τοὺς γὰρ ἐχθρὸν τὸν αὐτὸν ἔχοντας ἀλλήλοις ἐς εὔνοιάν τε καὶ ξυμμαχίαν συνάπτεσθαι ἡ τῶν πραγμάτων εἰσηγεῖται φύσις.ἔπειτα, ἢν καὶ πρὸς ἑκάτερον στρατόπεδον χωρὶς τὸν πόλεμον διενέγκωμεν, λελείψεται ἡμῖν ἀμφοτέρων ἡσσῆσθαι.ἄμεινον οὖν ὀλίγῳ ἡμᾶς ἐλασσουμένους τὰ πλεῖστα τῆς ἀρχῆς διασώσασθαι, ἢ πάντα ἔχειν ἐφιεμένους ξὺν πάσῃ τῇ τῆς ἡγεμονίας δυνάμει πρὸς τῶν πολεμίων ἀπολωλέναι.οἶμαι τοίνυν ὡς, ἢν Γαλλίας τὰς σφίσιν ὁμόρους Γερμανοῖς δῶμεν, καὶ χρήματα ὅσα ξὺν τῇ χώρᾳ ταύτῃ Θευδάτος αὐτοῖς ὡμολόγησε δώσειν, οὐχ ὅσον ἀποτρέψονται τὸ ἐς ἡμᾶς ἔχθος, ἀλλὰ καὶ πόλεμον ἡμῖν ξυλλήψονται τόνδε.ὅπως δὲ αὖθις, εὖ φερομένων τῶν πραγμάτων ἡμῖν, Γαλλίας ἀνακτησώμεθα, ὑμῶν διαλογιζέσθω μηδείς. ἐμὲ γάρ τις παλαιὸς εἰσέρχεται λόγος, τὸ παρὸν εὖ τιθέναι κελεύων.”Ταῦτα ἀκούσαντες οἱ Γότθων λόγιμοι, ξύμφορά τε οἰόμενοι αὐτὰ εἶναι, ἐπιτελῆ γενέσθαι ἤθελον. στέλλονται τοίνυν πρέσβεις αὐτίκα ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ’ ᾧ Γαλλίας τε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι καὶ ὁμαιχμίαν ποιήσονται.Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτός τε καὶ Θευδίβερτος καὶ Κλοαδάριος, οἳ Γαλλίας τε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι, καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι,ἀλλ’ ἐκ τῶν σφίσι κατηκόων ἐθνῶν. ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοί τε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν.οἱ μὲν οὖν πρέσβεις ἐφ’ οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν. τότε δὲ καὶ Μαρκίαν σὺν τοῖς ἑπομένοις Οὐίττιγις μετεπέμπετο.Ἐν ᾧ δὲ ταῦτα Οὐίττιγις ἔπρασσεν, ἐν τούτῳ Βελισάριος ἐς Ῥώμην ἰέναι παρεσκευάζετο. ἀπολέξας οὖν ἄνδρας ἐκ καταλόγου πεζικοῦ τριακοσίους καὶ Ἡρωδιανὸν ἄρχοντα ἐπὶ τῇ Νεαπόλεως φυλακῇ κατεστήσατο.ἔπεμψε δὲ καὶ ἐς Κύμην φρουρούς, ὅσους ᾤετο τῇ τοῦ ἐνταῦθα φρουρίου φυλακῇ ἱκανοὺς ἔσεσθαι. ἄλλο γάρ τι ὀχύρωμα ἐν Καμπανίᾳ, ὅτι μὴ ἐν Κύμῃ τε καὶ ἐν Νεαπόλει, οὐκ ἦν.ἐν ταύτῃ τῇ Κύμῃ οἱ ἐπιχώριοι τὸ Σιβύλλης δεικνύουσι σπήλαιον ἔνθα δὴ αὐτῆς τὸ μαντεῖον γεγενῆσθαί φασιν· ἐπιθαλασσία δὲ ἡ Κύμη ἐστί, Νεαπόλεως ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους διέχουσα.Βελισάριος μὲν οὖν διεκόσμει τὸ στράτευμα, Ῥωμαῖοι δέ, δείσαντες μὴ σφίσι ξυμβαίη ὅσα Νεαπολίταις ξυμπέπτωκε, λογισάμενοι ἔγνωσαν ἄμεινον εἶναι τῇ πόλει τὸν βασιλέως στρατὸν δέξασθαι. μάλιστα δὲ αὐτοὺς Σιλβέριος ἐς τοῦτο ἐνῆγεν, ὁ τῆς πόλεως ἀρχιερεύς.