διὸ δὴ καὶ Βιβάριον τοῦτο ὠνόμασται· οὕτω γὰρ Ῥωμαῖοι καλοῦσι τὸν χῶρον οὗ ἂν τῶν ζῴων τὰ μὴ χειροήθη τρέφεσθαι εἴωθεν. Οὐίττιγις μὲν οὖν μηχανάς τε ἄλλας ἄλλῃ τοῦ τείχους ἡτοίμαζε καὶ ὀρύσσειν τὸ ἔξω τείχισμα τοὺς Γότθους ἐκέλευεν, οἰόμενος, ἢν τούτου ἐντὸς γένωνται, πόνῳ οὐδενὶ τοῦ τείχους κρατήσειν, ὅπερ οὐδαμῆ ἐχυρὸν ξυνηπίστατο εἶναι.Βελισάριος δὲ ὁρῶν τοὺς πολεμίους τό τε Βιβάριον διορύσσοντας καὶ πολλαχῆ τοῦ περιβόλου προσβάλλοντας, οὔτε ἀμύνειν τοὺς στρατιώτας οὔτε ἐν ταῖς ἐπάλξεσι μένειν, ὅτι μὴ λίαν ὀλίγους, εἴα, καίπερ ἅπαν ξὺν αὑτῷ ἔχων εἴ τι ἐν τῷ στρατοπέδῳ λόγιμον ἦν.κάτω δὲ ἅπαντας ἀμφὶ τὰς πύλας ἐν παρασκευῇ εἶχε τεθωρακισμένους τε καὶ ξίφη μόνα ἐν χερσὶ φέροντας. ἐπεὶ δὲ οἱ Γότθοι, διελόντες τὸν τοῖχον, ἐντὸς Βιβαρίου ἐγένοντο, Κυπριανὸν ξὺν ἄλλοις τισὶ κατὰ τάχος ἐπ’ αὐτοὺς ἐσβιβάσας ἔργου ἐκέλευεν ἔχεσθαι.καὶ οἱ μὲν τοὺς ἐσπεπτωκότας ἅπαντας ἔκτεινον, οὔτε ἀμυνομένους καὶ ὑπὸ σφῶν αὐτῶν διαφθειρομένους ἐν τῇ ἐς τὴν ἔξοδον στενοχωρίᾳ.τῶν δὲ πολεμίων τῷ ἀπροσδοκήτῳ καταπλαγέντων καὶ οὐκ ἐν τάξει συντεταγμένων, ἀλλὰ ἄλλου ἄλλῃ φερομένου, τοῦ περιβόλου τὰς πύλας ἀνακλίνας ἐξαπιναίως ἅπαν ἐπὶ τοὺς ἐναντίους ἠφίει τὸ στράτευμα.καὶ οἱ μὲν Γότθοι ἐς ἀλκὴν ἥκιστα ἔβλεπον, ἀλλ’ ἐς φυγήν, ὅπη ἕκαστος ἔτυχεν, ὥρμηντο· ἐπισπόμενοι δὲ Ῥωμαῖοι τοὺς ἀεὶ ἐν ποσὶ ῥᾷστα ἔκτεινον, ἥ τε δίωξις πολλὴ γέγονεν, ἐπεὶ οἱ Γότθοι μακρὰν ἀπολελειμμένοι τῶν σφετέρων χαρακωμάτων τῇδε ἐτειχομάχουν.Βελισάριος δὲ τὰς τῶν πολεμίων μηχανὰς καίειν ἐκέλευεν, ἐπὶ πλεῖστόν τε ἡ φλὸξ αἰρομένη μείζονα τὴν ἔκπληξιν, ὡς τὸ εἰκός, τοῖς φεύγουσιν ἐποίει.Ἐν τούτῳ δὲ καὶ κατὰ πύλην Σαλαρίαν ξυμπεσεῖν τὴν ὁμοίαν τύχην ξυνέβη. τάς τε γὰρ πύλας ἐξαπιναίως ἀνέῳγον καὶ ἐς τοὺς βαρβάρους ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπιπτον, τούτους τε οὐκ ἀμυνομένους, ἀλλὰ τὰ νῶτα στρέψαντας ἔκτεινον,καὶ τὰ κατ’ αὐτοὺς μηχανήματα ἔκαιον. καὶ ἣ τε φλὸξ πολλαχῆ τοῦ τείχους ἐπὶ μέγα ἤρθη ἥ τε τῶν Γότθων ὑπαγωγὴ κατὰ κράτος ἤδη ἐκ παντὸς τοῦ περιβόλου ἐγίνετο, καὶ ἡ κραυγὴ ἀμφοτέρωθεν ὑπερφυὴς ἦν, τῶν μὲν ἐν τῷ τείχει τοῖς διώκουσιν ἐγκελευομένων, τῶν δὲ ἐν τοῖς χαρακώμασι τὴν τοῦ πάθους ὑπερβολὴν ὀδυρομένων.ἀπέθανον δὲ Γότθων ἐκείνῃ τῇ ἡμέρᾳ τρισμύριοι, ὡς αὐτῶν οἱ ἄρχοντες ἰσχυρίζοντο, καὶ τραυματίαι πλείους ἐγένοντο· ἅτε γὰρ ἐν πλήθει πολλῷ οἵ τε ἀπὸ τῶν ἐπάλξεων τὰ πλεῖστα ἐτύγχανον εἰς αὐτοὺς βάλλοντες καὶ οἱ τὰς ἐπεκδρομὰς ποιούμενοι πάμπολύ τι χρῆμα καταπεπληγμένων τε καὶ φευγόντων ἀνθρώπων διέφθειρον.