ἔρημον γὰρ ἀνδρῶν τὸ ἐκείνῃ τεῖχος, ἅτε τῶν φυλάκων δρασμῷ χρησαμένων,ἐγένετο. φόνος τε ἐνταῦθα πολὺς ἐγεγόνει. θυμῷ γὰρ ἐχόμενοι ἅπαντες, ἄλλως τε καὶ ὅσοις ἀδελφόν τινα ἣ ξυγγενῆ ἀποθανεῖν τειχομαχοῦντα τετύχηκε, τὸν ἐν ποσὶν ἀεί, οὐδεμιᾶς ἡλικίας φειδόμενοι, ἔκτεινον, ἔς τε τὰς οἰκίας ἐσβάλλοντες παῖδας μὲν καὶ γυναῖκας ἠνδραπόδισαν, τὰ δὲ χρήματα ἐληίσαντο, καὶ πάντων μάλιστα οἱ Μασσαγέται, οἳ οὐδὲ τῶν ἱερῶν ἀπεχόμενοι πολλοὺς τῶν ἐς αὐτὰ φυγόντων ἀνεῖλον, ἕως Βελισάριος πανταχόσε περιιὼν διεκώλυσέ τε καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·“Ἐπειδὴ νενικηκέναι τε ἡμῖν δέδωκεν ὁ θεὸς καὶ ἐπὶ πλεῖστον εὐδοξίας ἀφῖχθαι, πόλιν ἀνάλωτον πρότερον οὖσαν ὑποχειρίαν ἡμῖν ποιησάμενος, ἀναγκαῖον καὶ ἡμᾶς τὸ μὴ ἀναξίους εἶναι τῆς χάριτος, ἀλλὰ τῇ ἐς τοὺς ἡσσημένους φιλανθρωπίᾳ τὸ δικαίως κεκρατηκέναι τούτων ἐνδείκνυσθαι.μὴ τοίνυν ἀπέραντα Νεαπολίτας μισήσητε, μηδὲ ὑπερόριον τοῦ πολέμου τὸ ἐς αὐτοὺς ἔχθος ποιήσητε. τοὺς γὰρ ἡσσημένους οὐδεὶς τῶν νενικηκότων ἔτι μισεῖ.κτείνοντές τε αὐτοὺς οὐ πολεμίων ἀπαλλαγήσεσθε τὸ λοιπόν, ἀλλὰ θανάτῳ ζημιωθήσεσθε τῶν ὑπηκόων. οὐκοῦν ἀνθρώπους τούσδε μηδὲν ἐργάσησθε περαιτέρω κακόν, μηδὲ τῇ ὀργῇ πάντα χαρίζεσθε.αἰσχρὸν γὰρ τῶν μὲν πολεμίων κρατεῖν, τοῦ δὲ θυμοῦ ἥσσους φαίνεσθαι. ὑμῖν δὲ χρήματα μὲν τὰ ἄλλα γινέσθω τῆς ἀρετῆς ἆθλα, γυναῖκες δὲ τοῖς ἀνδράσι ξὺν τοῖς παισὶν ἀποδιδόσθων. μανθανέτωσαν δὲ οἱ νενικημένοι τοῖς πράγμασιν ἡλίκων ἐξ ἀβουλίας ἐστέρηνται φίλων.”Τοσαῦτα εἰπὼν Βελισάριος τάς τε γυναῖκας καὶ τὰ παιδία καὶ τὰ ἄλλα ἀνδράποδα Νεαπολίταις πάντα ἀφῆκεν, ὕβρεως οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντα, καὶ αὐτοῖς τοὺς στρατιώτας διήλλαξεν.