Ῥωμαῖοι δὲ ταῖς τῶν πολεμίων ναυσὶν ἐξαπιναίως ἐπιθέμενοι ἐς φυγὴν τρέπουσι καὶ αὐτῶν πολλὰς μὲν αὐτοῖς ἀνδράσι καταδύουσι, πολλὰς δὲ ἀνδρῶν κενὰς εἷλον.οὐ μέντοι τὴν προσεδρείαν Γότθοι διέλυσαν, ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πόλει Ῥωμαίους κατὰ κράτος πολιορκοῦντες εἷρξαν. τὰ μὲν οὖν στρατόπεδα Ῥωμαίων τε καὶ Γότθων ἐν Δαλματίαις ἐφέρετο τῇδε.Οὐιττίγιδι δὲ πρὸς τῶν ἐπιχωρίων ἐκ Ῥώμης ἡκόντων ἀκούσαντι τὸ ξὺν Βελισαρίῳ στράτευμα βραχύτατον εἶναι, Ῥώμης τε ὑποκεχωρηκότι μετέμελε καὶ μένειν ἐν τοῖς καθεστῶσιν οὐκέτι ἐδύνατο, ἀλλὰ θυμῷ ἤδη ἐχόμενος ἐπ’ αὐτοὺς ᾔει.καί οἱ ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἱερέων ἐκ Ῥώμης ἥκων ἐνέτυχεν. οὗ δὴ ξὺν θορύβῳ πολλῷ πυθέσθαι φασὶν Οὐίττιγιν εἰ Βελισάριος ἔτι ἐν Ῥώμῃ εἴη, ἅτε δείσαντα μὴ οὐχὶ αὐτὸν καταλαμβάνειν οἷός τε ᾖ, ἀλλὰ φθάσῃ ἀποδρὰς ἐνθένδε. καὶ αὐτὸν εἰπεῖν ἥκιστά οἱ χρῆναι τοῦτο ἐν φροντίδι εἶναι·καὶ αὐτὸν γάρ οἱ ἀναδέχεσθαι μήποτε Βελισάριον δρασμῷ χρήσασθαι, ἀλλ’ αὐτοῦ μένειν. καὶ τὸν ἔτι ἐπείγεσθαι μᾶλλον ἢ πρότερον, εὐξάμενον ἐκ τοῦ ἐμφανοῦς τὸ Ῥώμης θεάσασθαι τεῖχος πρότερον ἢ Βελισάριον ἐνθένδε ἀποδρᾶναι.Βελισάριος δέ, ἐπεὶ Γότθους πανδημεὶ στρατεύεσθαι ἐπ’ αὐτὸν ἤκουσε, διηπορεῖτο. οὔτε γὰρ τοὺς ἀμφὶ Κωνσταντῖνόν τε καὶ Βέσσαν ἀπολείπεσθαι ἤθελεν, ἄλλως τε καὶ ὀλίγης οἱ τῆς στρατιᾶς παντάπασιν οὔσης, καὶ τὰ ἐν Τούσκοις ἐκλιπεῖν ὀχυρώματα ἐδόκει οἱ ἀξύμφορον εἶναι, ὅπως δὴ μὴ ταῦτα ἐπὶ Ῥωμαίοις Γότθοι ἐπιτειχίσματα ἔχοιεν.λογισάμενος οὖν Κωνσταντίνῳ τε καὶ Βέσσᾳ ἐπέστειλε φρουρὰν μὲν ἐν τοῖς ἀναγκαιοτάτοις τῶν ἐκείνῃ ἀπολιπεῖν χωρίων, ὅση δὴ φυλάσσειν αὐτὰ ἱκανὴ εἴη, αὐτοὺς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην κατὰ τάχος ἰέναι.καὶ Κωνσταντῖνος μὲν κατὰ ταῦτα ἐποίει. ἔν τε γὰρ Περυσίᾳ καὶ Σπολιτίῳ φρουρὰν καταστησάμενος ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Ῥώμην ἀπήλαυνε.Βέσσα δὲ σχολαίτερον τὰ ἐν Ναρνίᾳ καθισταμένου ξυνέπεσε τὴν δίοδον ἐνθένδε ποιουμένων τῶν πολεμίων ἔμπλεα Γότθων τὰ ἐν τῷ προαστείῳ πεδία εἶναι.πρόδρομοι δὲ οὗτοι πρὸ τῆς ἄλλης στρατιᾶς ἦσαν· οἶς δὴ Βέσσας ἐς χεῖρας ἐλθὼν τούς τε κατ’ αὐτὸν παρὰ δόξαν ἐτρέψατο καὶ πολλοὺς κτείνας, ἐπειδὴ τῷ πλήθει ἐβιάζετο, ἐς Ναρνίαν ἀνεχώρησεν.ἐνταῦθά τε φρουροὺς ἀπολιπών, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, ἐς Ῥώμην κατὰ τάχος ᾔει παρέσεσθαί τε ὅσον οὔπω τοὺς πολεμίους ἀπήγγελλε. Ῥώμης γὰρ Ναρνία πεντήκοντα καὶ τριακοσίοις σταδίοις διέχει.