θύρας δὲ προβεβλημένοι ἐβάδιζον, οὐδὲν ἐλασσουμένας τῶν ἐν Πέρσαις θυρεῶν, καὶ ἔλαθόν γε τοὺς ἐναντίους ἀγχοτάτω αὐτῶν ἥκοντες.ὑπὸ γὰρ τῇ στοᾷ κρυπτόμενοι ἦλθον ἣ ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν διήκει. ἐνθένδε φανέντες ἐξαπιναίως ἔργου εἴχοντο, ὡς μήτε τῇ καλουμένῃ βαλλίστρᾳ χρῆσθαι τοὺς φύλακας οἵους τε εἶναι ʽοὐ γὰρ πέμπουσιν ὅτι μὴ ἐξ ἐναντίας αἱ μηχαναὶ αὗται τὰ βέλἠ οὐ μὴν οὐδὲ τοῖς τοξεύμασι τοὺς ἐπιόντας ἀμύνεσθαι, τοῦ πράγματος σφίσι διὰ τὰς θύρας ἀντιστατοῦντος.ἐπεὶ δὲ καρτερῶς τε οἱ Γότθοι ἐνέκειντο, βάλλοντες συχνὰ ἐς τὰς ἐπάλξεις, καὶ τὰς κλίμακας ἤδη προσθήσειν τῷ τειχίσματι ἔμελλον, κυκλώσαντες σχεδόν τι τοὺς ἐκ τοῦ τάφου ἀμυνομένους, ἀεὶ γὰρ αὐτοῖς, εἰ χωρήσειαν, κατὰ νώτου ἐκ τῶν πλαγίων ἐγίνοντο, χρόνον μέν τινα ὀλίγον ἔκπληξις τοῖς Ῥωμαίοις ἐγένετο οὐκ ἔχουσι καθ’ ὅ τι χρὴ ἀμυνομένους σωθῆναι, μετὰ δὲ ξυμφρονήσαντες τῶν ἀγαλμάτων τὰ πλεῖστα, μεγάλα λίαν ὄντα, διέφθειρον, αἴροντές τε λίθους περιπληθεῖς ἐνθένδε χερσὶν ἀμφοτέραις κατὰ κορυφὴν ἐπὶ τοὺς πολεμίους ἐρρίπτουν, οἱ δὲ βαλλόμενοι ἐνεδίδοσαν.κατὰ βραχύ τε αὐτῶν ὑποχωρούντων, τὸ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες, ἐθάρσησάν τε καὶ ξὺν βοῇ μείζονι τόξοις τε καὶ λίθων βολαῖς τοὺς τειχομαχοῦντας ἠμύνοντο.καὶ τῶν μηχανῶν ἁψάμενοι ἐς δέος μέγα τοὺς ἐναντίους ἦγον, ἥ τε προσβολὴ αὐτῶν δι’ ὀλίγου ἐγένετο.παρῆν δὲ ἤδη καὶ Κωνσταντῖνος δεδιξάμενός τε τοὺς τοῦ ποταμοῦ ἀποπειρασαμένους καὶ ῥᾳδίως ὠσάμενος, ἐπεὶ οὐ παντάπασιν ἀφύλακτον, ὥσπερ ᾤοντο, τὸ ἐκείνῃ τείχισμα εὗρον. οὕτω τε ἐν τῷ ἀσφαλεῖ τὰ ἀμφὶ πύλην Αὐρηλίαν ἐγένετο.Ἐς μέντοι πύλην τὴν ὑπὲρ ποταμὸν Τίβεριν, ἣ Παγκρατιανὴ καλεῖται, δύναμις τῶν πολεμίων ἐλθοῦσα οὐδὲν ὅ τι καὶ ἄξιον λόγου ἔδρασε, χωρίου ἰσχύϊ· ἀνάντης τε γὰρ καὶ πρὸς τὰς ἐφόδους οὐκ εὐπετὴς ταύτῃ ὁ τῆς πόλεως περίβολός ἐστι.Παῦλος ἐνταῦθα φυλακὴν εἶχε, ξὺν καταλόγῳ πεζικῷ οὗ αὐτὸς ἦρχεν. οὐ μὴν οὐδὲ πύλης Φλαμινίας ἀπεπειράσαντο, ἐπεὶ ἐν χώρῳ κρημνώδει κειμένη οὐ λίαν ἐστὶν εὐπρόσοδος.οἱ Ῥῆγες ἐνταῦθα, πεζικὸν τέλος, ἐφύλασσον καὶ Οὐρσικῖνος, ὃς αὐτῶν ἦρχε. ταύτης δὲ μεταξὺ τῆς πύλης καὶ τῆς ἐν δεξιᾷ ἐχομένης πυλίδος, ἣ Πιγκιανὴ ὀνομάζεται, μοῖρά τις τοῦ περιβόλου δίχα τὸ παλαιὸν ἀπὸ ταὐτομάτου διαιρεθεῖσα, οὐκ ἐξ ἐδάφους μέντοι, ἀλλ’ ὅσον ἐκ μήκους τοῦ ἡμίσεος, οὐκ ἔπεσε μὲν οὐδὲ ἄλλως διεφθάρη, ἐκλίθη δὲ οὕτως ἐφ’ ἑκάτερα, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἄλλου τείχους, τὸ δὲ ἐντὸς φαίνεσθαι.καὶ ἀπ’ αὐτοῦ Περίβολον Διερρωγότα Ῥωμαῖοι τῇ σφετέρᾳ γλώσσῃ ἐκ παλαιοῦ καλοῦσι τὸν χῶρον.