δείσαντες οὖν οἱ βάρβαροι μὴ τὴν γέφυραν διαφθείραντες οἱ πολέμιοι, ἣ Μολιβίου ἐπώνυμός ἐστιν, ἄβατα σφίσι ποιήσωνται ἅπαντα ὅσα ἐκτὸς τοῦ ποταμοῦ ἐστι διήκοντα μέχρι ἐς θάλασσαν, καὶ ἀπ’ αὐτοῦ αἴσθησιν τῶν ἐν πολιορκίᾳ κακῶν ἥκιστα ἔχοιεν, χαράκωμα ἕβδομον Τιβέριδος ἐκτὸς ἐν Νέρωνος πεδίοις ἐπήξαντο, ὅπως σφίσιν ἡ γέφυρα τῶν στρατοπέδων ἐν μέσῳ εἴη.διὸ δὴ ἄλλας δύο τῆς πόλεως πύλας ἐνοχλεῖσθαι πρὸς τῶν πολεμίων ξυνέβαινε, τήν τε Αὐρηλίαν ʽἣ νῦν Πέτρου τοῦ τῶν Χριστοῦ ἀποστόλων κορυφαίου ἅτε που πλησίον κειμένου ἐπώνυμός ἐστἰ καὶ τὴν ὑπὲρ ποταμὸν Τίβεριν.οὕτω τε Γότθοι τῷ μὲν στρατοπέδῳ τὴν ἡμίσειαν μάλιστα περιεβάλλοντο τοῦ τείχους μοῖραν, ἅτε δὲ τῷ ποταμῷ οὐδαμῆ τὸ παράπαν εἰργόμενοι, ἐς ἅπαντα τὸν περίβολον κύκλῳ, ἡνίκα ἐβούλοντο, τῷ πολέμῳ ᾔεσαν.Ὅντινα δὲ τρόπον Ῥωμαῖοι τοῦ ποταμοῦ ἐφ’ ἑκάτερα τὸ τῆς πόλεως τεῖχος ἐδείμαντο ἐρῶν ἔρχομαι. πάλαι μὲν ὁ Τίβερις παραρρέων ἐπὶ πλεῖστον τοῦ περιβόλου ἐφέρετο τῇδε.ὁ δὲ χῶρος οὗτος, ἐφ’ οὗ ὁ περίβολος κατὰ τὸν ῥοῦν τοῦ ποταμοῦ ἀνέχει, ὕπτιός τε καὶ λίαν εὐέφοδός ἐστι.τούτου τε ἀντικρὺ τοῦ χώρου, ἐκτὸς τοῦ Τιβέριδος, λόφον τινὰ μέγαν ξυμβαίνει εἶναι, ἔνθα δὴ οἱ τῆς πόλεως μύλωνες ἐκ παλαιοῦ πάντες πεποίηνται, ἅτε ὕδατος ἐνταῦθα πολλοῦ διὰ μὲν ὀχετοῦ ἀγομένου ἐς τὴν τοῦ λόφου ὑπερβολήν, ἐς τὸ κάταντες δὲ ξὺν ῥύμῃ μεγάλῃ ἐνθένδε ἰόντος.διὸ δὴ οἱ πάλαι Ῥωμαῖοι τόν τε λόφον καὶ τὴν κατ’ αὐτὸν τοῦ ποταμοῦ ὄχθην τείχει περιβαλεῖν ἔγνωσαν, ὡς μήποτε τοῖς πολεμίοις δυνατὰ εἴη τούς τε μύλωνας διαφθεῖραι καὶ τὸν ποταμὸν διαβᾶσιν εὐπετῶς τῷ τῆς πόλεως περιβόλῳ ἐπιβουλεύειν.ζεύξαντες οὖν ταύτῃ τὸν ποταμὸν γεφύρᾳ, ξυνάπτειν τε τὸ τεῖχος ἔδοξαν καὶ οἰκίας συχνὰς ἐν χωρίῳ τῷ ἀντιπέρας δειμάμενοι μέσον τῆς πόλεως τὸ τοῦ Τιβέριδος πεποίηνται ῥεῦμα. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε.Γότθοι δὲ τάφρους τε βαθείας ἀμφὶ τὰ χαρακώματα ξύμπαντα ὤρυξαν, καὶ τὸν χοῦν ὃν ἐνθένδε ἀφείλοντο ξυννήσαντες ὑπὲρ τοίχου τοῦ ἔνδον, ὑψηλόν τε αὐτὸν ὡς μάλιστα ποιησάμενοι καὶ σκολόπων ὀξέων καθύπερθεν πάμπολύ τι χρῆμα πηξάμενοι, οὐδέν τι καταδεέστερον τῶν ἐν τοῖς φρουρίοις ὀχυρωμάτων τὰ στρατόπεδα πάντα εἰργάσαντο.καὶ χαρακώματος μὲν τοῦ ἐν Νέρωνος πεδίῳ Μαρκίας ἦρχεν ʽἤδη γὰρ ἐκ Γαλλιῶν ξὺν τοῖς ἑπομένοις ἀφῖκτο, ξὺν οἷς ἐνταῦθα ἐστρατοπέδευσἐ, τῶν δὲ δὴ ἄλλων Οὐίττιγις ἡγεῖτο ἕκτος αὐτός· ἄρχων γὰρ ἦν εἷς κατὰ χαράκωμα ἕκαστον.