στρατιῶται μέντοι ὅσοι φρουράν, ὥσπερ ἐρρήθη, ἐν τῇ γεφύρᾳ εἶχον, καταπεπληγμένοι τὸν Γότθων ὅμιλον καὶ τοῦ κινδύνου κατωρρωδηκότες τὸ μέγεθος, νύκτωρ τὸν πύργον ἐκλιπόντες ὅνπερ ἐφύλασσον, ἐς φυγὴν ὥρμηντο.ἐς Ῥώμην δὲ σφίσιν οὐκ οἰόμενοι εἰσιτητὰ εἶναι ἐπὶ Καμπανίας λάθρα ἐχώρησαν, ἢ τὴν ἐκ τοῦ στρατηγοῦ κόλασιν δείσαντες, ἢ τοὺς ἑταίρους ἐρυθριῶντες.Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ οἱ μὲν Γότθοι τὰς τοῦ πύργου πύλας πόνῳ οὐδενὶ διαφθείραντες τὴν διάβασιν ἐποιήσαντο, οὐδενὸς σφίσιν ἐμποδὼν ἱσταμένου.Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἀμφὶ τῇ φρουρᾶ ξυμπεσόντων ἱππέας χιλίους ἐπαγόμενος ἐς τοῦ ποταμοῦ τὴν γέφυραν ᾔει, τὸν χῶρον ἐπισκεψόμενος οὗπερ ἂν σφίσιν ἐνστρατοπεδεύσασθαι ἄμεινον εἴη.καὶ ἐπειδὴ ἐγγυτέρω ἐγένοντο, ἐντυγχάνουσι τοῖς πολεμίοις ἤδη τὸν ποταμὸν διαβᾶσιν, ἐς χεῖράς τε αὐτῶν τισιν οὔτι ἐθελούσιοι ἦλθον. ἐξ ἱππέων δὲ ξυνίστατο ἡ ξυμβολὴ ἑκατέρωθεν.τότε Βελισάριος, καίπερ ἀσφαλὴς τὰ πρότερα ὤν, οὐκέτι τοῦ στρατηγοῦ τὴν τάξιν ἐφύλασσεν, ἀλλ’ ἐν τοῖς πρώτοις ἅτε στρατιώτης ἐμάχετο·καὶ ἀπ’ αὐτοῦ τὰ Ῥωμαίων πράγματα ξυνέβη ἐς κίνδυνον πολὺν ἐκπεπτωκέναι, ἐπεὶ ξύμπασα ἡ τοῦ πολέμου ῥοπὴ ἐπ’ αὐτῷ ἔκειτο.ἔτυχε δὲ ἵππῳ τηνικαῦτα ὀχούμενος, πολέμων τε λίαν ἐμπείρῳ καὶ διασώσασθαι τὸν ἐπιβάτην ἐπισταμένῳ, ὃς δὴ ὅλον μὲν τὸ σῶμα φαιὸς ἦν, τὸ μέτωπον δὲ ἅπαν ἐκ κεφαλῆς μέχρι ἐς ῥῖνας λευκὸς μάλιστα. τοῦτον Ἕλληνες μὲν φαλιόν, βάρβαροι δὲ βάλαν καλοῦσι. καὶ ξυνέπεσε Γότθων τοὺς πλείστους βάλλειν ἐπ’ αὐτόν τε καὶ Βελισάριον τά τε ἀκόντια καὶ τὰ ἄλλα βέλη ἐξ αἰτίας τοιᾶσδε.αὐτόμολοι ὅσοι τῇ προτεραίᾳ ἐς Γότθους ἧκον, ἐπεὶ ἐν τοῖς πρώτοις μαχόμενον Βελισάριον εἶδον, ἐπιστάμενοι ὡς, ἢν αὐτὸς πέσῃ, διαφθαρήσεται Ῥωμαίοις αὐτίκα δὴ μάλα τὰ πράγματα, κραυγῇ ἐχρῶντο,βάλλειν ἐγκελευόμενοι ἐς ἵππον τὸν βάλαν. καὶ ἀπ’ αὐτοῦ ἐς τὴν Γότθων στρατιὰν ξύμπασαν οὗτος δὴ περιφερόμενος ὁ λόγος ἦλθε, ζήτησιν μέντοι αὐτοῦ ἅτε ἐν θορύβῳ μεγάλῳ ἥκιστα ἐποιήσαντο, οὐδὲ ὅτι ἐς Βελισάριον ἔφερε σαφῶς ἔγνωσαν.ἀλλὰ ξυμβάλλοντες οὐκ εἰκῆ τὸν λόγον ἐπιπολάζοντα ὡς πάντας ἰέναι, τῶν ἄλλων ἀφέμενοι πάντων, οἱ πλεῖστοι ἐπὶ Βελισάριον ἔβαλλον.ἤδη δὲ αὐτῶν καὶ φιλοτιμίᾳ μεγάλῃ ἐχόμενοι ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ὡς ἀγχοτάτω παραγενόμενοι, ἅπτεσθαί τε αὐτοῦ ἐνεχείρουν καὶ τοῖς δόρασι καὶ τοῖς ξίφεσι θυμῷ πολλῷ ἐχόμενοι ἔπαιον.