ὅθεν στρατιώτας ἀμφὶ δισχιλίους ἀγείρας δορυφόρων τε περιβαλλόμενος δύναμιν, Γότθων μὲν Θευδερίχου δόντος τῷ λόγῳ ἦρχεν, ἔργῳ δὲ τύραννος οὐκ ἀφανὴς ἦν.δείσας δὲ Θευδέριχος ἅτε ξυνέσεως ἐς ἄκρον καὶ ἐμπειρίας ἥκων, μή οἱ πόλεμον πρὸς δοῦλον τὸν αὑτοῦ διαφέροντι οἱ Φράγγοι, ὡς τὸ εἰκός, ἀπαντήσουσιν ἢ καί τι νεώτερον Οὐισίγοτθοι ἐς αὐτὸν δράσουσιν, οὔτε παρέλυε τῆς ἀρχῆς Θεῦδιν, ἀλλὰ καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ἀεὶ ἐς πόλεμον ἰόντι ἐκέλευε.γράφειν μέντοι αὐτῷ Γότθων τοῖς πρώτοις ἐπήγγειλεν ὡς δίκαιά τε ποιοίη καὶ ξυνέσεως τῆς αὐτοῦ ἄξια, ἢν Θευδέριχον ἐς Ῥάβενναν ἥκων ἀσπάζοιτο.Θεῦδις δὲ ἃ μὲν Θευδέριχος ἐκέλευεν ἅπαντα ἐπετέλει, καὶ φόρον τὸν ἐπέτειον οὔποτε ἀποφέρων ἀνίει, ἐς Ῥάβενναν δὲ ἰέναι οὔτε ἤθελεν οὔτε τοῖς γράφουσιν ἐπηγγέλλετο.Ἐπεὶ δὲ Θευδέριχος ἐξ ἀνθρώπων ἠφάνιστο, Φράγγοι, οὐδενὸς σφίσιν ἔτι ἀντιστατοῦντος, ἐπὶ Θορίγγους ἐστράτευσαν, καὶ Ἑρμενέφριδόν τε τὸν αὐτῶν ἄρχοντα κτείνουσι καὶ αὐτοὺς ἅπαντας ὑποχειρίους ποιησάμενοι ἔσχον.ἡ δὲ τοῦ Ἑρμενεφρίδου γυνὴ ξὺν τοῖς παισὶ λαθοῦσα παρὰ Θευδάτον τὸν ἀδελφόν, Γότθων τηνικαῦτα ἄρχοντα,ἦλθε. μετὰ δὲ Γερμανοὶ Βουργουζιώνων τε τοῖς περιοῦσιν ἐς χεῖρας ἦλθον καὶ μάχῃ νικήσαντες τὸν μὲν αὐτῶν ἄρχοντα ἔς τι τῶν ἐκείνῃ φρουρίων καθείρξαντες ἐν φυλακῇ εἶχον, αὐτοὺς δὲ κατηκόους ποιησάμενοι ξυστρατεύειν τὸ λοιπὸν σφίσιν ἐπὶ τοὺς πολεμίους ἅτε δορυαλώτους ἠνάγκαζον, καὶ τὴν χώραν ξύμπασαν ἣν Βουργουζίωνες τὰ πρότερα ᾤκουν, ὑποχειρίαν ἐς ἀπαγωγὴν φόρου ἐκτήσαντο.Ἀμαλάριχός τε, ὃς ἦρχεν Οὐισιγότθων, ἐπεὶ ἐς ἀνδρὸς ἡλικίαν ἦλθε, δύναμιν τὴν Γερμανῶν κατορρωδήσας τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Γερμανῶν ἄρχοντος ἐν γαμετῆς ἐποιήσατο λόγῳ, καὶ Γαλλίαν πρός τε Γότθους καὶ τὸν ἀνεψιὸν Ἀταλάριχον ἐνείματο.τὰ μὲν γὰρ ἐντὸς Ῥοδανοῦ ποταμοῦ Γότθοι ἔλαχον, τὰ δὲ τούτου ἐκτὸς ἐς τὸ Οὐισιγότθων περιέστη κράτος.ξυνέκειτο δὲ φόρον ὃν Θευδέριχος ἔταξε μηκέτι ἐς Γότθους κομίζεσθαι, καὶ χρήματα ὅσα ἐκεῖνος ἐκ Καρκασιανῆς πόλεως λαβὼν ἔτυχεν, Ἀταλάριχος Ἀμαλαρίχῳ ὀρθῶς καὶ δικαίως ἀπέδωκεν.ἐπεὶ δὲ ἄμφω τὰ ἔθνη ταῦτα ἐς τὸ κῆδος ἀλλήλοις ξυνελθόντα ἔτυχε, τὴν αἵρεσιν ἔδοσαν ἀνδρὶ ἑκάστῳ, τὴν ἐγγύην ἐς θάτερον ἔθνος πεποιημένῳ, πότερον γυναικὶ ἕπεσθαι βούλοιτο, ἢ ἐκείνην ἐς γένος τὸ αὐτοῦ ἄγεσθαι.ἦσαν δὲ πολλοὶ καὶ οἱ τὰς γυναῖκας ὅπη ἐβούλοντο ἄγοντες καὶ οἱ πρὸς γυναικῶν τῶν σφετέρων ἀγόμενοι.