦμεν, ἀλλ’ ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διεστάναι τετύχηκε. διὰ ταῦτα νῦν Ἀθανάσιός τε καὶ Πέτρος ἐστάλησαν αὐτόσε,οἶς ὑμᾶς ἐς ἅπαντα ξυλλαβέσθαι χρεών.” τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Θευδάτος δὲ ἅπαντα ἀναλεξάμενος οὔτε τι ἔργῳ ἐπιτελεῖν ὧν βασιλεῖ ὑπέσχετο ἔγνω καὶ τοὺς πρέσβεις ἐν φυλακῇ οὐ μετρίᾳ εἶχε.Βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπεὶ ταῦτά τε καὶ τὰ ἐν Δαλματίᾳ ξυνενεχθέντα ἠκηκόει, Κωνσταντιανὸν μέν, ὃς τῶν βασιλικῶν ἱπποκόμων ἦρχεν, εἰς Ἰλλυριοὺς ἔπεμψε, στρατιάν τε αὐτῷ ἐπιστείλας ἐνθένδε ἀγεῖραι καὶ Σαλώνων ἀποπειρᾶσθαι, ὅπη ἂν αὐτῷ δυνατὰ εἴη· Βελισάριον δὲ ἐς Ἰταλίαν τε κατὰ τάχος ἐκέλευσεν ἰέναι καὶ Γότθοις ὡς πολεμίοις χρῆσθαι.Κωνσταντιανὸς μὲν οὖν ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ χρόνον τινὰ διατρίψας ἐνταῦθα στρατιὰν ἤγειρεν. ἐν τούτῳ δὲ Γότθοι, Γρίπα σφίσιν ἡγουμένου, στρατῷ ἑτέρῳ ἐς Δαλματίαν ἀφικόμενοι Σάλωνας ἔσχον·Κωνσταντιανός τε, ἐπεί οἱ τὰ τῆς παρασκευῆς ὡς ἄριστα εἶχεν, ἄρας ἐξ Ἐπιδάμνου τῷ παντὶ στόλῳ ὁρμίζεται ἐς Ἐπίδαυρον, ἥ ἐστιν ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον· ἔνθα δὴ ἄνδρας οὓς ἐπὶ κατασκοπῇ Γρίπας ἔπεμψε τετύχηκεν εἶναι.καὶ αὐτοῖς τάς τε ναῦς ἐπισκοποῦσι καὶ τὸ Κωνσταντιανοῦ στρατόπεδον ἔδοξε θάλασσά τε καὶ ἡ γῆ ξύμπασα στρατιωτῶν ἔμπλεως εἶναι, παρά τε τὸν Γρίπαν ἐπανήκοντες μυριάδας ἀνδρῶν οὐκ ὀλίγας Κωνσταντιανὸν ἐπάγεσθαι ἰσχυρίζοντο.ὁ δὲ ἐς δέος μέγα τι ἐμπεσὼν ὑπαντιάζειν τε τοῖς ἐπιοῦσιν ἀξύμφορον ᾤετο εἶναι καὶ πολιορκεῖσθαι πρὸς τοῦ βασιλέως στρατοῦ, οὕτω δὴ θαλασσοκρατοῦντος, ἥκιστα ἤθελε·μάλιστα δὲ αὐτὸν ξυνετάρασσεν ὅ τε Σαλώνων περίβολος, ἐπεὶ αὐτοῦ τὰ πολλὰ ἤδη καταπεπτώκει, καὶ τῶν ταύτῃ ᾠκημένων τὸ ἐς Γότθους κομιδῆ ὕποπτον.καὶ διὰ τοῦτο ἐνθένδε παντὶ τῷ στρατῷ ἀπαλλαγεὶς ὅτι τάχιστα ἐν τῷ πεδίῳ στρατοπεδεύεται ὃ μεταξὺ Σαλώνων τε καὶ Σκάρδωνος πόλεώς ἐστι. Κωνσταντιανὸς δὲ ταῖς ναυσὶν ἁπάσαις πλέων ἐξ Ἐπιδαύρου, Λυσίνῃ προσέσχεν, ἣ ἐν τῷ κόλπῳ κεῖται.ἐνθένδε τε τῶν ἑπομένων τινὰς ἔπεμψεν, ἐφ’ ᾦ τὰ ἀμφὶ τῷ Γρίπᾳ διερευνώμενοι ὁποῖά ποτε ᾖ ἐσαγγείλωσιν. ἀφ’ ὧν δὴ τὸν πάντα λόγον πυθόμενος εὐθὺ Σαλώνων κατὰ τάχος ἔπλει.