ἁλύσεις μακρὰς σιδηρᾶς πρὸ τῆς γεφύρας ἤρτησεν, ἐξικνουμένας ἐς Τίβεριν ὅλον. αἷς δὴ προσπίπτοντα ξύμπαντα ὅσα ὁ ποταμὸς ἔφερε, ξυνίστατό τε καὶ οὐκέτι ἐς τὰ πρόσω ἐχώρει.ταῦτά τε ἀνέλκοντες ἀεὶ οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο εἰς τὴν γῆν ἔφερον. ταῦτα δὲ Βελισάριος ἐποίει οὐ τοσοῦτον τῶν μυλῶν ἕνεκα ὅσον ὅτι ἐνθένδε ἐς δέος τε καὶ ἔννοιαν ἦλθε μὴ λάθωσιν ἀκάτοις πολλαῖς οἱ πολέμιοι ἐντὸς τῆς γεφύρας καὶ ἐν μέσῃ πόλει γενόμενοι.οὕτω τε οἱ βάρβαροι τῆς πείρας, ἐπεὶ οὐδὲν σφίσι ταύτῃ προὐχώρει, ἀπέσχοντο. καὶ τὸ λοιπὸν Ῥωμαῖοι τούτοις μὲν τοῖς μύλωσιν ἐχρῶντο, τῶν δὲ βαλανείων τοῦ ὕδατος τῇ ἀπορίᾳ παντάπασιν ἀπεκέκλειντο.ὕδωρ μέντοι ὅσον πιεῖν διαρκὲς εἶχον, ἐπεὶ καὶ τοῖς τοῦ ποταμοῦ ἑκαστάτω οἰκοῦσι παρῆν ἐκ φρεάτων ὑδρεύεσθαι.ἐς δὲ τοὺς ὑπονόμους, οἵπερ ἐκ τῆς πόλεως εἴ τι οὐ καθαρὸν ἐκβάλλουσιν ἔξω, ἀσφάλειαν ἐπινοεῖν οὐδεμίαν ἠνάγκαστο, ἐπεὶ ἐς ποταμὸν Τίβεριν τὰς ἐκβολὰς ἔχουσιν ἅπαντες, καὶ διὰ τοῦτο οὐδεμίαν οἷόν τε τῇ πόλει ἐνθένδε πρὸς τῶν πολεμίων ἐπιβουλὴν γενέσθαι.Τὰ μὲν οὖν ἐς τὴν πολιορκίαν τῇδε Βελισάριος διῳκήσατο. Σαμνιτῶν δὲ παῖδες πολλοί, πρόβατα ἐν χώρᾳ τῇ σφετέρᾳ ποιμαίνοντες, δύο τοῦ σώματος ἐν σφίσιν εὖ ἥκοντας ἀπολέξαντες, καὶ αὐτῶν ἕνα μὲν καλέσαντες ἐπὶ τοῦ Βελισαρίου ὀνόματος, Οὐίττιγιν δὲ τὸν ἕτερον ὀνομάσαντες,παλαίειν ἐκέλευον. ὧν δὴ ἰσχυρότατα ἐς τὸν ἀγῶνα καθισταμένων, τὸν Οὐίττιγιν δῆθεν ξυνηνέχθη πεσεῖν. καὶ αὐτὸν ὁ τῶν παίδων ὅμιλος παίζοντες ἐπὶ δένδρου ἐκρήμνων.λύκου δὲ τύχῃ τινὶ ἐνταῦθα φανέντος οἱ μὲν παῖδες ἔφυγον ἅπαντες, ὁ δὲ ἐπὶ τοῦ δένδρου ἠρτημένος Οὐίττιγις χρόνου οἱ τριβέντος ἐν ταύτῃ δὴ τῇ τιμωρίᾳ θνήσκει.καὶ ἐπεὶ ταῦτα ἐς Σαμνίτας ἔκπυστα ἐγεγόνει, οὔτε κόλασίν τινα ἐς τὰ παιδία ταῦτα ἐξήνεγκαν καὶ τὰ ξυμπεσόντα ξυμβαλόντες νικήσειν κατὰ κράτος Βελισάριον ἰσχυρίζοντο. ταῦτα μὲν δὴ οὕτως ἐγένετο.Ῥωμαίων δὲ ὁ δῆμος, τῶν ἐν πολέμῳ τε καὶ πολιορκίᾳ κακῶν ἀήθεις παντάπασιν ὄντες, ἐπειδὴ τῇ μὲν ἀλουσίᾳ ἐπιέζοντο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, φυλάσσειν τε ἄϋπνοι τὸν περίβολον ἠναγκάζοντο, καὶ τὴν πόλιν ἁλώσεσθαι οὐκ εἰς μακρὰν ὑπετόπαζον, ἅμα δὲ καὶ τοὺς πολεμίους ἑώρων τούς τε ἀγροὺς καὶ τἄλλα πάντα ληιζομένους, ἤσχαλλόν τε καὶ δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ οὐδὲν ἠδικηκότες πολιορκοῖντό τε καὶ ἐς τοσοῦτον κινδύνου μέγεθος ἥκοιεν.ἐν σφίσι τε αὐτοῖς ξυνιστάμενοι Βελισαρίῳ ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, ὅς γε οὐκ ἀξιόχρεων πρὸς βασιλέως δύναμιν λαβὼν ἐτόλμησεν ἐπὶ Γότθους στρατεύεσθαι.