Οὐίττιγις δὲ Περυσίας μὲν καὶ Σπολιτίου ἀποπειρᾶσθαι ἥκιστα ἐνεχείρει· τὰ γὰρ χωρία ἐχυρὰ ὡς μάλιστά ἐστι, καὶ τρίβεσθαί οἱ τὸν χρόνον ἐνταῦθα οὐδαμῆ ἤθελε·μόνον γάρ οἱ ἐν ἐπιθυμίᾳ ἐγένετο Βελισάριον οὔπω ἀποδράντα ἐν Ῥώμῃ εὑρέσθαι. ἀλλὰ καὶ Ναρνίαν ἔχεσθαι πρὸς τῶν πολεμίων μαθὼν οὐδὲν ἐνταῦθα κινεῖν ἤθελε, δυσπρόσοδόν τε καὶ ἄλλως ἄναντες ὂν τὸ χωρίον εἰδώς· κεῖται μὲν γὰρ ἐν ὑψηλῷ ὄρει.ποταμὸς δὲ Νάρνος τὸν τοῦ ὄρους παραρρεῖ πρόποδα, ὃς καὶ τὴν ἐπωνυμίαν τῇ πόλει παρέσχεν. ἄνοδοί τε δύο ἐνταῦθα δὴ ἄγουσιν, ἡ μὲν πρὸς ἀνίσχοντα ἥλιον, ἡ δὲ πρὸς δύοντα.ταύταιν ἁτέρα μὲν στενοχωρίαν τινὰ δύσκολον ἐξ ἀποτόμων πετρῶν ἔλαχεν, ἐς δὲ τὴν ἑτέραν οὐκ ἔστιν ὅτι μὴ διὰ τῆς γεφύρας ἰέναι ἣ τὸν ποταμὸν ἐπικαλύπτουσα διάβασιν ταύτῃ ἐργάζεται.ταύτην δὲ τὴν γέφυραν Καῖσαρ Αὔγουστος ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, θέαμα λόγου πολλοῦ ἄξιον· τῶν γὰρ κυρτωμάτων πάντων ὑψηλότατόν ἐστιν ὧν ἡμεῖς ἴσμεν.Οὐίττιγις οὖν οὐκ ἀναμείνας τὸν χρόνον σφίσιν ἐνταῦθα τρίβεσθαι κατὰ τάχος ἐνθένδε ἀπαλλαγεὶς τῷ παντὶ στρατῷ ἐπὶ Ῥώμην ᾔει, διὰ Σαβίνων τὴν πορείαν ποιούμενος.καὶ ἐπειδὴ Ῥώμης ἀγχοῦ ἐγένετο, σταδίοις τε αὐτῆς οὐ μᾶλλον ἢ τέσσαρσι καὶ δέκα διεῖχε, Τιβέριδος τοῦ ποταμοῦ γεφύρᾳ ἐνέτυχεν.ἔνθα δὴ Βελισάριος ὀλίγῳ πρότερον πύργον τε δειμάμενος καὶ πύλας αὐτῷ ἐπιθέμενος στρατιωτῶν φρουρὰν κατεστήσατο, οὐχ ὅτι τοῖς πολεμίοις ταύτῃ μόνον ὁ Τίβερις διαβατὸς ἦν ʽνῆές τε γὰρ καὶ γέφυραι πολλαχόσε τοῦ ποταμοῦ τυγχάνουσιν οὖσαἰ, ἀλλ’ ὅτι πλείονα χρόνον ἐν τῇ πορείᾳ τοῖς ἐναντίοις τρίβεσθαι ἤθελε, στράτευμά τε ἄλλο ἐκ βασιλέως καραδοκῶν, καὶ ὅπως ἔτι μᾶλλον Ῥωμαῖοι τὰ ἐπιτήδεια ἐσκομίζωνται.ἤν τε γὰρ ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι διαβαίνειν ἐγχειρήσωσιν ἐπὶ γεφύρας ἑτέρωθί πη οὔσης, οὐχ ἧσσον ἢ εἴκοσιν ἡμέρας δαπανᾶσθαι σφίσιν ἐνόμιζε, καὶ πλοῖα βουλομένοις ἐς Τίβεριν κατασπάσαι τοσαῦτα τὸ πλῆθος πλείω αὐτοῖς,ὡς τὸ εἰκός, τετρίψεσθαι χρόνον. ἃ δὴ ἐν νῷ ἔχων τὴν τῇδε φρουρὰν κατεστήσατο· ἔνθα οἱ Γότθοι ἐκείνῃ τῇ ἡμέρα ηὐλίσαντο, ἀπορούμενοί τε καὶ πολεμητέα ἔσεσθαι σφίσιν ἐς τὸν πύργον τῇ ὑστεραίᾳ οἰόμενοι·ἦλθον δὲ αὐτοῖς αὐτόμολοι δύο καὶ εἴκοσι, βάρβαροι μὲν γένος, στρατιῶται δὲ Ῥωμαῖοι, ἐκ καταλόγου ἱππικοῦ οὗπερ Ἰννοκέντιος ἦρχεν.ἔννοια δὲ τότε Βελισαρίῳ ἐγένετο ἀμφὶ Τίβεριν ποταμὸν ἐνστρατοπεδεύσασθαι, ὅπως δὴ τῇ τε διαβάσει τῶν πολεμίων ἔτι μᾶλλον ἐμπόδιοι γένωνται καὶ θάρσους τοῦ σφετέρου ἐπίδειξίν τινα ἐς τοὺς ἐναντίους ποιήσωνται.