καὶ ἐπειδὴ αὐτῆς ἄγχιστα ἐγεγόνει, ἀποβιβάσας τὸ στράτευμα ἐς τὴν ἤπειρον αὐτὸς μὲν ἐνταῦθα ἡσύχαζε, πεντακοσίους δὲ τοῦ στρατοῦ ἀπολέξας Σιφίλαν τε αὐτοῖς ἄρχοντα ἐπιστήσας, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐκέλευε τὴν στενοχωρίαν καταλαβεῖν ἣν δὴ ἐν τῷ τῆς πόλεως προαστείῳ ἐπύθετο εἶναι. καὶ Σιφίλας μὲν κατὰ ταῦτα ἐποίει.Κωνσταντιανὸς δὲ καὶ ἡ στρατιὰ πᾶσα ἐς Σάλωνας τῇ ὑστεραίᾳ ἐσελάσαντες τῷ πεζῷ καὶ ταῖς ναυσὶ προσωρμίσαντο.Κωνσταντιανὸς μὲν οὖν Σαλώνων τοῦ περιβόλου ἐπεμελεῖτο, ἀνοικοδομούμενος σπουδῇ ἅπαντα ὅσα αὐτοῦ κατεπεπτώκει· Γρίπας δὲ καὶ ὁ τῶν Γότθων στρατός, ἐπειδὴ Ῥωμαῖοι Σάλωνας ἔσχον, ἑβδόμῃ ἡμέρᾳ ἐνθένδε ἀναστάντες ἐπὶ Ῥαβέννης ἀπεκομίσθησαν, οὕτω τε Κωνσταντιανὸς Δαλματίαν τε καὶ Λιβουρνίαν ξύμπασαν ἔσχε, Γότθους προσαγαγόμενος ἅπαντας οἳ ταύτῃ ἵδρυντο.τὰ μὲν οὖν ἀμφὶ Δαλματίαν ταύτῃ πη ἔσχε. καὶ ὁ χειμὼν ἔληγε, καὶ πρῶτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος συνέγραψε.Βελισάριος δὲ φύλακας ἔν τε Συρακούσῃ καὶ Πανόρμῳ ἀπολιπὼν τῷ ἄλλῳ στρατῷ ἐκ Μεσήνης διέβη ἐς Ῥήγιον ʽἔνθα δὴ οἱ ποιηταὶ τήν τε Σκύλλαν γεγονέναι μυθοποιοῦσι καὶ Χάρυβδιν̓, καὶ αὐτῷ προσεχώρουν ὁσημέραι οἱ ταύτῃ ἄνθρωποι.τῶν τε γὰρ χωρίων ἀτειχίστων σφίσιν ἐκ παλαιοῦ ὄντων, φυλακὴν αὐτῶν οὐδαμῆ εἶχον καὶ κατὰ ἔχθος τὸ Γότθων μάλιστα τῇ παρούσῃ ἀρχῇ, ὡς τὸ εἰκός, ἤχθοντο.ἐκ δὲ Γότθων αὐτόμολος παρὰ Βελισάριον Ἐβρίμους ξὺν πᾶσι τοῖς ἑπομένοις ἦλθεν, ὁ Θευδάτου γαμβρός, ὃς τῇ ἐκείνου θυγατρὶ Θευδενάνθῃ ξυνῴκει. αὐτίκα τε παρὰ βασιλέα σταλείς, γερῶν τε ἄλλων ἔτυχε καὶ ἐς τὸ πατρικίων ἀξίωμα ἦλθε.τὸ δὲ στράτευμα ἐκ Ῥηγίου πεζῇ διὰ Βριττίων τε καὶ Λευκανῶν ᾔει, παρηκολούθει τε ἄγχιστα τῆς ἠπείρου ὁ τῶν νηῶν στόλος.ἐπεὶ δὲ ἐς Καμπανίαν ἀφίκοντο, πόλει ἐνέτυχον ἐπιθαλασσίᾳ, Νεαπόλει ὄνομα, χωρίου τε φύσει ἐχυρᾷ καὶ Γότθων πολλῶν φρουρὰν ἐχούσῃ.καὶ τὰς μὲν ναῦς Βελισάριος ἐκέλευεν ἐν τῷ λιμένι ἔξω βελῶν ὄντι ὁρμίζεσθαι, αὐτὸς δὲ τῆς πόλεως ἐγγὺς στρατόπεδον ποιησάμενος πρῶτον μὲν τὸ φρούριον ὃ ἐν τῷ προαστείῳ ἐστὶν ὁμολογίᾳ εἷλεν, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ πόλει δεομένοις ἐπέτρεπε τῶν τινας λογίμων ἐς τὸ στρατόπεδον πέμψαι, ἐφ’ ᾦ ἐπείπωσί τε ὅσα αὐτοῖς βουλομένοις ἐστὶ καὶ τοὺς λόγους ἀκούσαντες τοὺς αὐτοῦ ἐς τὸ πᾶν ἀγγείλωσιν.