Βελισάριος δὲ ἥσθη τε αὐτῶν τῇ παρουσίᾳ καὶ πολεμητέα σφίσιν ἐπὶ τοὺς πολεμίους εἶναι τὸ λοιπὸν ᾤετο.τῇ γοῦν ὑστεραίᾳ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, θυμοειδῆ τε καὶ δραστήριον, Τραϊανὸν ὄνομα, τῶν ὑπασπιστῶν διακοσίους ἱππέας λαβόντα, ἐκέλευεν εὐθὺ τῶν βαρβάρων ἰέναι, καὶ ἐπειδὰν τῶν χαρακωμάτων ἐγγυτέρω ἵκωνται, ἀναβάντας ἐπὶ λόφου ὑψηλοῦ ἡσυχάζειν, δείξας τι χωρίον αὐτῷ.ἢν δὲ οἱ πολέμιοι ἐπ’ αὐτοὺς ἴωσιν, ἐκ χειρὸς μὲν τὴν μάχην οὐκ ἐᾶν γενέσθαι, οὐδὲ ξίφους ἢ δορατίου τινὸς ἅπτεσθαι, χρῆσθαι δὲ μόνοις τοξεύμασιν, ἡνίκα τέ οἱ τὴν φαρέτραν οὐδὲν ἐντὸς ἔχουσαν ἴδῃ, φεύγειν τε κατὰ κράτος οὐδὲν αἰδεσθέντα καὶ ἐς τὸν περίβολον ἀναχωρεῖν δρόμῳ.ταῦτα ἐπιστείλας, τῶν τε τοξευμάτων τὰς μηχανὰς καὶ τοὺς ἀμφὶ ταύταις τεχνίτας ἐν παρασκευῇ εἶχε. Τραϊανὸς δὲ ξὺν τοῖς διακοσίοις ἐκ πύλης Σαλαρίας ᾔει ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.καὶ οἱ μέν. καταπεπληγμένοι τῷ αἰφνιδίῳ, ἐβοήθουν ἐκ τῶν χαρακωμάτων, ὡς ἑκάστῳ ἐκ τῶν δυνατῶν ἐσκευάσθαι τετύχηκεν.οἱ δὲ ἀμφὶ Τραϊανὸν ἀναβάντες ἐπὶ τοῦ λόφου ὅνπερ αὐτοῖς Βελισάριος ἔδειξεν, ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο βάλλοντες.καὶ αὐτῶν τοὺς ἀτράκτους ἅτε ἐς πολὺν ἐμπίπτοντας ὅμιλον ἀνθρώπου ἢ ἵππου ἐπὶ πλεῖστον ἐπιτυγχάνειν ξυνέβαινεν. ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ βέλη ἤδη ἐπελελοίπει, οἵδε κατὰ τάχος ὀπίσω ἀπήλαυνον, διώκοντές τε οἱ Γότθοι ἐνέκειντο.ὡς δὲ τοῦ περιβόλου ἐγγυτέρω ἵκοντο, τά τε ἐκ τῶν μηχανῶν τοξεύματα οἱ τεχνῖται ἐνήργουν, καὶ τῆς διώξεως οἱ βάρβαροι κατωρρωδηκότες ἀπέσχοντο.λέγονται δὲ Γότθοι οὐχ ἧσσον ἢ χίλιοι ἐν τῷ ἔργῳ τούτῳ ἀποθανεῖν. ἡμέραις δὲ ὀλίγαις ὕστερον Βελισάριος Μουνδίλαν τῶν δορυφόρων τῶν αὑτοῦ ἕτερον, καὶ Διογένην, διαφερόντως ἀγαθοὺς τὰ πολέμια, ξὺν ὑπασπισταῖς τριακοσίοις στείλας, ταὐτὸ ποιεῖν τοῖς προτέροις ἐκέλευε. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.ὑπαντιασάντων δὲ τῶν πολεμίων ξυνηνέχθη αὐτῶν οὐχ ἥσσους, εἰ μὴ καὶ πλείους, ἢ ἐν τῷ προτέρῳ ἔργῳ τρόπῳ τῷ αὐτῷ ἀπολωλέναι.πέμψας δὲ καὶ τρίτον ξὺν ἱππεῦσι τριακοσίοις Ὀΐλαν τὸν δορυφόρον, ἐφ’ ᾧ τὰ ὅμοια τοὺς πολεμίους ἐργάσονται, ταὐτὰ ἔδρασε.τρεῖς τε, καθάπερ μοι ἐρρήθη, ἐπεκδρομὰς ποιησάμενος τῶν ἐναντίων ἀμφὶ τετρακισχιλίους διέφθειρεν.Οὐίττιγις δὲ ʽοὐ γὰρ αὐτὸν εἰσῄει τὸ διαλλάσσον ἐν τοῖς στρατοπέδοις τῆς τε ὁπλίσεως καὶ τῆς ἐς τὰ πολέμια ἔργα μελέτησ̓ ῥᾷστα καὶ αὐτὸς ᾤετο τὰ ἀνήκεστα τοὺς πολεμίους ἐργάσασθαι, ἤν γε στρατῷ ὀλίγῳ ἐπ’ αὐτοὺς τὴν ἔφοδον ποιοίη.