ἥ τε τειχομαχία πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς δείλην ὀψίαν. ταύτην μὲν οὖν τὴν νύκτα ηὐλίσαντο ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐν τῷ περιβόλῳ παιανίζοντες καὶ Βελισάριον ἐν εὐφημίαις ποιούμενοι καὶ τὰ τῶν νεκρῶν σκυλεύματα ἔχοντες, Γότθοι δὲ τούς τε τραυματίας σφῶν θεραπεύοντες καὶ τοὺς τελευτήσαντας ὀδυρόμενοι.Βελισάριός τε γράμματα βασιλεῖ ἔγραψεν· ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὥσπερ ἐκέλευες, χώραν τε αὐτῆς περιβεβλημένοι πολλὴν καὶ Ῥώμην κατελάβομεν, ἀπωσάμενοι τοὺς ταύτῃ βαρβάρους, ὧνπερ ἔναγχος τὸν ἄρχοντα Λεύδεριν ἐς ὑμᾶς ἔπεμψα.συμβέβηκε δὲ ἡμῖν τῶν στρατιωτῶν πλῆθος ἔν τε Σικελίᾳ καὶ Ἰταλίᾳ ἐπὶ φυλακῇ τῶν ὀχυρωμάτων καταστησαμένοις ὧνπερ δυνατοὶ κατακεκρατηκέναι γεγόναμεν, τὸ στράτευμα ἐς πεντακισχιλίους ἀπολελεῖφθαι.οἱ δὲ πολέμιοι ἥκουσιν ἐφ’ ἡμᾶς ἐς μυριάδας πεντεκαίδεκα συνειλεγμένοι. καὶ πρῶτον μὲν ἡμῖν ἐπὶ κατασκοπῇ τῶν ἀνδρῶν γενομένοις παρὰ Τίβεριν ποταμόν, ἠναγκασμένοις τε παρὰ γνώμην αὐτοῖς ἐς χεῖρας ἐλθεῖν, μικροῦ κατακεχῶσθαι δοράτων συμβέβηκε πλήθει.ἔπειτα δὲ τειχομαχήσαντες οἱ βάρβαροι παντὶ τῷ στρατῷ καὶ μηχαναῖς τισι προσβαλόντες πανταχόσε τοῦ τείχους, ὀλίγου ἐδέησαν ἡμᾶς τε αὐτοβοεὶ καὶ τὴν πόλιν ἑλεῖν, εἰ μή τις ἡμᾶς ἀνήρπασε τύχη.τὰ γὰρ τῶν πραγμάτων νικῶντα τὴν φύσιν οὐκ ἂν εἰκότως ἐς ἀνδρῶν ἀρετήν, ἀλλ’ ἐς τὸ κρεῖσσον, ἀναφέρεσθαι πρέποι.τὰ μὲν οὖν ἄχρι τοῦδε ἡμῖν πεπραγμένα, εἴτε τύχῃ τινὶ εἴτε ἀρετῇ, ὡς ἄριστα ἔχει· τὰ δὲ ἐνθένδε βουλοίμην ἂν ἀμείνω τοῖς πράγμασι τοῖς σοῖς ἔσεσθαι.ὅσα μέντοι προσήκει ἐμέ τε εἰπεῖν καὶ ὑμᾶς πρᾶξαι, οὐ μήποτε ἀποκρύψομαι, ἐκεῖνο εἰδώς, ὡς πρόεισι μὲν τὰ ἀνθρώπινα ὅπη ἂν βουλομένῳ τῷ θεῷ εἴη, οἱ δὲ τῶν ἔργων ἁπάντων προστάται ἐκ τῶν σφίσιν αὐτοῖς πεπραγμένων τὰς αἰτίας ἢ τοὺς ἐπαίνους ἐς ἀεὶ φέρονται.οὐκοῦν ὅπλα τε καὶ στρατιῶται στελλέσθων ἐς ἡμᾶς τοσοῦτοι τὸ πλῆθος ὥστε τοῖς πολεμίοις ἡμᾶς τὸ λοιπὸν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς πόλεμον τόνδε καθίστασθαι.οὐ γὰρ ἅπαντα χρεὼν πιστεύειν τῇ τύχῃ, ἐπεὶ οὐδὲ ὁμοίως ἐς πάντα τὸν χρόνον φέρεσθαι πέφυκεν. ἀλλὰ σέ, ὦ βασιλεῦ, ἐκεῖνο εἰσίτω, ὡς ἢν νῦν ἡμῶν οἱ βάρβαροι περιέσονται, Ἰταλίας τε τῆς σῆς ἐκπεσούμεθα καὶ προσαποβαλοῦμεν τὸ στράτευμα, καὶ προσέσται ἡμῖν τοσαύτη τις οὖσα ἡ ὑπὲρ τῶν πεπραγμένων αἰσχύνη.