λύχνα ἀνελομένους, ἐκέλευε. καὶ ἄνδρας δύο ταῖς σάλπιγξε χρῆσθαι ἐπισταμένους ξὺν αὐτοῖς ἔπεμψεν, ὅπως, ἐπειδὰν τοῦ περιβόλου ἐντὸς γένωνται, τήν τε πόλιν ξυνταράξαι καὶ τὰ πρασσόμενα σημῆναι σφίσιν οἷοί τε ὦσιν.αὐτὸς δὲ κλίμακας ὅτι πλείστας πρότερον πεποιημένας ἐν παρασκευῇ εἶχεν. Οἱ μὲν οὖν ἐς τὸν ὀχετὸν ὑποδύντες ἐπὶ τὴν πόλιν ἐβάδιζον, αὐτὸς δὲ ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ αὐτοῦ ἔμενε καὶ ξὺν αὐτοῖς ἅπαντα ἔπρασσε.πέμψας δὲ καὶ ἐς τὸ στρατόπεδον, ἐγρηγορέναι τε καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχειν ἐπέταττε. καὶ πολλοὺς μέντοι ἀμφ’ αὑτὸν εἶχεν οὓς δὴ εὐτολμοτάτους ᾤετο εἶναι. τῶν δὲ ἐπὶ τὴν πόλιν ἰόντων οἱ ὑπὲρ ἥμισυ κατωρρωδηκότες τὸν κίνδυνον ὀπίσω ἀπεκομίζοντο.οὓς ἐπεὶ Μάγνος ἕπεσθαί οἱ, καίπερ πολλὰ παραινέσας, οὐκ ἔπειθε, παρὰ τὸν στρατηγὸν ξὺν αὐτοῖς ἐπανῆκε.τούτους δὲ Βελισάριος κακίσας καὶ τῶν ἀμφ’ αὑτὸν ἀπολέξας διακοσίους σὺν Μάγνῳ ἰέναι ἐκέλευεν. ὧν δὴ καὶ Φώτιος ἡγεῖσθαι θέλων, ἐς τὴν διώρυχα ἐσεπήδησεν· ἀλλὰ Βελισάριος αὐτὸν διεκώλυσεν.αἰσχυνθέντες δὲ τοῦ τε στρατηγοῦ καὶ Φωτίου τὴν λοιδορίαν καὶ ὅσοι τὸν κίνδυνον ἔφευγον, αὖθις αὐτὸν ὑποστῆναι τολμήσαντες ξὺν αὐτοῖς εἵποντο.Βελισάριος δὲ δείσας μὴ τῶν πολεμίων τισὶ τῶν πρασσομένων αἴσθησις γένηται, οἳ δὴ ἐς τὸν πύργον φυλακὴν εἶχον ὃς τοῦ ὀχετοῦ ἄγχιστα ἐτύγχανεν ὤν, ἐνταῦθά τε ἦλθε καὶ Βέσσαν ἐκέλευε τῇ Γότθων φωνῇ διαλέγεσθαι τοῖς ταύτῃ βαρβάροις, ὅπως δὴ μή τις αὐτοῖς ἐκ τῶν ὅπλων πάταγος ἔναυλος εἴη.καὶ Βέσσας μὲν αὐτοῖς ἀναβοήσας μέγα προσχωρεῖν Βελισαρίῳ παρῄνει, πολλὰ σφίσιν ἐπαγγελλόμενος ἀγαθὰ ἔσεσθαι.οἱ δὲ ἐτώθαζον, πολλὰ ἐς Βελισάριόν τε καὶ βασιλέα ὑβρίζοντες. ταῦτα μὲν οὖν Βελισαρίῳ καὶ Βέσσᾳ ἐπράσσετο τῇδε.Ὁ δὲ Νεαπόλεως ὀχετὸς οὐκ ἄχρι ἐς τὸ τεῖχος καλύπτεται μόνον, ἀλλ’ οὕτω τῆς πόλεως ἐπὶ πλεῖστον διήκει, κύρτωμα ἐκ πλίνθου ὠπτημένης ὑψηλὸν ἔχων, ὥστε γενόμενοι ἐντὸς τοῦ περιβόλου οἱ ἀμφὶ Μάγνον τε καὶ Ἔννην ἅπαντες οὐδὲ ὅπου ποτὲ γῆς εἰσι ξυμβάλλεσθαι ἐδύναντο.οὐ μὴν οὐδέ πη ἀποβαίνειν ἐνθένδε εἶχον, ἕως οἱ πρῶτοι ἐς χῶρον ἵκοντο οὗ τὸν ὀχετὸν ἀνώροφον ξυνέπεσεν εἶναι καὶ οἴκημα ἦν κομιδῆ ἀπημελημένον.ἐνταῦθα ἔσω γυνή τις ᾤκει, μόνη τε οὖσα καὶ πενίᾳ πολλῇ ξυνοικοῦσα, καὶ δένδρον ἐλαίας καθύπερθεν τοῦ ὀχετοῦ ἐπεφύκει.οὗτοι ἐπειδὴ τόν τε οὐρανὸν εἶδον καὶ ἐν μέσῃ πόλει ᾔσθοντο εἶναι, ἐκβαίνειν μὲν διενοοῦντο, μηχανὴν μέντοι οὐδεμίαν εἶχον, ἄλλως τε καὶ ξὺν τοῖς ὅπλοις, τοῦ ὀχετοῦ ἀπαλλάσσεσθαι. ὑψηλὴ γάρ τις ἐνταῦθα ἡ οἰκοδομία ἔτυχεν οὖσα καὶ οὐδὲ ἀνάβασίν τινα ἔχουσα.