οὕτω τε Νεαπολίταις ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ αἰχμαλώτοις τε γενέσθαι καὶ τὴν ἐλευθερίαν ἀνασώσασθαι καὶ τῶν χρημάτων τὰ τιμιώτατα ἀνακτήσασθαι.ἐπεὶ αὐτῶν ὅσοι χρυσὸν ἢ ἄλλο τι τῶν τιμίων ἔχοντες ἔτυχον, οὗτοι δὴ τὰ πρότερα ἐς γῆν κατορύξαντες ἀπεκρύψαντο, καὶ ταύτῃ τοὺς πολεμίους λαθεῖν ἴσχυσαν αὐτοῖς χρήμασι τὰς οἰκίας ἀπολαβόντες. ἥ τε πολιορκία ἐς ἡμέρας μάλιστα εἴκοσι κατατείνασα ἐς τοῦτο ἐτελεύτα.Γότθους δὲ τοὺς τῇδε ἁλόντας οὐχ ἥσσους ἢ ὀκτακοσίους ὄντας κακῶν ἀπαθεῖς Βελισάριος παντάπασι διαφυλάξας, οὐκ ἐλασσόνως ἢ τοὺς στρατιώτας τοὺς αὑτοῦ ἐν τιμῇ εἶχε.Πάστωρ δέ, ὃς ἐς ἀπόνοιαν, ὡς πρότερόν μοι δεδήλωται, τὸν δῆμον ἐνῆγεν, ἐπεὶ τὴν πόλιν ἁλισκομένην εἶδεν, ἐς ἀποπληξίαν ἐξέπεσε καὶ ἐξαπίνης ἀπέθανεν, οὔτε νοσήσας πρότερον οὔτε ἄλλο τι πρὸς οὐδενὸς παθὼν ἄχαρι.Ἀσκληπιόδοτος δέ, ὃς ξὺν αὐτῷ ταῦτα ἔπρασσε, ξὺν τῶν λογίμων τοῖς περιοῦσι παρὰ Βελισάριον ἦλθε.καὶ αὐτῷ Στέφανος ἐπιτωθάζων ἐλοιδορεῖτο ὧδε· “Ὅρα, ὦ κάκιστε ἀνθρώπων ἁπάντων, οἷα κακὰ τὴν πατρίδα εἰργάσω, τῆς ἐς Γότθους εὐνοίας τὴν τῶν πολιτῶν ἀποδόμενος σωτηρίαν.εἶτα εἰ μὲν τοῖς βαρβάροις εὖ ἐγεγόνει τὰ πράγματα, ἠξίωσας ἂν ἔμμισθός τε αὐτὸς πρὸς ἐκείνων εἶναι καὶ ἡμῶν ἕκαστον τῶν τὰ βελτίω βεβουλευμένων τῆς ἐς τοὺς Ῥωμαίους προδοσίας ὑπαγαγεῖν.ἐπεὶ δὲ τὴν μὲν πόλιν βασιλεὺς εἷλε, σεσώσμεθα δὲ τῇ τοῦδε τοῦ ἀνδρὸς ἀρετῇ, οὕτω δὲ εἰσελθεῖν παρὰ τὸν στρατηγὸν ἀνεπισκέπτως ἐτόλμησας ἅτε οὐδὲν δεινὸν οὔτε Νεαπολίτας οὔτε τὸ βασιλέως διαπεπραγμένος στρατόπεδον, ἀξίας τίσεις δίκας.”Στέφανος μὲν τῇ ξυμφορᾷ περιώδυνος ὢν ἐς Ἀσκληπιόδοτον ταῦτα ἀπέρριψεν. ὁ δὲ αὐτὸν ἀμείβεται τοῖσδε· “Λέληθας σαυτὸν ἐγκωμιάζων ἡμᾶς, ὦ γενναῖε, οἷς δὴ εὔνοιαν τὴν ἐς τοὺς Γότθους ἡμῖν ὀνειδίζεις.