Βελισάριος δὲ αὐτός τε ἐπιστροφάδην τοὺς ἀεὶ ὑπαντιάζοντας ἔκτεινε καὶ τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν τῆς εἰς αὐτὸν εὐνοίας ὡς μάλιστα δὴ ἐν τούτῳ τῷ κινδύνῳ ἀπήλαυσε.γενόμενοι γὰρ ἀμφ’ αὐτὸν ἅπαντες ἀρετὴν ἐπεδείξαντο οἵαν πρὸς οὐδενὸς ἀνθρώπων ἐς τήνδε τὴν ἡμέραν δεδηλῶσθαι οἶμαι·τὰς γὰρ ἀσπίδας τοῦ τε στρατηγοῦ καὶ τοῦ ἵππου προβεβλημένοι, τά τε βέλη πάντα ἐδέχοντο καὶ τοὺς ἀεὶ ἐπιόντας ὠθισμῷ χρώμενοι ἀπεκρούοντο. οὕτω τε ἡ ξυμβολὴ πᾶσα ἐς σῶμα ἑνὸς ἀπεκρίθη ἀνδρός.ἐν τούτῳ τῷ πόνῳ πίπτουσι μὲν Γότθοι οὐχ ἥσσους ἢ χίλιοι, καὶ αὐτοὶ ἄνδρες οἳ ἐν τοῖς πρώτοις ἐμάχοντο, θνήσκουσι δὲ τῆς Βελισαρίου οἰκίας πολλοί τε καὶ ἄριστοι, καὶ Μαξέντιος ὁ δορυφόρος, ἔργα μεγάλα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.Βελισαρίῳ δὲ ξυνέβη τις τύχη ἐκείνῃ τῇ ἡμέρᾳ, μήτε τετρῶσθαι μήτε βεβλῆσθαι, καίπερ ἀμφ’ αὐτῷ μόνῳ γενομένης τῆς μάχης.Τέλος δὲ ἀρετῇ τῇ σφετέρᾳ Ῥωμαῖοι τοὺς πολεμίους ἐτρέψαντο, ἔφευγέ τε πάμπολύ τι βαρβάρων πλῆθος, ἕως ἐς στρατόπεδον τὸ αὐτῶν ἵκοντο. ἐνταῦθα γὰρ οἱ Γότθων πεζοὶ ἅτε ἀκμῆτες ὄντες ὑπέστησάν τε τοὺς πολεμίους καὶ πόνῳ οὐδενὶ ἀπεώσαντο.βεβοηθηκότων τε αὖθις ἱππέων ἑτέρων κατὰ κράτος Ῥωμαῖοι ἔφυγον, ἕως ἀναβάντες ἔς τι γεώλοφον ἔστησαν. καταλαβόντων τε σφᾶς βαρβάρων ἱππέων, αὖθις ἱππομαχία ἐγένετο.ἔνθα δὴ Βαλεντῖνος, ὁ Φωτίου τοῦ Ἀντωνίνης παιδὸς ἱπποκόμος, ἀρετῆς δήλωσιν ὡς μάλιστα ἐποιήσατο. μόνος γὰρ ἐσπηδήσας ἐς τῶν πολεμίων τὸν ὅμιλον ἐμπόδιός τε τῇ Γότθων ὁρμῇ ἐγεγόνει καὶ τοὺς ξὺν αὑτῷ διεσώσατο.οὕτω τε διαφυγόντες ἐς τὸν Ῥώμης περίβολον· ἦλθον, διώκοντές τε οἱ βάρβαροι ἄχρι ἐς τὸ τεῖχος ἐνέκειντο ἀμφὶ τὴν πύλην ἣ Σαλαρία ὠνόμασται.δείσαντες δὲ Ῥωμαῖοι μὴ τοῖς φεύγουσιν οἱ πολέμιοι ξυνεισβαλόντες τοῦ περιβόλου ἐντὸς γένωνται, ἀνακλίνειν τὰς πύλας ἥκιστα ἤθελον, καίπερ Βελισαρίου πολλά τε σφίσιν ἐγκελευομένου καὶ ξὺν ἀπειλῇ ἀναβοῶντος.οὔτε γὰρ τὸν ἄνδρα οἱ ἐκ τοῦ πύργου διακύπτοντες ἐπιγινώσκειν οἷοί τε ἦσαν, ἐπεί οἱ τό τε πρόσωπον καὶ ἡ κεφαλὴ ξύμπασα λύθρῳ τε καὶ κονιορτῷ ἐκαλύπτετο, ἅμα δὲ οὐδὲ καθορᾶν τις ἀκριβῶς εἶχεν· ἦν γὰρ τῆς ἡμέρας ἀμφὶ ἡλίου δύσιν.οὐ μὴν οὐδὲ περιεῖναι τὸν στρατηγὸν Ῥωμαῖοι ᾤοντο· ὅσοι γὰρ ἐν τῇ πρότερον γενομένῃ τροπῇ φεύγοντες ἧκον, τεθνάναι Βελισάριον ἐν τοῖς πρώτοις ἀριστεύοντα ἤγγελλον.ὁ μὲν οὖν ὅμιλος τῶν πολεμίων ῥεύσας τε πολὺς καὶ θυμῷ μεγάλῳ ἐχόμενος, τήν τε τάφρον εὐθὺς διαβῆναι καὶ τοῖς φεύγουσιν ἐνταῦθα ἐπιθέσθαι διενοοῦντο,