τῶν δὲ στρατιωτῶν ἐπὶ πλεῖστον ἀπορουμένων καὶ ἐς στενοχωρίαν πολλὴν ξυνιόντων ʽἤδη γὰρ καὶ τῶν ὄπισθεν ἰόντων πολύς τις ξυνέρρει ὅμιλοσ̓, ἐγένετο αὐτῶν τινι ἔννοια τῆς ἀνόδου ἀποπειράσασθαι.καταθέμενος οὖν αὐτίκα τὰ ὅπλα, ταῖς τε χερσὶ καὶ τοῖς ποσὶ τὴν ἀνάβασιν βιασάμενος, ἐς τὸ τῆς γυναικὸς οἴκημα ἦλθε.καὶ αὐτὴν ἐνταῦθα ἰδών, ἢν μὴ σιωπῴη, κτείνειν ἠπείλησεν. ἡ δὲ καταπλαγεῖσα ἄφωνος ἔμεινε. καὶ ὃς ἐκ τοῦ πρέμνου τῆς ἐλαίας ἱμάντα τινὰ ἰσχυρὸν ἀναψάμενος τὴν ἑτέραν τοῦ ἱμάντος ἀρχὴν ἐς τὸν ὀχετὸν ἔρριψεν. οὗ δὴ λαβόμενος τῶν στρατιωτῶν ἕκαστος ἀνέβαινε μόλις.ἐπεὶ δὲ ἀναβεβήκεσαν ἅπαντες τῆς τε νυκτὸς τὸ τεταρτημόριον ἔτι ἐλείπετο, χωροῦσιν ἐπὶ τὸ τεῖχος· καὶ πύργων δύο τοὺς φύλακας, οὐδέν τι αἰσθανομένους τοῦ κακοῦ, κτείνουσιν ἀμφὶ τὰ πρὸς βορρᾶν τοῦ περιβόλου, ἔνθα Βελισάριος ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ εἱστήκει, καραδοκῶν τὰ πρασσόμενα.καὶ οἱ μὲν τὸ στράτευμα ἐπὶ τὸ τεῖχος ταῖς σάλπιγξιν ἐκάλουν, Βελισάριος δὲ τῷ περιβόλῳ τὰς κλίμακας ἐρείσας τοὺς στρατιώτας ἐνθένδε ἀναβαίνειν ἐκέλευε.τῶν δὲ κλιμάκων οὐδεμίαν διήκειν ἄχρι ἐς τὰς ἐπάλξεις ξυνέβαινεν. ἅτε γὰρ αὐτὰς οὐκ ἐκ τοῦ ἐμφανοῦς οἱ τεχνῖται ποιούμενοι μέτρου τοῦ καθήκοντος οὐχ οἷοί τε ἐξικνεῖσθαι ἐγένοντο.διόπερ δύο ἐς ἀλλήλας ξυνδέοντες καὶ ἐπ’ ἀμφοῖν ἀναβαίνοντες οὕτω δὴ τῶν ἐπάλξεων καθυπέρτεροι οἱ στρατιῶται ἐγένοντο. ταῦτα μὲν οὖν Βελισαρίῳ ἐφέρετο τῇδε.Ἐς δὲ τὰ πρὸς θάλασσαν τοῦ περιβόλου, ἔνθα οὐχ οἱ βάρβαροι, ἀλλὰ Ἰουδαῖοι φυλακὴν εἶχον, οὔτε ταῖς κλίμαξι χρῆσθαι οὔτε ἀναβαίνειν ἐς τὸ τεῖχος οἱ στρατιῶται ἐδύναντο.οἱ γὰρ Ἰουδαῖοι τοῖς πολεμίοις ἤδη προσκεκρουκότες, ἐμπόδιοί τε γεγενημένοι ὅπως μὴ τὴν πόλιν ἀμαχητὶ ἕλωσι, καὶ ἀπ’ αὐτοῦ ἐλπίδα οὐδεμίαν ἢν ὑπ’ αὐτοῖς ὦσιν ἔχοντες, καρτερῶς τε, καίπερ αὐτοῖς τῆς πόλεως ἤδη ἁλούσης, ἐμάχοντο καὶ τῇ τῶν ἐναντίων προσβολῇ παρὰ δόξαν ἀντεῖχον.ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τῶν ἀναβεβηκότων τινὲς ἐπ’ αὐτοὺς ᾔεσαν, οὕτω δὴ καὶ αὐτοὶ ὄπισθεν βαλλόμενοι ἔφευγον, καὶ κατὰ κράτος Νεάπολις ἥλω. καὶ τῶν πυλῶν ἤδη ἀνακεκλιμένων ἅπας ὁ Ῥωμαίων στρατὸς εἰσῄει.ὅσοι δὲ ἀμφὶ πύλας ἐτετάχατο τὰς πρὸς ἀνίσχοντα ἥλιον τετραμμένας, ἐπεὶ κλίμακες σφίσι παροῦσαι οὐδαμῆ ἔτυχον, ταύτας δὴ τὰς πύλας ἀφυλάκτους παντάπασιν οὔσας ἔκαυσαν.