Φιδέλιόν τε πέμψαντες, ἄνδρα ἐκ Μεδιολάνου ὁρμώμενον, ἣ ἐν Λιγούροις κεῖται, ὃς δὴ Ἀταλαρίχῳ παρήδρευε πρότερον ʽκοιαίστωρα δὲ τὴν ἀρχὴν ταύτην καλοῦσι Ῥωμαῖοἰ, Βελισάριον ἐς Ῥώμην ἐκάλουν, ἀμαχητὶ τὴν πόλιν παραδώσειν ὑποσχόμενοι.ὁ δὲ διὰ τῆς Λατίνης ὁδοῦ ἀπῆγε τὸ στράτευμα, τὴν Αππίαν ὁδὸν ἀφεὶς ἐν ἀριστερᾷ, ἣν Ἄππιος ὁ Ῥωμαίων ὕπατος ἐννακοσίοις ἐνιαυτοῖς πρότερον ἐποίησέ τε καὶ ἐπώνυμον ἔσχεν. Ἔστι δὲ ἡ Ἀππία ὁδὸς ἡμερῶν πέντε εὐζώνῳ ἀνδρί· ἐκ Ῥώμης γὰρ αὕτη ἐς Καπύην διήκει.εὖρος δέ ἐστι τῆς ὁδοῦ ταύτης ὅσον ἁμάξας δύο ἀντίας ἰέναι ἀλλήλαις, καὶ ἔστιν ἀξιοθέατος πάντων μάλιστα.τὸν γὰρ λίθον ἅπαντα, μυλίτην τε ὄντα καὶ φύσει σκληρόν, ἐκ χώρας ἄλλης μακρὰν οὔσης τεμὼν Ἄππιος ἐνταῦθα ἐκόμισε·ταύτης γὰρ δὴ τῆς γῆς οὐδαμῆ πέφυκε. λείους δὲ τοὺς λίθους καὶ ὁμαλοὺς ἐργασάμενος, ἐγγωνίους τε τῇ ἐντομῇ πεποιημένος, ἐς ἀλλήλους ξυνέδησεν, οὔτε χάλικα ἐντὸς οὔτε τι ἄλλο ἐμβεβλημένος.οἱ δὲ ἀλλήλοις οὕτω τε ἀσφαλῶς συνδέδενται καὶ μεμύκασιν, ὥστε ὅτι δὴ οὐκ εἰσὶν ἡρμοσμένοι, ἀλλ’ ἐμπεφύκασιν ἀλλήλοις, δόξαν τοῖς ὁρῶσι παρέχονται·καὶ χρόνου τριβέντος συχνοῦ δὴ οὕτως ἁμάξαις τε πολλαῖς καὶ ζῴοις ἅπασι διαβατοὶ γινόμενοι ἐς ἡμέραν ἑκάστην οὔτε τῆς ἁρμονίας παντάπασι διακέκρινται οὔτε τινὶ αὐτῶν διαφθαρῆναι ἢ μείονι γίνεσθαι ξυνέπεσεν, οὐ μὴν οὐδὲ τῆς ἀμαρυγῆς τι ἀποβαλέσθαι. τὰ μὲν οὖν τῆς Ἀππίας ὁδοῦ τοιαῦτά ἐστι.Γότθοι δὲ οἳ ἐν Ῥώμῃ φυλακὴν εἶχον, ἐπεὶ τούς τε πολεμίους ἄγχιστά πη εἶναι ἐπύθοντο καὶ Ῥωμαίων τῆς γνώμης ᾔσθοντο, ἤσχαλλον τότε τῇ πόλει καὶ τοῖς ἐπιοῦσι διὰ μάχης ἰέναι οὐχ οἷοί τε ὄντες ἠπόρουν·ἔπειτα δὲ Ῥωμαίων σφίσιν ἐνδιδόντων ἐνθένδε ἀπαλλαγέντες ἐπὶ Ῥαβέννης ἐχώρησαν ἅπαντες, πλήν γε δὴ ὅτι Λεύδερις ὃς αὐτῶν ἦρχεν, αἰδεσθείς, οἶμαι, τύχην τὴν παροῦσαν, αὐτοῦ ἔμεινε.ξυνέπεσέ τε ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ τὸν αὐτὸν χρόνον Βελισάριον μὲν καὶ τὸν βασιλέως στρατὸν ἐς Ῥώμην εἰσιέναι διὰ πύλης ἣν καλοῦσιν Ἀσιναρίαν, Γότθους δὲ ἀναχωρεῖν ἐνθένδε διὰ πύλης ἑτέρας ἣ Φλαμινία ἐπικαλεῖται, Ῥώμη τε αὖθις ἑξήκοντα ἔτεσιν ὕστερον ὑπὸ Ῥωμαίοις γέγονεν, ἐνάτῃ τοῦ τελευταίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνὸς ἑνδέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.Λεύδεριν μὲν οὖν τὸν Γότθων ἄρχοντα καὶ τῶν πυλῶν τὰς κλεῖς Βελισάριος βασιλεῖ ἔπεμψεν, αὐτὸς δὲ τοῦ περιβόλου πολλαχῆ διερρυηκότος ἐπεμελεῖτο· ἔπαλξιν δὲ ἑκάστην ἐγγώνιον ἐποίει, οἰκοδομίαν δή τινα ἑτέραν ἐκ πλαγίου τοῦ εὐωνύμου τιθέμενος, ὅπως οἱ ἐνθένδε τοῖς ἐπιοῦσι μαχόμενοι πρὸς τῶν ἐν ἀριστερᾷ σφίσι τειχομαχούντων ἥκιστα βάλλωνται, καὶ τάφρον ἀμφὶ τὸ τεῖχος βαθεῖάν τε καὶ λόγου ἀξίαν πολλοῦ ὤρυσσε.