ὕστερον δὲ Ἀμαλάριχος, προσκεκρουκὼς τῷ τῆς γυναικὸς ἀδελφῷ, κακὸν μέγα ἔλαβε.δόξης γὰρ ὀρθῆς τὴν γυναῖκα οὖσαν, αἵρεσιν αὐτὸς τὴν Ἀρείου ἔχων, οὐκ εἴα νομίμοις τοῖς εἰωθόσι χρῆσθαι οὐδὲ κατὰ τὰ ἔθη τὰ πάτρια τὰ ἐς τὸ θεῖον ἐξοσιοῦσθαι, ἀλλὰ καὶ προσχωρεῖν τοῖς αὐτοῦ ἤθεσιν οὐκ ἐθέλουσαν ἐν πολλῇ ἀτιμίᾳ εἶχεν. ἅπερ ἐπεὶ οὐχ οἵα τε ἦν ἡ γυνὴ φέρειν, ἐς τὸν ἀδελφὸν ἐξήνεγκεν ἅπαντα.διὸ δὴ ἐς πόλεμον Γερμανοί τε καὶ Οὐισίγοτθοι πρὸς ἀλλήλους κατέστησαν. καὶ λίαν μὲν ἰσχυρὰ ἐγεγόνει ἐπὶ πλεῖστον ἡ μάχη, τέλος δὲ ἡσσηθεὶς Ἀμαλάριχος τῶν τε οἰκείων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει.Θευδίβερτος δὲ τήν τε ἀδελφὴν ξὺν πᾶσι χρήμασιν ἔλαβε καὶ Γαλλίας ὁπόσον Οὐισίγοτθοι λαχόντες εἶχον.τῶν δὲ ἡσσημένων οἱ περιόντες ἐκ Γαλλίας ξὺν γυναιξί τε καὶ παισὶν ἀναστάντες παρὰ Θεῦδιν ἐς Ἱσπανίαν ἤδη ἐκ τοῦ ἐμφανοῦς τυραννοῦντα ἐχώρησαν. οὕτω μὲν Γότθοι τε καὶ Γερμανοὶ Γαλλίας ἔσχον.Χρόνῳ δὲ τῷ ὑστέρῳ Θευδάτος, ὁ τῶν Γότθων ἀρχηγός, ἐπειδὴ Βελισάριον εἰς Σικελίαν ἥκειν ἐπύθετο, ξυνθήκας πρὸς Γερμανοὺς ποιεῖται, ἐφ’ ᾧ ἔχοντάς τε αὐτοὺς τὴν Γότθοις ἐπιβάλλουσαν ἐν Γάλλοις μοῖραν καὶ χρυσίου κεντηνάρια λαβόντας εἴκοσι πόλεμον τόνδε σφίσι ξυνάρασθαι.οὔπω τε τὰ ξυγκείμενα ἔργῳ ἐπιτελέσας τὴν πεπρωμένην ἀνέπλησε. διὸ δὴ Γότθων πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὦν Μαρκίας ἡγεῖτο,φυλακὴν εἶχον. οὓς Οὐίττιγις ἐνθένδε ἐξαναστῆσαι οὐχ οἷός τε ἦν, οὐ μὴν οὐδὲ Φράγγοις ἀντιτάξασθαι αὐτοὺς ᾤετο ἱκανοὺς ἔσεσθαι, Γαλλίαν τε καὶ Ἰταλίαν, ὡς τὸ εἰκός, καταθέουσιν, ἢν αὐτὸς τῷ παντὶ στρατῷ ἐς Ῥώμην ἐλάσῃ.ξυγκαλέσας οὖν εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, ἔλεξε τοιάδε· “Οὐχ ἡδεῖαν μέν, ἄνδρες ξυγγενεῖς, ἀναγκαίαν δὲ ὑμῖν παραίνεσιν ποιεῖσθαι βουλόμενος ἐνθάδε ὑμᾶς ἐν τῷ παρόντι συνήγαγον· ὅπως δὲ ἀκούσησθε μὲν πρᾴως, βουλεύσησθε δὲ τῶν παρόντων ἡμῖν ἐπαξίως.οἷς γὰρ αἱ πράξεις οὐ κατὰ νοῦν χωροῦσι, τὸ μὴ πειθομένους τῇ ἀνάγκῃ ἢ τύχῃ οὕτω τὰ παρόντα διοικεῖσθαι ἀξύμφορον. τὰ μὲν οὖν ἄλλα ἡμῖν ὡς ἄριστα ἐς τὸν πόλεμον παρασκευῆς ἔχει.Φράγγοι δὲ ἡμῖν ἐμποδὼν ἵστανται, οἷς ἐκ παλαιοῦ πολεμίοις οὖσι, τοῖς τε σώμασι καὶ τοῖς χρήμασι δαπανώμενοι, ἀντέχειν ἐς τόδε ὅμως ἰσχύσαμεν, ἐπεὶ ἄλλο οὐδὲν ἡμῖν ἀπήντα πολέμιον.ἐφ’ ἑτέρους δὲ νῦν ἡμᾶς ἀναγκαζομένους ἰέναι τὸν πρὸς αὐτοὺς πόλεμον καταλύειν δεήσει, πρῶτον μὲν ὅτι, ἢν δυσμενεῖς ἡμῖν διαμείνωσι, μετὰ Βελισαρίου ἐφ’ ἡμᾶς τετάξονται πάντως.