εὔνους γάρ τις δεσπόταις κινδυνεύουσιν, εἰ μὴ ἐκ τοῦ βεβαίου τῆς γνώμης, οὐκ ἄν ποτε εἴη. ἐμὲ μὲν οὖν οἱ κρατοῦντες τοιοῦτον τῆς πολιτείας φύλακα ἕξουσιν οἷον ἀρτίως πολέμιον εὗρον, ἐπεὶ ὁ τῇ φύσει τὸ πιστὸν ἔχων οὐ ξυμμεταβάλλει τῇ τύχῃ τὴν γνώμην.σὺ δὲ τῶν πραγμάτων οὐχ ὁμοίως αὐτοῖς φερομένων ἑτοίμως ἂν τοὺς τῶν ἐπιόντων ἐνδέξαιο λόγους. ὁ γὰρ τὸ τῆς διανοίας νοσῶν ἄστατον ἅμα τε ἔδεισε καὶ τὴν ἐς τοὺς φιλτάτους ἠρνήσατο πίστιν.”τοσαῦτα μὲν καὶ Ἀσκληπιόδοτος εἶπε. Νεαπολιτῶν δὲ ὁ δῆμος, ἐπεὶ αὐτὸν ἐνθένδε ἀναχωροῦντα εἶδον, ἀθρόοι γενόμενοι, ἅπαντα αὐτῷ ἐπεκάλουν τὰ παρόντα σφίσι. καὶ οὐ πρότερον ἀπέστησαν, πρὶν δὴ ἔκτεινάν τε καὶ τὸ σῶμα κατὰ βραχὺ διεσπάσαντο.οὕτω τε ἐν τῇ Πάστωρος οἰκίᾳ γενόμενοι τὸν ἄνδρα ἐζήτουν. τοῖς τε οἰκέταις τεθνάναι Πάστωρα ἰσχυριζομένοις ἥκιστα πιστεύειν ἠξίουν, ἕως αὐτοῖς τὸν τοῦ ἀνθρώπου νεκρὸν ἔδειξαν. καὶ αὐτὸν Νεαπολῖται ἐν τῷ προαστείῳ ἀνεσκολόπισαν.οὕτω τε Βελισάριον παρῃτήσαντο ἐφ’ οἷς δικαίᾳ ὀργῇ ἐχόμενοι ἔδρασαν, τυχόντες τε αὐτοῦ συγγνώμονος διελύθησαν. οὕτω μὲν Νεαπολῖται ἀπήλλαξαν.Γότθοι δὲ ὅσοις ἀμφί τε Ῥώμην καὶ τὰ ἐκείνῃ χωρία ξυνέπεσεν εἶναι, καὶ πρότερον τὴν Θευδάτου ἡσυχίαν ἐν θαύματι μεγάλῳ ποιούμενοι, ὅτι δὴ ἐν γειτόνων οὖσι τοῖς πολεμίοις οὐ βούλοιτο διὰ μάχης ἰέναι, ἐν σφίσι τε αὐτοῖς ὑποψίᾳ πολλῇ ἐς αὐτὸν χρώμενοι, ὡς δὴ τὰ Γότθων πράγματα προδιδοῖ Ἰουστινιανῷ βασιλεῖ ἐθελουσίως, ἄλλο τέ οἱ οὐδὲν ἐπιμελὲς εἴη, πλήν γε δὴ ὅπως αὐτὸς ἡσυχῆ βιοτεύοι, ὡς πλεῖστα περιβαλλόμενος χρήματα, ἐπειδὴ ἁλῶναι Νεάπολιν ἤκουσαν, ἅπαντά οἱ ταῦτα ἐκ τοῦ ἐμφανοῦς ἤδη ἐπικαλοῦντες ἐς χωρίον ξυνελέγησαν Ῥώμης ὀγδοήκοντα καὶ διακοσίους σταδίους διέχον, ὅπερ Ῥωμαῖοι καλοῦσι Ῥεγάτα· ἐνταῦθα ἐνστρατοπεδεύσασθαι σφίσιν ἔδοξεν ἄριστον εἶναι· πεδία γὰρ πολλὰ ἐνταῦθά ἐστιν ἱππόβοτα.