Γότθοι μὲν οὖν οὕτω ταξάμενοι διεῖλον τοὺς ὀχετοὺς ἅπαντας, ὅπως δὴ ὕδωρ ὡς ἥκιστα ἐς τὴν πόλιν ἐνθένδε εἰσίοι. Ῥώμης δὲ ὀχετοὶ τεσσαρεσκαίδεκα μὲν τὸ πλῆθός εἰσιν, ἐκ πλίνθου δὲ ὠπτημένης τοῖς πάλαι ἀνθρώποις πεποίηνται, ἐς τοσοῦτον εὔρους καὶ βάθους διήκοντες ὥστε ἀνθρώπῳ ἵππῳ ὀχουμένῳ ἐνταῦθα ἱππεύειν δυνατὰ εἶναι.Βελισάριος δὲ τὰ ἐς τὴν φυλακὴν τῆς πόλεως διεκόσμει ὧδε. πυλίδα μὲν αὐτὸς τὴν Πιγκιανὴν καὶ πύλην τὴν ταύτης ἐν δεξιᾷ εἶχεν,ἣ Σαλαρία ὠνόμασται. κατὰ ταύτας γὰρ ἐπίμαχος ἦν ὁ περίβολος, καὶ Ῥωμαίοις ἐξιτητὰ ἐπὶ τοὺς πολεμίους ὄντα ἐτύγχανε. Πραινεστίναν δὲ Βέσσᾳ ἔδωκε.καὶ τῇ Φλαμινίᾳ, ἣ Πιγκιανῆς ἐπὶ θάτερά ἐστι, Κωνσταντῖνον ἐπέστησε, τάς τε πύλας ἐπιθεὶς πρότερον, καὶ λίθων μεγάλων οἰκοδομίᾳ ἔνδοθεν αὐτὰς ἀποφράξας ὡς μάλιστα, ὅπως δὴ αὐτὰς μηδενὶ ἀνακλίνειν δυνατὰ εἴη.τῶν γὰρ χαρακωμάτων ἑνὸς ἀγχοτάτω ὄντος ἔδεισε μή τις ἐπὶ τῇ πόλει ἐνέδρα πρὸς τῶν πολεμίων ἐνταῦθα ἔσται.τὰς δὲ λειπομένας τῶν πεζικῶν καταλόγων τοὺς ἄρχοντας διαφυλάσσειν ἐκέλευε. τῶν τε ὀχετῶν ἕκαστον ὡς ἀσφαλέστατα οἰκοδομίᾳ ἐπὶ πλεῖστον κατέλαβε, μή τις ἔξωθεν κακουργήσων ἐνταῦθα ἴοι.Ἐπεὶ δὲ τῶν ὀχετῶν, καθάπερ μοι εἴρηται, διαιρεθέντων οὐκέτι τὰς μύλας τὸ ὕδωρ ἐνήργει, ζῴοις τέ τισιν ἐργάζεσθαι αὐτὰς οὐδαμῆ εἶχον, τροφῆς ἁπάσης ἅτε ἐν πολιορκίᾳ σπανίζοντες; οἵ γε καὶ ἵππων μόλις τῶν σφίσιν ἀναγκαίων ἐδύναντο ἐπιμελεῖσθαι, Βελισάριος ἐξεῦρε τόδε.ἔμπροσθεν τῆς γεφύρας ἧς ἄρτι πρὸς τῷ περιβόλῳ οὔσης ἐμνήσθην, σχοίνους ἀρτήσας ἐξ ἑκατέρας τοῦ ποταμοῦ ὄχθης ὡς ἄριστα ἐντεταμένας, ταύταις τε λέμβους δύο παρ’ ἀλλήλους ξυνδήσας, πόδας δύο ἀπ’ ἀλλήλων διέχοντας, ᾗ μάλιστα ἡ τῶν ὑδάτων ἐπιρροὴ ἐκ τοῦ τῆς γεφύρας κυρτώματος ἀκμάζουσα κατῄει, μύλας τε δύο ἐν λέμβῳ ἑκατέρῳ ἐνθέμενος ἐς τὸ μεταξὺ τὴν μηχανὴν ἀπεκρέμασεν ἣ τὰς μύλας στρέφειν εἰώθει.ἐπέκεινα δὲ ἄλλας τε ἀκάτους ἐχομένας τῶν ἀεὶ ὄπισθεν κατὰ λόγον ἐδέσμευε, καὶ τὰς μηχανὰς τρόπῳ τῷ αὐτῷ ἐπὶ πλεῖστον ἐνέβαλε.προϊούσης οὖν τῆς τοῦ ὕδατος ῥύμης αἱ μηχαναὶ ἐφεξῆς ἅπασαι ἐφ’ ἑαυτὰς καλινδούμεναι ἐνήργουν τε τὰς κατ’ αὐτὰς μύλας καὶ τῇ πόλει τὰ αὐτάρκη ἤλουν. ἃ δὴ οἱ πολέμιοι πρὸς τῶν αὐτομόλων γνόντες ἀφανίζουσι τὰς μηχανὰς τρόπῳ τοιῷδε.δένδρα μεγάλα καὶ σώματα Ῥωμαίων νεοσφαγῆ ἐς τὸν ποταμὸν συμφοροῦντες ἐρρίπτουν.τούτων τε τὰ πλεῖστα ξὺν τῷ ῥεύματι ἐς μέσα τὰ σκάφη φερόμενα τὴν μηχανὴν ἀπεκαύλιζε. Βελισάριος δὲ κατιδὼν τὰ ποιούμενα προσεπετεχνήσατο τάδε.