Πριγκίπιος δέ τις ἐν τοῖς αὐτοῦ δορυφόροις, ἀνὴρ δόκιμος, Πισίδης γένος, καὶ Ταρμοῦτος Ἴσαυρος, Ἔννου τοῦ Ἰσαύρων ἀρχηγοῦ ἀδελφός, Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε·“Στρατηγῶν ἄριστε, μήτε τὸ στράτευμά σοι, ὀλίγον τε ὂν καὶ πρὸς μυριάδας βαρβάρων πολλὰς μαχησόμενον, ἀποτέμνεσθαι ἀξίου τῆ πεζῶν φάλαγγος, μήτε χρῆναι τὸ Ῥωμαίων πεζικὸν ὑβρίζεσθαι οἴου, δι’ οὗ τὴν ἀρχὴν τοῖς πάλαι Ῥωμαίοις ἐς τόδε μεγέθους κεχωρηκέναι ἀκούομεν.εἰ γάρ τι οὐκ ἀξιόλογον αὐτοῖς ἐν τῷδε τῷ πολέμῳ εἰργάσθαι ξυμβαίνει, οὐ τῆς τῶν στρατιωτῶν κακίας τεκμήριον τοῦτο, ἀλλ’ οἱ τῶν πεζῶν ἄρχοντες τὴν αἰτίαν φέρεσθαι δίκαιοι, ἵπποις μὲν ἐν τῇ παρατάξει μόνοι ὀχούμενοι, κοινὴν δὲ ἡγεῖσθαι οὐκ ἀξιοῦντες τὴν τοῦ πολέμου τύχην, ἀλλὰ φυγῇ αὐτῶν μόνος ἕκαστος καὶ πρὸ τῆς ἀγωνίας τὰ πολλὰ χρώμενοι.σὺ δὲ πάντας μὲν τοὺς πεζῶν ἄρχοντας, ἱππέας γὰρ ὁρᾷς γεγενημένους ἥκιστά τε ξυντάττεσθαι τοῖς σφῶν ὑπηκόοις ἐθέλοντας, ξὺν τῷ ἄλλῳ τῶν ἱππέων στρατεύματι ἔχων ἐς τὴν ξυμβολὴν τήνδε καθίστασο, ἡμᾶς δὲ τοῖς πεζοῖς ἐς τὴν παράταξιν ἡγεῖσθαι ξυγχώρει.πεζοὶ γὰρ καὶ ἡμεῖς τὸ τῶν βαρβάρων πλῆθος ξὺν αὐτοῖς οἴσομεν, ἐλπίδα ἔχοντες ὅσα ἂν ὁ θεὸς διδῷ τοὺς πολεμίους ἐργάσασθαι.”Ταῦτα ἀκούσας Βελισάριος κατ’ ἀρχὰς μὲν οὐ ξυνεχώρησεν· αὐτὼ γὰρ ἄνδρε μαχίμω ἐς ἄγαν ὄντε ὑπερηγάπα καὶ πεζοὺς ὀλίγους διακινδυνεύειν οὐκ ἤθελε.τέλος δὲ τῇ τῶν ἀνδρῶν προθυμίᾳ βιαζόμενος ὀλίγους μέν τινας ἔς τε τὰς πύλας καὶ ἄνω ἐς τὰς ἐπάλξεις ξὺν Ῥωμαίων τῷ δήμῳ ἀμφὶ τὰς μηχανὰς εἴασε, τοῖς δὲ ἄλλοις Πριγκίπιόν τε καὶ Ταρμοῦτον ἐπιστήσας ὄπισθεν αὐτοὺς ἵστασθαι ἐν τάξει ἐκέλευεν, ὅπως αὐτοί τε μὴ τὸν κίνδυνον κατορρωδήσαντες τὸ ἄλλο στράτευμα ξυνταράξωσι, καὶ τῶν ἱππέων ἤν τίς ποτε μοῖρα τρέποιτο, μὴ ὡς ἀπωτάτω χωρήσαιεν, ἀλλ’ ἐς τοὺς πεζοὺς καταφεύγοντες τοὺς διώκοντας οἷοί τε ὦσι ξὺν ἐκείνοις ἀμύνεσθαι.Ῥωμαίοις μὲν τὰ ἐς τὴν ξυμβολὴν παρεσκεύαστο ὧδε. Οὐίττιγις δὲ Γότθους ἐξώπλισεν ἅπαντας, οὐδένα ἐν τοῖς χαρακώμασιν, ὅτι μὴ τοὺς ἀπομάχους, ἀπολιπών.καὶ τοὺς μὲν ἀμφὶ Μαρκίαν ἐν Νέρωνος πεδίῳ μένειν ἐκέλευε, φυλακῆς τε τῆς ἐν γεφύρᾳ ἐπιμελεῖσθαι, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν· αὐτὸς δὲ τὸ ἄλλο στράτευμα ξυγκαλέσας ἔλεξε τοιάδε·“Ἴσως ἂν ὑμῶν τισι περὶ τῇ ἀρχῇ δεδιέναι δοκοίην καὶ ἀπ’ αὐτοῦ τήν τε ἄλλην ἐς ὑμᾶς φιλοφροσύνην ἐνδείξασθαι καὶ τανῦν ὑπὲρ εὐτολμίας ὑμῖν ἐπαγωγὰ φθέγγεσθαι.