ξυλλεγέντες τε, ὅσοι δὴ ἐν αὐτοῖς λόγιμοι ἦσαν, καὶ παρὰ τὴν Ἀμαλασοῦνθαν ἐλθόντες ᾐτιῶντο οὐκ ὀρθῶς σφίσιν οὐδὲ ᾗ ξυμφέρει τὸν βασιλέα παιδεύεσθαι.γράμματά τε γὰρ παρὰ πολὺ κεχωρίσθαι ἀνδρίας, καὶ διδασκαλίας γερόντων ἀνθρώπων ἔς τε τὸ δειλὸν καὶ ταπεινὸν ἀποκρίνεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον.δεῖν τοίνυν τὸν ἔν τινι ἔργῳ τολμητήν τε καὶ δόξῃ μέγαν ἐσόμενον, φόβου τοῦ ἐκ διδασκάλων ἀπαλλαγέντα, τὰς ἐν τοῖς ὅπλοις μελέτας ποιεῖσθαι.ἔλεγον δὲ ὡς οὐδὲ Θευδέριχός ποτε Γότθων τινὰς τοὺς παῖδας ἐς γραμματιστοῦ πέμπειν ἐῴη·λέγειν γὰρ ἅπασιν ὡς, ἤνπερ αὐτοῖς τὸ ἀπὸ τοῦ σκύτους ἐπιγένηται δέος, οὐ μήποτε ξίφους ἢ δορατίου ὑπερφρονεῖν ἀξιώσουσιν.ἐννοεῖν τε αὐτὴν ἐδικαίουν ὡς ἄρα οἱ ὁ πατὴρ Θευδέριχος χώρας τε τοσαύτης κύριος γεγονὼς καὶ βασιλείαν οὐδαμόθεν αὐτῷ προσήκουσαν περιβαλλόμενος τελευτήσειε, καίπερ γραμμάτων οὐδὲ ὅσον ἀκοὴν ἔχων.“Οὐκοῦν, ὦ δέσποινα,” ἔφασαν, “παιδαγωγοὺς μὲν τούτους χαίρειν τανῦν ἔα, σὺ δὲ Ἀταλαρίχῳ ὁμοδιαίτους ἥλικάς τινας δίδου, οἵπερ αὐτὸν τὰ ἐς τὴν ἡλικίαν ξυνακμάζοντες ἐς τὴν ἀρετὴν κατά γε τὸν βάρβαρον νόμον ὁρμήσουσι.”Ταῦτα ἐπεὶ ἤκουσεν Ἀμαλασοῦνθα, οὐκ ἐπῄνεσε μέν, δείσασα δὲ τὴν τῶν ἀνθρώπων ἐπιβουλήν, δόκησίν τε παρείχετο ὡς πρὸς ἡδονῆς αὐτῇ οἱ λόγοι ἐγίνοντο, καὶ ξυνεχώρει ἅπαντα ὅσων οἱ βάρβαροι αὐτῆς ἔχρῃζον.τῶν τε γερόντων Ἀταλάριχον ἐκλελοιπότων παῖδες αὐτῷ τινες ξυνῆσαν κοινωνοὶ τῆς διαίτης ἐσόμενοι, οὔπω μὲν ἡβηκότες, χρόνῳ δὲ οὐ πολλῷ προτερεύοντες, οἵπερ αὐτόν, ἐπειδὴ τάχιστα ἐς ἥβην ἦλθεν, ἔς τε μέθην καὶ γυναικῶν μίξεις παρακαλοῦντες, κακοήθη τε διαφερόντως εἶναι καὶ τῇ μητρὶ ὑπὸ ἀβελτερίας ἀπειθέστερον κατεστήσαντο.ὥστε οὐδὲ μεταποιεῖσθαι αὐτῆς τὸ παράπαν ἠξίου, καίπερ τῶν βαρβάρων ἐκ τοῦ ἐμφανοῦς ἐπ’ αὐτὴν ἤδη ξυνισταμένων, οἵ γε καὶ τῶν βασιλείων ἀναχωρεῖν τὴν ἄνθρωπον ἀνέδην ἐκέλευον.Ἀμαλασοῦνθα δὲ οὔτε κατωρρώδησε τὴν τῶν Γότθων ἐπιβουλὴν οὔτε οἷα γυνὴ ἐμαλθακίσθη, ἀλλ’ ἔτι τὸ βασιλικὸν ἀξίωμα ἐνδεικνυμένη, τρεῖς ἀπολέξασα τοὺς ἐν τοῖς βαρβάροις λογιμωτάτους τε καὶ αὐτῇ αἰτιωτάτους τῆς στάσεως, ἐκέλευεν ἐς τὰς τῆς Ἰταλίας ἐσχατιὰς ἰέναι, οὐχ ἅμα μέντοι, ἀλλ’ ὡς πορρωτάτω ἀλλήλων· τῷ δὲ λόγῳ ἐστέλλοντο ἐφ’ ᾧ τὴν χώραν φυλάξωσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου.ἀλλ’ οὐδέν τι ἧσσον οἱ ἄνδρες οὗτοι διά τε τῶν φίλων καὶ τῶν ξυγγενῶν ʽξυνῄεσαν γὰρ ἔτι καὶ μακρὰν ὁδὸν πορευόμενοι ἐς αὐτοὺς ἅπαντεσ̓ Ἀμαλασούνθῃ τὰ ἐς τὴν ἐπιβουλὴν ἐξηρτύοντο. Ἅπερ οὐκέτι φέρειν ἡ γυνὴ οἵα τε οὖσα ἐπενόει τοιάδε.