ἔπεμψεν οὖν ἱππεῖς πεντακοσίους, ἄγχιστά τε τοῦ περιβόλου ἰέναι κελεύσας, καὶ ὅσα πρὸς ὀλίγων πολλάκις πολεμίων πεπόνθασι, ταῦτα δὴ ἐς ξύμπασαν τὴν ἐκείνων στρατιὰν ἐπιδείξασθαι.καὶ οἱ μὲν ἐν χωρίῳ ὑψηλῷ γενόμενοι τῆς πόλεως οὐ μακρὰν ἄποθεν, ἀλλ’ ὅσον ἔξω βελῶν, ἵσταντο.Βελισάριος δὲ ἄνδρας τε ἀπολέξας χιλίους καὶ Βέσσαν αὐτοῖς ἄρχοντα ἐπιστήσας ὁμόσε χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐπέστελλεν.οἱ δὲ κύκλωσίν τε τῶν βαρβάρων ποιησάμενοι καὶ κατὰ νώτου ἀεὶ βάλλοντες κτείνουσί τε συχνοὺς καὶ τοὺς λοιποὺς βιασάμενοι κατελθεῖν ἐς τὸ πεδίον ἠνάγκασαν.ἔνθα δὴ τῆς μάχης οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐκ χειρὸς γενομένης, τῶν Γότθων οἱ μὲν πολλοὶ διεφθάρησαν, ὀλίγοι δέ τινες μόλις διαφυγόντες εἰς τὸ σφέτερον στρατόπεδον ἀνεχώρησαν.οὓς δὴ ὁ Οὐίττιγις ἅτε τῷ ἀνάνδρῳ ἡσσημένους ἐκάκιζε, καὶ τὸ πάθος ἑτέροις τισὶν ἀνασώσασθαι οὐκ ἐς μακρὰν ὑποσχόμενος, ἐν μὲν τῷ παρόντι ἡσύχαζε, τρισὶ δὲ ὕστερον ἡμέραις ἐκ πάντων τῶν χαρακωμάτων ἄνδρας ἀπολεξάμενος πεντακοσίους ἔργα ἐς τοὺς πολεμίους ἐκέλευεν ἐπιδείξασθαι ἀρετῆς ἄξια.οὓς ἐπειδὴ Βελισάριος ἐγγυτέρω ἥκοντας εἶδε, πεντακοσίους τε καὶ χιλίους καὶ ἄρχοντας Μαρτῖνόν τε καὶ Βαλεριανὸν ἐπ’ αὐτοὺς ἔστελλεν.ἱππομαχίας τε ἐκ τοῦ εὐθέος γεγενημένης, τῷ πλήθει Ῥωμαῖοι παρὰ πολὺ ὑπεραίροντες τῶν πολεμίων, τρέπουσί τε αὐτοὺς οὐδενὶ πόνῳ καὶ σχεδόν τι ἅπαντας διαφθείρουσι.Καὶ τοῖς μὲν πολεμίοις δεινόν τε καὶ τύχης ἐναντίωμα παντάπασιν ἐδόκει εἶναι, εἰ πολλοί τε ὄντες πρὸς ὀλίγων πολεμίων ἐπιόντων σφίσιν ἡσσῶνται καὶ κατ’ ὀλίγους αὖθις ἰόντες ἐπ’ αὐτοὺς διαφθείρονται.Βελισάριον δὲ δημοσίᾳ μὲν τῆς ξυνέσεως Ῥωμαῖοι ἐπῄνουν, ἐν θαύματι αὐτήν, ὡς τὸ εἰκός, μεγάλῳ ποιούμενοι, ἰδίᾳ δὲ αὐτὸν ἠρώτων οἱ ἐπιτήδειοι ὅτῳ ποτὲ τεκμαιρόμενος ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τοὺς πολεμίους οὕτως ἡσσημένος διέφυγεν, εὔελπις ἐγεγόνει τῷ πολέμῳ κατὰ κράτος αὐτῶν περιέσεσθαι.καὶ αὐτὸς ἔλεγεν ὡς αὐτοῖς κατ’ ἀρχὰς ξὺν ὀλίγοις τισὶν ἐς χεῖρας ἐλθὼν κατενόησεν ὅτι ποτὲ τὸ διαφέρον ἐν ἑκατέρᾳ στρατιᾷ εἴη, ὥστε ἢν κατὰ λόγον τῆς δυνάμεως τὰς ξυμβολὰς ποιοίη, οὐδὲν ἂν τῇ σφετέρᾳ ὀλιγανθρωπίᾳ τὸ τῶν πολεμίων λυμήνασθαι πλῆθος.διαφέρειν δέ, ὅτι Ῥωμαῖοι μὲν σχεδόν τι ἅπαντες καὶ οἱ ξύμμαχοι Οὖννοι ἱπποτοξόται εἰσὶν ἀγαθοί, Γότθων δὲ τὸ ἔργον τοῦτο οὐδενὶ ἤσκηται, ἀλλ’ οἱ μὲν ἱππεῖς αὐτοῖς μόνοις δορατίοις τε καὶ ξίφεσιν εἰώθασι χρῆσθαι, οἱ δὲ τοξόται πεζοί τε ὄντες καὶ πρὸς τῶν ὁπλιτῶν καλυπτόμενοι ἐς μάχην καθίστανται.