καὶ τοῦτο οὐκ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου λογίζονται. εἰώθασι γὰρ ἀμαθεῖς ἄνθρωποι, ὧν μὲν ἄν δέοιντο, πρᾳότητι ἐς αὐτοὺς χρῆσθαι, κἂν πολλῷ τῷ διαλλάσσοντι καταδεέστεροι τύχωσιν ὄντες, ἐς δὲ τοὺς ἄλλους δυσπρόσοδοι εἶναι, ὧν τῆς ὑπουργίας οὐ χρῄζουσιν.ἐμοὶ μέντοι οὔτε βίου καταστροφῆς οὔτε ἀρχῆς στερήσεως μέλει. εὐξαίμην γὰρ ἂν καὶ τὴν πορφυρίδα ταύτην ἀποδύσασθαι τήμερον, εἰ Γότθος ἀνὴρ αὐτὴν ἐνδιδύσκεσθαι μέλλοι.καὶ τὸ Θευδάτου πέρας ὄλβιον ἐν τοῖς μάλιστα γεγενῆσθαι νενόμικα, ᾧ γε ταῖς τῶν ὁμοφύλων χερσὶ τήν τε ἀρχὴν ἀφεῖναι καὶ τὴν ψυχὴν ἅμα τετύχηκε.συμφορὰ γὰρ ἰδίᾳ προσπίπτουσα μὴ συμφθειρομένου τοῦ γένους τοῖς γε οὐκ ἀνοήτοις παραψυχῆς οὐκ ἐστέρηται.ἐννοοῦντά με δὲ τό τε Βανδίλων πάθος καὶ τὸ τοῦ Γελίμερος τέλος οὐδὲν εἰσέρχεται μέτριον, ἀλλὰ Γότθους μὲν ὁρᾶν μοι δοκῶ ξὺν τοῖς παισὶ δεδουλωμένους, γυναῖκας δὲ ὑμετέρας ἀνδράσιν ἐχθίστοις τὰ πάντων αἴσχιστα ὑπηρετούσας, ἐμαυτὸν δὲ ἀγόμενον καὶ τὴν τῆς Θευδερίχου θυγατρὸς παῖδα ὅπη ποτὲ τοὺς νῦν πολεμίους ἀρέσκει· ταῦτα βουλοίμην ἂν καὶ ὑμᾶς ὅπως μὴ προσπέσωσι δείσαντας ἐς μάχην τήνδε καθίστασθαι.οὕτω γὰρ ἂν ἐν τῷ τῆς ξυμβολῆς χωρίῳ τὴν τοῦ βίου καταστροφὴν περὶ πλείονος τῆς μετὰ τὴν ἧτταν σωτηρίας ποιήσαισθε. ἑνὶ γὰρ μόνῳ κακοτυχεῖν ἄνδρες γενναῖοι τῷ τῶν πολεμίων ἐλασσοῦσθαι νομίζουσι.θάνατος δέ, ἄλλως τε καὶ ταχὺς ἥκων, εὐδαίμονας ἀεὶ τοὺς πρόσθεν οὐκ εὐτυχοῦντας ἐργάζεται.εὔδηλόν τε ὡς, ἢν μετὰ τούτων ὑμεῖς τῶν λογισμῶν τήνδε τὴν ξυμβολὴν διενέγκητε, ῥᾷστα μὲν τοὺς ἐναντίους νικήσετε, ὀλίγους τε ὄντας καὶ Γραικούς, κολάσετε δὲ αὐτοὺς αὐτίκα δὴ μάλα τῆς τε ἀδικίας καὶ ὕβρεως ἧς ἐς ἡμᾶς ἦρξαν.ἡμεῖς μὲν γὰρ αὐτῶν ἀρετῇ τε καὶ πλήθει καὶ τοῖς ἄλλοις ἅπασιν ὑπεραίρειν αὐχοῦμεν, οἱ δὲ θρασύνονται καθ’ ἡμῶν τοῖς ἡμετέροις κακοῖς ἐπαρθέντες, καὶ μόνον ἐφόδιον ἔχοντες τὴν ἡμετέραν ὀλιγωρίαν. βόσκει γὰρ αὐτῶν τὴν παρρησίαν τὸ παρὰ τὴν ἀξίαν εὐτύχημα.”Τοσαῦτα καὶ Οὐίττιγις παρακελευσάμενος διεκόσμει τὸ στράτευμα ἐς παράταξιν, πεζοὺς μὲν ἐς μέσον καταστησάμενος, τοὺς ἱππέας δὲ ἐς ἄμφω τὰ κέρατα.οὐκ ἄποθεν μέντοι τῶν χαρακωμάτων τὴν φάλαγγα διέτασσεν, ἀλλ’ αὐτοῦ ἄγχιστα, ὅπως, ἐπειδὰν τάχιστα ἡ τροπὴ γένηται, εὐπετῶς οἱ πολέμιοι καταλαμβανόμενοι διαφθείρωνται, ἐν χώρῳ πολλῷ τῆς διώξεως αὐτοῖς γινομένης.ἤλπιζε γάρ, ἢν ἐν τῷ πεδίῳ ἡ μάχη συσταδὸν γένηται, αὐτοὺς οὐδὲ βραχύν τινα χρόνον ἀνθέξειν, τεκμαιρόμενος πολλῷ γε ὄντι τῷ παραλόγῳ ὅτι οὐκ ἀντίπαλον τῷ σφετέρῳ τὸ τῶν πολεμίων στράτευμα εἴη.