πέμψασα ἐς Βυζάντιον Ἰουστινιανοῦ βασιλέως ἀνεπυνθάνετο εἴπερ αὐτῷ βουλομένῳ εἴη Ἀμαλασοῦνθαν τὴν Θευδερίχου παρ’ αὐτὸν ἥκειν· βούλεσθαι γὰρ αὐτὴν ἐξ Ἰταλίας ἀπαλλάσσεσθαι ὅτι τάχιστα.βασιλεὺς δὲ τῷ λόγῳ ἡσθεὶς ἐλθεῖν τε τὴν γυναῖκα ἐκέλευε καὶ τῶν Ἐπιδάμνου οἴκων τὸν κάλλιστον ἐν παρασκευῇ ἐπέστελλε γενέσθαι, ὅπως ἐπειδὰν Ἀμαλασοῦνθα ἐνταῦθα ἴοι, καταλύοι τε αὐτόσε καὶ χρόνον διατρίψασα ὅσον ἂν αὐτῇ βουλομένῃ εἴη, οὕτω δὴ κομίζηται ἐς Βυζάντιον.ταῦτα ἐπεὶ Ἀμαλασοῦνθα ἔγνω, ἄνδρας ἀπολέξασα Γότθους, δραστηρίους τε καὶ αὐτῇ ἐς τὰ μάλιστα ἐπιτηδείους, ἔστελλεν ἐφ’ ᾧ τοὺς τρεῖς ἀποκτενοῦσιν ὧν ἄρτι ἐμνήσθην, ἅτε τῆς στάσεως αἰτιωτάτους αὐτῇ γενομένους.αὐτὴ δὲ ἄλλα τε χρήματα καὶ τετρακόσια Χρυσοῦ κεντηνάρια ἐν νηὶ μιᾷ ἐνθεμένη, ἐς ταύτην τε ἐμβιβάσασα τῶν οἱ πιστοτάτων τινάς, πλεῖν μὲν ἐκέλευσεν εἰς Ἐπίδαμνον, ἀφικομένους δὲ ὁρμίζεσθαι μὲν ἐν τῷ ταύτης λιμένι, τῶν δὲ φορτίων, ἕως αὐτὴ ἐπιστέλλοι,μηδ’ ὁτιοῦν ἐκφορεῖν τῆς νεώς. ἔπρασσε δὲ ταῦτα, ὅπως, ἢν μὲν ἀπολωλέναι τοὺς τρεῖς πύθηται, μένοι τε αὐτοῦ καὶ τὴν ναῦν μεταπέμποιτο, οὐδὲν ἔτι ἔχουσα πρὸς τῶν ἐχθρῶν δέος· ἢν δὲ αὐτῶν τινα περιεῖναι ξυμβαίνῃ, οὐδεμιᾶς οἱ ἀγαθῆς ἀπολελειμμένης ἐλπίδος, πλέοι τε κατὰ τάχος καὶ ἐς γῆν τὴν βασιλέως ξὺν τοῖς χρήμασι διασώζοιτο.τοιαύτῃ μὲν γνώμῃ Ἀμαλασοῦνθα ἐς Ἐπίδαμνον τὴν ναῦν ἔπεμπε, καὶ ἐπεὶ ἀφίκετο ἐς τὸν Ἐπιδαμνίων λιμένα, οἱ τὰ χρήματα ἔχοντες τὰ ἐντεταλμένα ἐποίουν.ὀλίγῳ δὲ ὕστερον Ἀμαλασοῦνθα, τῶν φόνων οἱ ἐξειργασμένων ᾗπερ ἐβούλετο, τήν τε ναῦν μετεπέμπετο καὶ μένουσα ἐπὶ Ῥαβέννης τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο.Ἦν δέ τις ἐν Γότθοις Θευδάτος ὄνομα, τῆς Θευδερίχου ἀδελφῆς Ἀμαλαφρίδης υἱός, πόρρω που ἤδη ἡλικίας ἥκων, λόγων μὲν Λατίνων μεταλαχὼν καὶ δογμάτων Πλατωνικῶν, πολέμων δὲ ἀμελετήτως παντάπασιν ἔχων, μακράν τε ἀπολελειμμένος τοῦ δραστηρίου, ἐς μέντοι φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς.οὗτος ὁ Θευδάτος πλείστων μὲν τῶν ἐν Τούσκοις χωρίων κύριος ἐγεγόνει, βιαζόμενος δὲ καὶ τὰ λειπόμενα τοὺς κεκτημένους ἀφαιρεῖσθαι ἐν σπουδῇ εἶχε. γείτονα γὰρ ἔχειν συμφορά τις Θευδάτῳ ἐδόκει εἶναι.ταύτην αὐτῷ Ἀμαλασοῦνθα τὴν προθυμίαν ἀναστέλλειν ἠπείγετο, καὶ ἀπ’ αὐτοῦ ἤχθετό τε αὐτῇ ἐς ἀεὶ καὶ χαλεπῶς εἶχεν.ἐβουλεύετο οὖν Ἰουστινιανῷ βασιλεῖ Τουσκίαν ἐνδοῦναι, ἐφ’ ᾧ χρήματά τε πολλὰ καὶ βουλῆς πρὸς αὐτοῦ ἀξίωμα κομισάμενος ἐν Βυζαντίῳ τὸ λοιπὸν διατρίβοι.