Ῥώμην μέντοι ἑλόντες ἡμεῖς τῶν ἀλλοτρίων οὐδὲν ἔχομεν, ἀλλ’ ὑμεῖς ταύτης τὰ πρότερα ἐπιβατεύσαντες, οὐδὲν ὑμῖν προσῆκον, νῦν οὐχ ἑκόντες τοῖς πάλαι κεκτημένοις ἀπέδοτε.ὅστις δὲ ὑμῶν Ῥώμης ἐλπίδα ἔχει ἀμαχητὶ ἐπιβήσεσθαι, γνώμης ἁμαρτάνει. ζῶντα γὰρ Βελισάριον μεθήσεσθαι ταύτης ἀδύνατον.” τοσαῦτα μὲν καὶ Βελισάριος εἶπε.Ῥωμαῖοι δὲ ἐν δέει μεγάλῳ γενόμενοι ἡσυχῆ ἐκάθηντο, καὶ οὐδὲν τοῖς πρέσβεσιν ἀντιλέγειν ἐτόλμων, καίπερ ἐπὶ τῇ ἐς Γότθους προδοσίᾳ πολλὰ πρὸς αὐτῶν κακιζόμενοι, πλήν γε δὴ ὅτι Φιδέλιος αὐτοὺς ἐρεσχελεῖν ἔγνω.ὃς τότε τῆς αὐλῆς ὕπαρχος καταστὰς πρὸς Βελισαρίου ἐτύγχανε, καὶ ἀπ’ αὐτοῦ πάντων μάλιστα ἔδοξε βασιλεῖ εὐνοϊκῶς ἔχειν.Οὕτω μὲν δὴ οἱ πρέσβεις ἐς τὸ σφέτερον στρατόπεδον ἐκομίζοντο. καὶ ἐπεὶ αὐτῶν Οὐίττιγις ἐπυνθάνετο ὁποῖός τε ἀνὴρ Βελισάριος εἴη καὶ γνώμης ὅπως ποτὲ ἀμφὶ τῇ ἐνθένδε ἀναχωρήσει ἔχοι, ἀπεκρίναντο ὡς οὐκ εἰκότα Γότθοι ἐλπίζουσι, δεδίξεσθαι Βελισάριον ὅτῳ δὴ τρόπῳ οἰόμενοι.Οὐίττιγις δὲ ταῦτα ἀκούσας τειχομαχεῖν τε πολλῇ σπουδῇ ἐβουλεύετο καὶ τὰ ἐς τὴν τοῦ περιβόλου ἐπιβουλὴν ἐξηρτύετο ὧδε.πύργους ξυλίνους ἐποιήσατο ἴσους τῷ τείχει τῶν πολεμίων, καὶ ἔτυχέ γε τοῦ ἀληθοῦς μέτρου πολλάκις ξυμμετρησάμενος ταῖς τῶν λίθων ἐπιβολαῖς.τούτοις δὲ τοῖς πύργοις τροχοὶ ἐς τὴν βάσιν ἐμβεβλημένοι πρὸς γωνίᾳ ἑκάστῃ ὑπέκειντο, οἳ δὴ αὐτοὺς κυλινδούμενοι ῥᾷστα περιάξειν ἔμελλον ὅπη οἱ τειχομαχοῦντες ἀεὶ βούλοιντο, καὶ βόες τοὺς πύργους ξυνδεδεμένοι εἷλκον.ἔπειτα δὲ κλίμακας πολλάς τε τὸ πλῆθος καὶ ἄχρι ἐς τὰς ἐπάλξεις ἐξικνουμένας ἡτοίμαζε καὶ μηχανὰς τέσσαρας αἳ κριοὶ καλοῦνται.ἔστι δὲ ἡ μηχανὴ τοιαύτη. κίονες ὀρθοὶ ξύλινοι τέσσαρες ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις ἑστᾶσι. τούτοις δὲ τοῖς κίοσι δοκοὺς ὀκτὼ ἐγκαρσίας ἐνείροντες τέσσαρας μὲν ἄνω, τοσαύτας δὲ πρὸς ταῖς βάσεσιν ἐναρμόζουσιν.οἰκίσκου τε σχῆμα τετραγώνου ἐργαζόμενοι προκάλυμμα πανταχόθεν ἀντὶ τοίχων τε καὶ τείχους διφθέρας αὐτῷ περιβάλλουσιν, ὅπως ἥ τε μηχανὴ τοῖς ἕλκουσιν ἐλαφρὰ εἴη καὶ οἱ ἔνδον ἐν ἀσφαλεῖ ὦσιν, ὡς πρὸς τῶν ἐναντίων ἥκιστα βάλλεσθαι.ἐντὸς δὲ αὐτῆς δοκὸν ἑτέραν ἄνωθεν ἐγκαρσίαν ἀρτήσαντες χαλαραῖς ταῖς ἁλύσεσι κατὰ μέσην μάλιστα τὴν μηχανὴν ἔχουσιν. ἧς δὴ ὀξεῖαν ποιούμενοι τὴν ἄκραν, σιδήρῳ πολλῷ καθάπερ ἀκίδα καλύπτουσι βέλους, ἢ καὶ τετράγωνον, ὥσπερ ἄκμονα, τὸν σίδηρον ποιοῦσι.