ταῦτα δὲ καὶ οἱ ἐκ βουλῆς ἣν σύγκλητον καλοῦσι Βελισαρίῳ ἐν παραβύστῳ ὠνείδιζον. ἅπερ Οὐίττιγις πρὸς τῶν αὐτομόλων ἀκούσας συγκρούειν τε αὐτοὺς ἔτι μᾶλλον ἐθέλων καὶ ἐς πολλὴν ταραχὴν ἐμπεσεῖσθαι τὰ Ῥωμαίων πράγματα ταύτῃ οἰόμενος, πρέσβεις παρὰ Βελισάριον ἄλλους τε καὶ Ἄλβιν ἔπεμψεν.οἵ, ἐπειδὴ ἐς ὄψιν τὴν Βελισαρίου ἀφίκοντο, παρόντων Ῥωμαίων τε τῶν ἐκ βουλῆς καὶ ὅσοι τοῦ στρατοῦ ἄρχοντες ἦσαν, ἔλεξαν τοιάδε· “Πάλαι, ὦ στρατηγέ, τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα· ἐν οἷς ἓν τόδε ἐστί, θράσος κεχώρισται ἀνδρείας.τὸ μὲν γὰρ αὐτῶν οἷς ἂν προσγένοιτο, ξὺν ἀτιμίᾳ ἐς κίνδυνον ἄγει, τὸ δὲ δόξαν ἀρετῆς ἱκανῶς φέρεται.τούτων θάτερόν σε εἰς ἡμᾶς ἤνεγκεν, ὁπότερον μέντοι, αὐτίκα δηλώσεις. εἰ μὲν γὰρ ἀνδρείᾳ πιστεύων ἐπὶ Γότθους ἐστράτευσας, ὁρᾷς γὰρ δήπου ἀπὸ τοῦ τείχους τὸ τῶν πολεμίων στρατόπεδον καί σοι ἀνδραγαθίζεσθαι, ὦ γενναῖε, διαρκῶς πάρεστιν· εἰ δέ γε θράσει ἐχόμενος ἐφ’ ἡμᾶς ὥρμησαι, πάντως σοι καὶ μεταμέλει τῶν εἰκῆ πεπραγμένων.τῶν γὰρ ἀπονενοημένων αἱ γνῶμαι, ὅταν ἐν τοῖς ἀγῶσι γένωνται, μετανοεῖν φιλοῦσι. νῦν οὖν μήτε Ῥωμαίοις τοῖσδε περαιτέρω τὴν ταλαιπωρίαν μηκύνεσθαι ποίει, οὓς δὴ Θευδέριχος ἐν βίῳ τρυφερῷ τε καὶ ἄλλως ἐλευθέρῳ ἐξέθρεψε, μήτε τῷ Γότθων τε καὶ Ἰταλιωτῶν δεσπότῃ ἐμποδὼν ἵστασο.πῶς γὰρ οὐκ ἄτοπον, σὲ μὲν οὕτω καθειργμένον τε καὶ τοὺς πολεμίους κατεπτηχότα ἐν Ῥώμῃ καθῆσθαι, τὸν δὲ ταύτης βασιλέα ἐν χαρακώματι διατρίβοντα τὰ τοῦ πολέμου κακὰ τοὺς αὑτοῦ κατηκόους ἐργάζεσθαι;ἡμεῖς δὲ σοί τε καὶ τοῖς ἑπομένοις ποιεῖσθαι ἤδη τὴν ἄφοδον κατ’ ἐξουσίαν παρέξομεν, ἅπαντα τὰ ὑμέτερα αὐτῶν ἔχουσι. τὸ γὰρ ἐπεμβαίνειν τοῖς τὸ σῶφρον μεταμαθοῦσιν οὔτε ὅσιον οὔτε ἄξιον τρόπου τοῦ ἀνθρωπίνου εἶναι νομίζομεν.ἡδέως δ’ ἂν καὶ Ῥωμαίους ἔτι ἐροίμεθα τούσδε, τί ποτε ἄρα Γότθοις ἐπικαλεῖν ἔχοντες ἡμᾶς τε αὖ καὶ σφᾶς αὐτοὺς προὔδοσαν, οἵ γε τῆς μὲν ἡμετέρας ἐπιεικείας ἄχρι τοῦδε ἀπήλαυσαν, νῦν δὲ καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας εἰσὶν ἔμπειροι.”Τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε· “Ὁ μὲν τῆς ξυμβουλῆς καιρὸς οὐκ ἐφ’ ὑμῖν κείσεται. γνώμῃ γὰρ τῶν πολεμίων ἥκιστα εἰώθασι πολεμεῖν ἄνθρωποι, ἀλλ’ αὐτόν τινα τὰ οἰκεῖα διατίθεσθαι νόμος, ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν.φημὶ δὲ ὑμῖν ἀφίξεσθαι χρόνον ἡνίκα ὑπὸ ταῖς ἀκάνθαις βουλόμενοι τὰς κεφαλὰς κρύπτεσθαι οὐδαμῆ ἕξετε.