τοῦτο δὲ τὸ μέρος καθελεῖν τε καὶ ἀνοικοδομήσασθαι Βελισάριον κατ’ ἀρχὰς ἐγχειροῦντα ἐκώλυον Ῥωμαῖοι, Πέτρον σφίσι τὸν ἀπόστολον ὑποσχέσθαι ἰσχυριζόμενοι αὑτῷ μελήσειν τοῦ ἐνταῦθα φυλακτηρίου. τοῦτον δὲ τὸν ἀπόστολον σέβονται Ῥωμαῖοι καὶ τεθήπασι πάντων μάλιστα.ἀπέβη τε αὐτοῖς ἅπαντα ἐν τῷδε τῷ χωρίῳ ᾗ διενοοῦντο καὶ προσεδόκων. οὐδὲ γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, οὐ μὴν οὐδὲ ἐς τὸν ἅπαντα χρόνον καθ’ ὃν Γότθοι Ῥώμην ἐπολιόρκουν, οὔτε πολεμίων τις δύναμις ἐνταῦθα ἀφίκετο οὔτε τινὰ ταραχὴν γενέσθαι ξυνέβη.καὶ ἐθαυμάζομέν γε ὅτι οὐδὲ ἐς μνήμην ἡμετέραν ἢ τῶν πολεμίων αὕτη τοῦ περιβόλου ἡ μοῖρα παρὰ πάντα τὸν χρόνον ἦλθεν, οὔτε τειχομαχούντων οὔτε νύκτωρ ἐπιβουλευόντων τῷ τείχει, οἷα πολλὰ ἐνεχείρησαν.διὸ δὴ οὐδὲ ὕστερόν τις ἀνοικοδομήσασθαι τοῦτο ἐτόλμησεν, ἀλλ’ ἐς ἡμέραν τήνδε οὕτω τὸ ἐκείνῃ διῄρηται τεῖχος. ταῦτα μὲν οὖν ὧδέ πη ἔσχεν.Ἐν δὲ Σαλαρίᾳ πύλῃ Γότθος ἀνὴρ εὐμήκης τε καὶ ἀγαθὸς τὰ πολέμια θώρακά τε ἐνδιδυσκόμενος καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, ὤν τε οὐκ ἀφανὴς ἐν τῷ Γότθων ἔθνει, οὐκ ἐν τάξει ξὺν τοῖς ἄλλοις ἔμεινεν, ἀλλ’ ἐπὶ δένδρου ἱστάμενος ἔβαλλε συχνὰ ἐς τὰς ἐπάλξεις.τοῦτον δὲ τὸν ἄνδρα μηχανὴ ἐν πύργῳ κατὰ μέρος τὸ λαιὸν οὖσα τύχῃ τινὶ ἔβαλε.διαβὰν δὲ τόν τε θώρακα καὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸ βέλος ὑπὲρ ἥμισυ ἐς τὸ δένδρον ἔδυ, ἐνέρσει τε αὐτοῦ τὸν ἄνδρα ξυνδῆσαν νεκρὸν ἤρτησεν.ὅπερ ἐπεὶ οἱ Γότθοι κατεῖδον, κατορρωδήσαντες καὶ βελῶν ἔξω γενόμενοι ἔμενον μὲν ἔτι ἐν τάξει, τοὺς δὲ ἐν τῷ τείχει οὐκέτι ἐλύπουν.Βέσσας δὲ καὶ Περάνιος, Οὐιττίγιδος ἐν Βιβαρίῳ ἰσχυρότατα ἐγκειμένου σφίσι, Βελισάριον μετεπέμποντο. ὁ δὲ δείσας περὶ τῷ ἐνταῦθα τείχει ʽἦν γὰρ ταύτῃ ἐπιμαχώτατον, ὥσπερ εἴρηταἰ κατὰ τάχος ἐβοήθει αὐτός, τῶν τινα ἐπιτηδείων λιπὼν ἐν Σαλαρίᾳ.καὶ τοὺς στρατιώτας εὑρὼν ἐν Βιβαρίῳ τὴν προσβολὴν τῶν ἐναντίων πεφοβημένους, μεγάλην τε οὖσαν καὶ πολυάνθρωπον, ὑπερφρονεῖν τε τῶν πολεμίων ἐκέλευε καὶ ἐπὶ τὸ θαρσεῖν ἀντικαθίστη.ἦν δὲ ὁ ταύτῃ χῶρος ὁμαλὸς κομιδῆ καὶ ἀπ’ αὐτοῦ ταῖς ἐφόδοις τῶν προσιόντων ἐκκείμενος. τύχῃ τέ τινι τὸ ἐκείνῃ τεῖχος οὕτως ἐπὶ πλεῖστον διερρυήκει ὡς τῶν πλίνθων μὴ λίαν τὴν ξυνθήκην ξυνίστασθαι.τείχισμα δὲ ἄλλο βραχὺ περιέβαλλον ἔξωθεν αὐτῷ οἱ πάλαι Ῥωμαῖοι, οὐκ ἀσφαλείας τινὸς ἕνεκα ʽοὐ γὰρ οὖν οὐδὲ πύργων ὀχύρωμα εἶχεν, οὐ μὴν οὐδὲ ἐπάλξεις τινὲς ἐνταῦθα πεποίηντο οὐδέ τι ἄλλο ὅθεν ἂν καὶ ἀπώσασθαι οἷόν τε ἦν τὴν ἐς τὸν περίβολον ἐπιβουλὴν τῶν πολεμίων̓, ἀλλὰ τρυφῆς τινος οὐκ εὐπρεποῦς χάριν, ὅπως δὴ λέοντάς τε καὶ τἄλλα θηρία καθείρξαντες ἐνταῦθα τηροῖεν.