καὶ τροχοῖς μὲν ἡ μηχανὴ τέσσαρσι πρὸς κίονι ἑκάστῳ κειμένοις ἐπῆρται, ἄνδρες δὲ αὐτὴν οὐχ ἧσσον ἢ κατὰ πεντήκοντα κινοῦσιν ἔνδοθεν.οἳ ἐπειδὰν αὐτὴν τῷ περιβόλῳ ἐρείσωσι, τὴν δοκὸν ἧς δὴ ἄρτι ἐμνήσθην μηχανῇ τινι στρέφοντες ὀπίσω ἀνέλκουσιν, αὖθίς τε αὐτὴν ξὺν ῥύμῃ πολλῇ ἐπὶ τὸ τεῖχος ἀφιᾶσιν.ἡ δὲ συχνὰ ἐμβαλλομένη κατασεῖσαί τε ὅπη προσπίπτοι καὶ διελεῖν ῥᾷστα οἵα τέ ἐστι, καὶ ἀπ’ αὐτοῦ τὴν ἐπωνυμίαν ταύτην ἡ μηχανὴ ἔχει, ἐπεὶ τῆς δοκοῦ ταύτης ἡ ἐμβολὴ προὔχουσα πλήσσειν ὅπου παρατύχοι, καθάπερ τῶν προβάτων τὰ ἄρρενα,εἴωθε. τῶν μὲν οὖν τειχομαχούντων οἱ κριοὶ τοιοίδε εἰσί.Γότθοι δὲ πάμπολύ τι φακέλλων χρῆμα ἔκ τε ξύλων καὶ καλάμων ποιησάμενοι ἐν παρασκευῇ εἶχον, ὅπως δὴ ἐς τὴν τάφρον ἐμβαλόντες ὁμαλόν τε τὸν χῶρον ἐργάσωνται καὶ ταύτῃ διαβαίνειν αἱ μηχαναὶ ἥκιστα εἴργωνται. οὕτω μὲν δὴ Γότθοι παρασκευασάμενοι τειχομαχεῖν ὥρμηντο.Βελισάριος δὲ μηχανὰς μὲν ἐς τοὺς πύργους ἐτίθετο ἃς καλοῦσι βαλλίστρας. τόξου δὲ σχῆμα ἔχουσιν αἱ μηχαναὶ αὗται, ἔνερθέν τε αὐτοῦ κοίλη τις ξυλίνη κεραία προὔχει, αὐτὴ μὲν χαλαρὰ ἠρτημένη, σιδηρᾷ δὲ εὐθείᾳ τινὶ ἐπικειμένη.ἐπειδὰν οὖν τοὺς πολεμίους ἐνθένδε βάλλειν ἐθέλουσιν ἄνθρωποι, βρόχου βραχέος ἐνέρσει τὰ ξύλα ἐς ἄλληλα νεύειν ποιοῦσιν ἃ δὴ τοῦ τόξου ἄκρα ξυμβαίνει εἶναι, τόν τε ἄτρακτον ἐν τῇ κοίλῃ κεραίᾳ τίθενται, τῶν ἄλλων βελῶν, ἅπερ ἐκ τῶν τόξων ἀφιᾶσι, μῆκος μὲν ἔχοντα ἥμισυ μάλιστα, εὖρος δὲ κατὰ τετραπλάσιον.πτεροῖς μέντοι οὐ τοῖς εἰωθόσιν ἐνέχεται, ἀλλὰ ξύλα λεπτὰ ἐς τῶν πτερῶν τὴν χώραν ἐνείροντες ὅλον ἀπομιμοῦνται τοῦ βέλους τὸ σχῆμα, μεγάλην αὐτῷ λίαν καὶ τοῦ πάχους κατὰ λόγον τὴν ἀκίδα ἐμβάλλοντες.σφίγγουσί τε σθένει πολλῷ οἱ ἀμφοτέρωθεν μηχαναῖς τισι, καὶ τότε ἡ κοίλη κεραία προϊοῦσα ἐκπίπτει μέν, ξὺν ῥύμῃ δὲ τοσαύτῃ ἐκπίπτει τὸ βέλος ὥστε ἐξικνεῖται μὲν οὐχ ἧσσον ἢ κατὰ δύο τῆς τοξείας βολάς, δένδρου δὲ ἢ λίθου ἐπιτυχὸν τέμνει ῥᾳδίως.τοιαύτη μὲν ἡ μηχανή ἐστιν ἐπὶ τοῦ ὀνόματος τούτου, ὅτι δὴ βάλλει ὡς μάλιστα, ἐπικληθεῖσα. ἑτέρας δὲ μηχανὰς ἐπήξαντο ἐν ταῖς τοῦ περιβόλου ἐπάλξεσιν ἐς λίθων βολὰς ἐπιτηδείας.σφενδόνῃ δὲ αὗταί εἰσιν ἐμφερεῖς καὶ ὄναγροι ἐπικαλοῦνται. ἐν δὲ ταῖς πύλαις λύκους ἔξω ἐπετίθεντο, οὓς δὴ ποιοῦσι τρόπῳ τοιῷδε.δοκοὺς δύο ἱστᾶσιν ἐκ γῆς ἄχρι καὶ ἐς τὰς ἐπάλξεις ἐξικνουμένας, ξύλα τε εἰργασμένα ἐπ’ ἄλληλα θέμενοι τὰ μὲν ὀρθά, τὰ δὲ ἐγκάρσια ἐναρμόζουσιν, ὡς τῶν ἐνέρσεων τὰ ἐν μέσῳ εἰς ἄλληλα τρυπήματα φαίνεσθαι.